← 欧几里得

几何原本

§12.prop.12#2

内接小棱锥的相似性与体积比的推导

本文通过几何证明说明了构成两圆锥的各对应三角形相似,并推导出各对应棱锥的体积比等于底面对应边之比的立方比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.prop.12#2

καὶ περὶ ἴσας γωνίας τὰς ὑπὸ ΒΚΛ, ΖΜΝ αἱ πλευραὶ ἀνάλογόν εἰσιν· ὅμοιον ἄρα ἐστὶ τὸ ΒΚΛ τρίγωνον τῷ ΖΜΝ τριγώνῳ. πάλιν, ἐπεί ἐστιν ὡς ἡ ΒΚ πρὸς τὴν ΚΤ, οὕτως ἡ ΖΜ πρὸς τὴν ΜΟ, καὶ περὶ ἴσας γωνίας τὰς ὑπὸ ΒΚΤ, ΖΜΟ, ἐπειδήπερ, ὃ μέρος ἐστὶν ἡ ὑπὸ ΒΚΤ γωνία1 τῶν πρὸς τῷ Κ κέντρῳ τεσσάρων ὀρθῶν, τὸ αὐτὸ μέρος ἐστὶ καὶ ἡ ὑπὸ ΖΜΟ γωνία τῶν πρὸς τῷ Μ κέντρῳ τεσσάρων ὀρθῶν· ἐπεὶ οὖν περὶ ἴσας γωνίας αἱ πλευραὶ ἀνάλογόν εἰσιν, ὅμοιον ἄρα ἐστὶ τὸ ΒΚΤ τρίγωνον τῷ ΖΜΟ τριγώνῳ. πάλιν, ἐπεὶ ἐδείχθη ὡς ἡ ΒΚ πρὸς τὴν ΚΛ, οὕτως ἡ ΖΜ πρὸς τὴν ΜΝ, ἴση δὲ ἡ μὲν ΒΚ τῇ ΚΤ, ἡ δὲ ΖΜ τῇ ΟΜ, ἔστιν ἄρα ὡς ἡ ΤΚ πρὸς τὴν ΚΛ, οὕτως ἡ ΟΜ πρὸς τὴν ΜΝ. καὶ περὶ ἴσας γωνίας τὰς ὑπὸ ΤΚΛ, ΟΜΝ· ὀρθαὶ γάρ· αἱ πλευραὶ ἀνάλογόν εἰσιν· ὅμοιον ἄρα ἐστὶ τὸ ΛΚΤ τρίγωνον τῷ ΝΜΟ τριγώνῳ. καὶ ἐπεὶ διὰ τὴν ὁμοιότητα τῶν ΛΚΒ, ΝΜΖ τριγώνων ἐστὶν ὡς ἡ ΛΒ πρὸς τὴν ΒΚ, οὕτως ἡ ΝΖ πρὸς τὴν ΖΜ, διὰ δὲ τὴν ὁμοιότητα τῶν ΒΚΤ, ΖΜΟ τριγώνων ἐστὶν ὡς ἡ ΚΒ πρὸς τὴν ΒΤ, οὕτως ἡ ΜΖ πρὸς τὴν ΖΟ, διʼ ἴσου2 ἄρα ὡς ἡ ΛΒ πρὸς τὴν ΒΤ, οὕτως ἡ ΝΖ πρὸς τὴν ΖΟ. πάλιν, ἐπεὶ διὰ τὴν ὁμοιότητα τῶν ΛΤΚ, ΝΟΜ τριγώνων ἐστὶν ὡς ἡ ΛΤ πρὸς τὴν ΤΚ, οὕτως ἡ ΝΟ πρὸς τὴν ΟΜ, διὰ δὲ τὴν ὁμοιότητα τῶν ΤΚΒ, ΟΜΖ τριγώνων ἐστὶν ὡς ἡ ΚΤ πρὸς τὴν ΤΒ, οὕτως ἡ ΜΟ πρὸς τὴν ΟΖ, διʼ ἴσου ἄρα ὡς ἡ ΛΤ πρὸς τὴν ΤΒ, οὕτως ἡ ΝΟ πρὸς τὴν ΟΖ. ἐδείχθη δὲ καὶ ὡς ἡ ΤΒ πρὸς τὴν ΒΛ, οὕτως ἡ ΟΖ πρὸς τὴν ΖΝ. διʼ ἴσου ἄρα ὡς ἡ ΤΛ πρὸς τὴν ΛΒ, οὕτως ἡ ΟΝ πρὸς τὴν ΝΖ. τῶν ΛΤΒ, ΝΟΖ ἄρα τριγώνων ἀνάλογόν εἰσιν αἱ πλευραί· ἰσογώνια ἄρα ἐστὶ τὰ ΛΤΒ, ΝΟΖ τρίγωνα· ὥστε καὶ ὅμοια. καὶ πυραμὶς ἄρα, ἧς βάσις μὲν τὸ ΒΚΤ τρίγωνον, κορυφὴ δὲ τὸ Λ σημεῖον, ὁμοία ἐστὶ πυραμίδι, ἧς βάσις μὲν τὸ ΖΜΟ τρίγωνον, κορυφὴ δὲ τὸ Ν σημεῖον· ὑπὸ γὰρ ὁμοίων ἐπιπέδων περιέχονται ἴσων τὸ πλῆθος. αἱ δὲ ὅμοιαι πυραμίδες καὶ τριγώνους ἔχουσαι βάσεις ἐν τριπλασίονι λόγῳ εἰσὶ τῶν ὁμολόγων πλευρῶν. ἡ ἄρα ΒΚΤΛ πυραμὶς πρὸς τὴν ΖΜΟΝ πυραμίδα τριπλασίονα λόγον ἔχει ἤπερ ἡ ΒΚ πρὸς τὴν ΖΜ. ὁμοίως δὴ ἐπιζευγνύντες ἀπὸ τῶν Α, Χ, Δ, Φ, Γ, Υ ἐπὶ τὸ Κ εὐθείας καὶ ἀπὸ τῶν Ε, Σ, Θ, Ρ, Η, Π ἐπὶ τὸ Μ καὶ ἀνιστάντες ἐφʼ ἑκάστου τῶν τριγώνων πυραμίδας τὴν αὐτὴν κορυφὴν ἐχούσας τοῖς κώνοις δείξομεν, ὅτι καὶ ἑκάστη τῶν ὁμοταγῶν πυραμίδων3 πρὸς ἑκάστην ὁμοταγῆ πυραμίδα τριπλασίονα λόγον ἕξει ἤπερ ἡ ΒΚ ὁμόλογος πλευρὰ πρὸς τὴν ΖΜ ὁμόλογον πλευράν, τουτέστιν ἤπερ ἡ ΒΔ πρὸς τὴν ΖΘ.

