- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:11.prop.31#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
利用立体的比的性质完成了第一种情况(立边垂直于底面)的等量性证明,随后通过将立边不垂直的第二种情况归结为等底面上的垂直立体进行了证明。
καὶ ἐπεὶ ἴσον ἐστὶ τὸ ΡΥΧΤ παραλληλόγραμμον τῷ ΩΤ παραλληλογράμμῳ· ἐπί τε γὰρ τῆς αὐτῆς βάσεώς εἰσι τῆς ΡΤ καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις ταῖς ΡΤ, ΩΧ· ἀλλὰ τὸ ΡΥΧΤ τῷ ΓΔ ἐστιν ἴσον, ἐπεὶ καὶ τῷ ΑΒ, καὶ τὸ ΩΤ ἄρα παραλληλόγραμμον τῷ ΓΔ ἐστιν ἴσον. ἄλλο δὲ τὸ ΔΤ· ἔστιν ἄρα ὡς ἡ ΓΔ βάσις πρὸς τὴν ΔΤ,1 οὕτως ἡ ΩΤ πρὸς τὴν ΔΤ. καὶ ἐπεὶ στερεὸν παραλληλεπίπεδον τὸ ΓΙ ἐπιπέδῳ τῷ ΡΖ τέτμηται παραλλήλῳ ὄντι τοῖς ἀπεναντίον ἐπιπέδοις,2 ἔστιν ὡς ἡ ΓΔ βάσις πρὸς τὴν ΔΤ βάσιν, οὕτως τὸ ΓΖ στερεὸν πρὸς τὸ ΡΙ στερεόν. διὰ τὰ αὐτὰ δή, ἐπεὶ στερεὸν παραλληλεπίπεδον τὸ ΩΙ ἐπιπέδῳ τῷ ΡΨ τέτμηται παραλλήλῳ ὄντι τοῖς ἀπεναντίον ἐπιπέδοις, ἔστιν ὡς ἡ ΩΤ βάσις πρὸς τὴν ΤΔ βάσιν, οὕτως τὸ ΩΨ στερεὸν πρὸς τὸ ΡΙ. ἀλλʼ ὡς ἡ ΓΔ βάσις πρὸς τὴν ΔΤ, οὕτως ἡ ΩΤ πρὸς τὴν ΔΤ· καὶ ὡς ἄρα τὸ ΓΖ στερεὸν πρὸς τὸ ΡΙ στερεόν, οὕτως τὸ ΩΨ στερεὸν πρὸς τὸ ΡΙ. ἑκάτερον ἄρα τῶν ΓΖ, ΩΨ στερεῶν πρὸς τὸ ΡΙ τὸν αὐτὸν ἔχει λόγον· ἴσον ἄρα ἐστὶ τὸ ΓΖ στερεὸν τῷ ΩΨ στερεῷ. ἀλλὰ τὸ ΩΨ τῷ ΑΕ ἐδείχθη ἴσον· καὶ τὸ ΑΕ ἄρα τῷ ΓΖ ἐστιν ἴσον. μὴ ἔστωσαν δὴ αἱ ἐφεστηκυῖαι αἱ ΑΗ, ΘΚ, ΒΕ, ΛΜ, ΓΝ, ΟΠ, ΔΖ, ΡΣ πρὸς ὀρθὰς ταῖς ΑΒ, ΓΔ βάσεσιν·3 λέγω πάλιν, ὅτι ἴσον τὸ ΑΕ στερεὸν τῷ ΓΖ στερεῷ. ἤχθωσαν γὰρ ἀπὸ τῶν Κ, Ε, Η, Μ, Π, Ζ, Ν, Σ σημείων ἐπὶ τὸ ὑποκείμενον ἐπίπεδον κάθετοι αἱ ΚΞ, ΕΤ, ΗΥ, ΜΦ, ΠΧ, ΖΨ, ΝΩ, ΣΙ, καὶ συμβαλλέτωσαν τῷ ἐπιπέδῳ κατὰ τὰ Ξ, Τ, Υ, Φ, Χ, Ψ, Ω, Ι σημεῖα, καὶ ἐπεζεύχθωσαν αἱ ΞΤ, ΞΥ, ΥΦ, ΤΦ, ΧΨ, ΧΩ, ΩΙ, ΙΨ. ἴσον δή ἐστι τὸ ΚΦ στερεὸν τῷ ΠΙ στερεῷ· ἐπί τε γὰρ ἴσων βάσεών εἰσι τῶν ΚΜ, ΠΣ καὶ ὑπὸ τὸ αὐτὸ ὕψος, ὧν αἱ ἐφεστῶσαι πρὸς ὀρθάς εἰσι ταῖς βάσεσιν. ἀλλὰ τὸ μὲν ΚΦ στερεὸν τῷ ΑΕ στερεῷ ἐστιν ἴσον, τὸ δὲ ΠΙ τῷ ΓΖ· ἐπί τε γὰρ τῆς αὐτῆς βάσεώς εἰσι καὶ ὑπὸ τὸ αὐτὸ ὕψος, ὧν αἱ ἐφεστῶσαι οὔκ εἰσιν ἐπὶ τῶν αὐτῶν εὐθειῶν. καὶ τὸ ΑΕ ἄρα στερεὸν τῷ ΓΖ στερεῷ ἐστιν ἴσον. τὰ ἄρα ἐπὶ ἴσων βάσεων ὄντα στερεὰ παραλληλεπίπεδα καὶ ὑπὸ τὸ αὐτὸ ὕψος ἴσα ἀλλήλοις ἐστίν· ὅπερ ἔδει δεῖξαι.
