- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:12.prop.12#3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
利用比例的性质和反证法,证明相似圆锥的体积比等于其底面直径的立方比,并将该结论推广至圆柱,从而完成了命题的证明。
καὶ ὡς ἓν τῶν ἡγουμένων πρὸς ἓν τῶν ἑπομένων, οὕτως ἅπαντα τὰ ἡγούμενα πρὸς ἅπαντα τὰ ἑπόμενα·1 ἔστιν ἄρα καὶ ὡς ἡ ΒΚΤΛ πυραμὶς πρὸς τὴν ΖΜΟΝ πυραμίδα, οὕτως ἡ ὅλη πυραμίς, ἧς βάσις τὸ ΑΤΒΥΓΦΔΧ πολύγωνον, κορυφὴ δὲ τὸ Λ σημεῖον, πρὸς τὴν ὅλην πυραμίδα, ἧς βάσις μὲν τὸ ΕΟΖΠΗΡΘΣ πολύγωνον, κορυφὴ δὲ τὸ Ν σημεῖον· ὥστε καὶ πυραμίς, ἧς βάσις μὲν τὸ ΑΤΒΥΓΦΔΧ, κορυφὴ δὲ τὸ Λ, πρὸς τὴν πυραμίδα, ἧς βάσις τὸ ΕΟΖΠΗΡΘΣ πολύγωνον, κορυφὴ δὲ τὸ Ν σημεῖον, τριπλασίονα λόγον ἔχει ἤπερ ἡ ΒΔ πρὸς τὴν ΖΘ. ὑπόκειται δὲ καὶ ὁ κῶνος, οὗ βάσις ὁ ΑΒΓΔ κύκλος, κορυφὴ δὲ τὸ Λ σημεῖον, πρὸς τὸ Ξ στερεὸν τριπλασίονα λόγον ἔχων2 ἤπερ ἡ ΒΔ πρὸς τὴν ΖΘ· ἔστιν ἄρα ὡς ὁ κῶνος, οὗ βάσις μέν ἐστιν ὁ ΑΒΓΔ κύκλος, κορυφὴ δὲ τὸ Λ, πρὸς τὸ Ξ στερεόν, οὕτως ἡ πυραμίς, ἧς βάσις μὲν τὸ ΑΤΒΥΓΦΔΧ, κορυφὴ δὲ τὸ Λ, πρὸς τὴν πυραμίδα, ἧς βάσις μέν ἐστι τὸ ΕΟΖΠΗΡΘΣ πολύγωνον, κορυφὴ δὲ τὸ Ν· ἐναλλὰξ ἄρα, ὡς ὁ κῶνος, οὗ βάσις μὲν ὁ ΑΒΓΔ κύκλος, κορυφὴ δὲ τὸ Λ, πρὸς τὴν ἐν αὐτῷ πυραμίδα, ἧς βάσις μὲν τὸ ΑΤΒΥΓΦΔΧ πολύγωνον, κορυφὴ δὲ τὸ Λ, οὕτως τὸ Ξ πρὸς τὴν πυραμίδα, ἧς βάσις μέν ἐστι τὸ ΕΟΖΠΗΡΘΣ πολύγωνον, κορυφὴ δὲ τὸ Ν. μείζων δὲ ὁ εἰρημένος κῶνος τῆς ἐν αὐτῷ πυραμίδος· ἐμπεριέχει γὰρ αὐτήν. μεῖζον ἄρα καὶ τὸ Ξ στερεὸν τῆς πυραμίδος, ἧς βάσις μέν ἐστι τὸ ΕΟΖΠΗΡΘΣ πολύγωνον, κορυφὴ δὲ τὸ Ν. ἀλλὰ καὶ ἔλαττον· ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα ὁ κῶνος, οὗ βάσις ὁ ΑΒΓΔ κύκλος, κορυφὴ δὲ τὸ Λ, πρὸς ἔλαττόν τι τοῦ κώνου στερεόν, οὗ βάσις μὲν ὁ ΕΖΗΘ κύκλος, κορυφὴ δὲ τὸ Ν σημεῖον, τριπλασίονα λόγον ἔχει ἤπερ ἡ ΒΔ πρὸς τὴν ΖΘ. ὁμοίως δὴ δείξομεν, ὅτι οὐδὲ ὁ ΕΖΗΘΝ κῶνος πρὸς ἔλαττόν τι τοῦ ΑΒΓΔΛ κώνου στερεὸν τριπλασίονα λόγον ἔχει ἤπερ ἡ ΖΘ πρὸς τὴν ΒΔ. λέγω δή, ὅτι οὐδὲ ὁ ΑΒΓΔΛ κῶνος πρὸς μεῖζόν τι τοῦ ΕΖΗΘΝ κώνου στερεὸν τριπλασίονα λόγον ἔχει ἤπερ ἡ ΒΔ πρὸς τὴν ΖΘ. εἰ γὰρ δυνατόν, ἐχέτω πρὸς μεῖζον τὸ Ξ.3 ἀνάπαλιν ἄρα τὸ Ξ στερεὸν πρὸς τὸν ΑΒΓΔΛ κῶνον τριπλασίονα λόγον ἔχει ἤπερ ἡ ΖΘ πρὸς τὴν ΒΔ. ὡς δὲ τὸ Ξ στερεὸν πρὸς τὸν ΑΒΓΔΛ κῶνον, οὕτως ὁ ΕΖΗΘΝ κῶνος πρὸς ἔλαττόν τι τοῦ ΑΒΓΔΛ κώνου στερεόν. καὶ ὁ ΕΖΗΘΝ ἄρα κῶνος πρὸς ἔλαττόν τι τοῦ ΑΒΓΔΛ κώνου στερεὸν τριπλασίονα λόγον ἔχει ἤπερ ἡ ΖΘ πρὸς τὴν ΒΔ· ὅπερ ἀδύνατον ἐδείχθη. οὐκ ἄρα ὁ ΑΒΓΔΛ κῶνος πρὸς μεῖζόν τι τοῦ ΕΖΗΘΝ κώνου στερεὸν τριπλασίονα λόγον ἔχει ἤπερ ἡ ΒΔ πρὸς τὴν ΖΘ. ἐδείχθη δέ, ὅτι οὐδὲ πρὸς ἔλαττον. ὁ ΑΒΓΔΛ ἄρα κῶνος πρὸς τὸν ΕΖΗΘΝ κῶνον τριπλασίονα λόγον ἔχει ἤπερ ἡ ΒΔ πρὸς τὴν ΖΘ. ὡς δὲ ὁ κῶνος πρὸς τὸν κῶνον, ὁ κύλινδρος πρὸς τὸν κύλινδρον· τριπλάσιος γὰρ ὁ κύλινδρος τοῦ κώνου ὁ ἐπὶ τῆς αὐτῆς βάσεως τῷ κώνῳ καὶ ἰσοϋψὴς αὐτῷ. καὶ ὁ κύλινδρος ἄρα πρὸς τὸν κύλινδρον τριπλασίονα λόγον ἔχει ἤπερ ἡ ΒΔ πρὸς τὴν ΖΘ. οἱ ἄρα ὅμοιοι κῶνοι καὶ κύλινδροι πρὸς ἀλλήλους ἐν τριπλασίονι λόγῳ εἰσὶ τῶν ἐν ταῖς βάσεσι διαμέτρων· ὅπερ ἔδει δεῖξαι.
正如前项之一比于后项之一,所有前项也比于所有后项;因此,正如棱锥BKTL比于棱锥ZMON,以多边形ATBYGPhDCh为底面且以点L为顶点的整个棱锥,也比于以多边形EOZPHRThS为底面且以点N为顶点的整个棱锥。因此,以ATBYGPhDCh为底面且以L为顶点的棱锥,对于以多边形EOZPHRThS为底面且以点N为顶点的棱锥,其体积比等于BD对ZTh之比的立方比。而以圆ABCD为底面且以点L为顶点的圆锥,也被假设为对于立体Ξ具有BD对ZTh之比的立方比;因此,正如以圆ABCD为底面且以L为顶点的圆锥比于立体Ξ,以ATBYGPhDCh为底面且以L为顶点的棱锥,也比于以多边形EOZPHRThS为底面且以N为顶点的棱锥。因此,更比地,正如以圆ABCD为底面且以L为顶点的圆锥比于其中以多边形ATBYGPhDCh为底面且以L为顶点的棱锥,立体Ξ也比于以多边形EOZPHRThS为底面且以N为顶点的棱锥。但是前述圆锥大于其中的棱锥;因为它包围着它。因此,立体Ξ也大于以多边形EOZPHRThS为底面且以N为顶点的棱锥。但它也小于它;这是不可能的。因此,以圆ABCD为底面且以L为顶点的圆锥,对于任何小于以圆EZHTh为底面且以点N为顶点的圆锥的立体,不具有BD对ZTh之比的立方比。同样地,我们将证明,圆锥EZHThN对于任何小于圆锥ABCDL的立体,也不具有ZTh对BD之比的立方比。现在我说,圆锥ABCDL对于任何大于圆锥EZHThN的立体,也不具有BD对ZTh之比的立方比。因为,如果可能的话,假设它对于较大的立体Ξ具有该比。因此,反比地,立体Ξ对于圆锥ABCDL具有ZTh对BD之比的立方比。但正如立体Ξ比于圆锥ABCDL,圆锥EZHThN也比于某个小于圆锥ABCDL的立体。因此,圆锥EZHThN对于某个小于圆锥ABCDL的立体也具有ZTh对BD之比的立方比;这已被证明是不可能的。因此,圆锥ABCDL对于任何大于圆锥EZHThN的立体不具有BD对ZTh之比的立方比。且已经证明,对于较小的立体也不具有。因此,圆锥ABCDL对于圆锥EZHThN具有BD对ZTh之比的立方比。而正如圆锥比于圆锥,圆柱也比于圆柱;因为与圆锥同底等高的圆柱是圆锥的三倍。因此,圆柱对于圆柱也具有BD对ZTh之比的立方比。因此,相似的圆锥和圆柱,其体积比等于其底面直径的立方比;这就是所要证明的。
- 12.prop.12καὶ ὡς ἓν τῶν ἡγουμένων πρὸς ἓν τῶν ἑπομένων, οὕτως ἅπαντα τὰ ἡγούμενα πρὸς ἅπαντα τὰ ἑπόμενα
这是欧几里得《几何原本》第五卷命题12中关于前项和与后项和之比(合比定理/加比定理)的表述,在此应用于多组对应棱锥体积比的和。
- 12.prop.12πρὸς τὸ Ξ στερεὸν τριπλασίονα λόγον ἔχων
现在分词 ἔχων(阳性单数主格)修饰句首的主语 ὁ κῶνος(阳性单数主格)。
- 12.prop.12εἰ γὰρ δυνατόν, ἐχέτω πρὸς μεῖζον τὸ Ξ.
第三人称单数现在时命令行动词 ἐχέτω(“设它具有”)是用于引入反证法假设的数学惯用语。其省略的主语是前句中的 ὁ ΑΒΓΔΛ κῶνος。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 译文 1 处
- 2026-09-21 AI校阅 — 译文 1 处