且夹在等角即 ∠BKL, ∠ZMN 夹角处的两边成比例;因此,三角形BKL相似于三角形ZMN。再次,因为正如BK之比于KT,ZM也之比于MO,且夹在等角即 ∠BKT, ∠ZMO 夹角处,因为,∠BKT对于以K为中心的四个直角所占的比例,与∠ZMO对于以M为中心的四个直角所占的比例相同;于是,既然夹在等角处的两边成比例,因此三角形BKT相似于三角形ZMO。再次,因为已经证明,正如BK之比于KL,ZM也之比于MN,且BK等于KT,而ZM等于OM,因此,正如TK之比于KL,OM也之比于MN。并且夹在等角即 ∠TKL, ∠OMN(因为它们是直角)夹角处的两边成比例;因此,三角形LKT相似于三角形NMO。又因为由于三角形LKB, NMZ的相似性,正如LB之比于BK,NZ也之比于ZM,而由于三角形BKT, ZMO的相似性,正如KB之比于BT,MZ也之比于ZO,因此,等比地,正如LB之比于BT,NZ也之比于ZO。再次,因为由于三角形LTK, NOM的相似性,正如LT之比于TK,NO也之比于OM,而由于三角形TKB, OMZ的相似性,正如KT之比于TB,MO也之比于OZ,因此,等比地,正如LT之比于TB,NO也之比于OZ。但也已经证明,正如TB之比于BL,OZ也之比于ZN。因此,等比地,正如TL之比于LB,ON也之比于NZ。因此,三角形LTB, NOZ的对应边成比例;因此三角形LTB, NOZ是等角的;所以也是相似的。因此,以三角形BKT为底面且以点L为顶点的棱锥,相似于以三角形ZMO为底面且以点N为顶点的棱锥;因为它们被数量相等且相似的平面所包围。而具有三角形底面的相似棱锥,其体积比等于其对应边的立方比。因此,棱锥BKTL对于棱锥ZMON具有BK对ZM之比的立方比。事实上,同样地,从点A, X, D, Ph, G, Y向K连接直线,并从点E, S, Th, R, H, P向M连接,并在每一个三角形上建立一个与圆锥具有相同顶点的棱锥,我们将证明,每一组对应位置的棱锥对于另一组对应位置的棱锥,其体积比也等于对应边BK对对应边ZM之比的立方比,也就是说,等于BD对ZTh之比的立方比。

语法注3 条
  1. 12.prop.12ὃ μέρος ἐστὶν ἡ ὑπὸ ΒΚΤ γωνία τῶν πρὸς τῷ Κ κέντρῳ τεσσάρων ὀρθῶν, τὸ αὐτὸ μέρος ἐστὶ ¦60¦ καὶ ἡ ὑπὸ ΖΜΟ γωνία

    使用关系代名词 ὅς 的关联句式,直译为“角BKT是中心K处四个直角的几分之几(部分),角ZMO也同样是……的几分之几”,以此表明这两个圆心角占整周(四个直角)的比例相等,即这两个角相等。

  2. 12.prop.12διʼ ἴσου

    数学专有名词,意为“等比地”(源于拉丁语译 ex aequali)。这在《几何原本》第五卷定义17中有定义,指的是若 $A : B = D : E$ 且 $B : C = E : F$,则有 $A : C = D : F$ 的“等间隔比定理”(消去中间项,使首尾项之比相等)。

  3. 12.prop.12τῶν ὁμοταγῶν πυραμίδων

    形容词 ὁμοταγής(处于相同顺序的、同列的、对应的)修饰名词 πυραμίς。它指的是在各自内接多边形中,建立在处于对应位置的三角形之上的那些棱锥。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:12.prop.12#2