又因为平行四边形 ΡΥΧΤ 等于平行四边形 ΩΤ;因为它们在同一底面 ΡΤ 上,且在相同的平行线 ΡΤ、ΩΧ 之间;但是 ΡΥΧΤ 等于 ΓΔ,因为其亦等于 ΑΒ,所以平行四边形 ΩΤ 也等于 ΓΔ。而另有平行四边形 ΔΤ;因此,正如底面 ΓΔ 对 ΔΤ,平行四边形 ΩΤ 也对 ΔΤ。又因为立体平行六面体 ΓΙ 被平行于其对面平面的平面 ΡΖ 所切,所以底面 ΓΔ 对底面 ΔΤ,正如立体 ΓΖ 对立体 ΡΙ。同理,因为立体平行六面体 ΩΙ 被平行于其对面平面的平面 ΡΨ 所切,所以底面 ΩΤ 对底面 ΤΔ,正如立体 ΩΨ 对立体 ΡΙ。但是正如底面 ΓΔ 对ΔΤ,正如 ΩΤ 对 ΔΤ;因此,正如立体 ΓΖ 对立体 ΡΙ,正如立体 ΩΨ 对立体 ΡΙ。所以立体 ΓΖ、ΩΨ 各自对立体 ΡΙ 具有相同的比;所以立体 ΓΖ 等于立体 ΩΨ。但是 ΩΨ 已被证明等于 ΑΕ;所以 ΑΕ也等于 ΓΖ。现在,设立边 ΑΗ, ΘΚ, ΒΕ, ΛΜ, ΓΝ, ΟΠ, ΔΖ, ΡΣ 不垂直于底面 ΑΒ, ΓΔ;我再次说,立体 ΑΕ 等于立体 ΓΖ。因为,设从点 Κ, Ε, Η, Μ, Π, Ζ, Ν, Σ向所设平面引垂线 ΚΞ, ΕΤ, ΗΥ, ΜΦ, ΠΧ, ΖΨ, ΝΩ, ΣΙ,且让它们在点 Ξ, Τ, Υ, Φ, Χ, Ψ, Ω, Ι 与该平面相交,且设 ΞΤ, ΞΥ, ΥΦ, ΤΦ, ΧΨ, ΧΩ, ΩΙ, ΙΨ 被联结起来。那么立体 ΚΦ 等于立体 ΠΙ;因为它们在等底面ΚΜ, ΠΣ 上,且高度相同,而它们的立边垂直于底面。但是立体 ΚΦ 等于立体 ΑΕ,而立体 ΠΙ 等于 ΓΖ;因为它们在同一底面上,且高度相同,而它们的立边不在同一直线上。所以立体 ΑΕ也等于立体 ΓΖ。因此,在等底面上且高度相同的立体平行六面体,彼此相等;这就是所要证明的。
- 11.prop.31ἔστιν ἄρα ὡς ἡ ΓΔ βάσις πρὸς τὴν ΔΤ, οὕτως ἡ ΩΤ πρὸς τὴν ΔΤ.
“ὡς ... οὕτως ...”结构是表示两个比值相等(比例关系)的几何标准句型,此处意为“正如底面 ΓΔ 对 ΔΤ 的比,等同于 ΩΤ 对 ΔΤ 的比”。
- 11.prop.31ἐπιπέδῳ τῷ ΡΖ τέτμηται παραλλήλῳ ὄντι τοῖς ἀπεναντίον ἐπιπέδοις
“ἐπιπέδῳ τῷ ΡΖ”是工具或手段与格,与之呼应的分词短语“παραλλήλῳ ὄντι...”补充说明了该平面“平行于其对面诸平面”这一条件。
- 11.prop.31μὴ ἔστωσαν δὴ αἱ ἐφεστηκυῖαι ... πρὸς ὀρθὰς ταῖς ΑΒ, ΓΔ βάσεσιν
否定小词“μὴ”与第三人称复数命令行动词“ἔστωσαν”连用,以此作为证明的第二阶段,设想(假定)立边不垂直于底面的情况。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 1 处
