← 欧几里得

几何原本

§11.prop.31#1

等底同高的直平行六面体相等

命题31的前半部分,证明在等底面上且高度相同的立体平行六面体彼此相等。针对第一种情形(立边垂直于底面),通过构造等价的新立体来进行推导证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.prop.31#1

τὰ ἐπὶ ἴσων βάσεων ὄντα στερεὰ παραλληλεπίπεδα καὶ ὑπὸ τὸ αὐτὸ ὕψος ἴσα ἀλλήλοις ἐστίν.1 ἔστω ἐπὶ ἴσων βάσεων τῶν ΑΒ, ΓΔ στερεὰ παραλληλεπίπεδα τὰ ΑΕ, ΓΖ ὑπὸ τὸ αὐτὸ ὕψος· λέγω, ὅτι ἴσον ἐστὶ τὸ ΑΕ στερεὸν τῷ ΓΖ στερεῷ. ἔστωσαν δὴ πρότερον αἱ ἐφεστηκυῖαι αἱ ΘΚ, ΒΕ, ΑΗ, ΛΜ, ΟΠ, ΔΖ, ΓΞ, ΡΣ πρὸς ὀρθὰς ταῖς ΑΒ, ΓΔ βάσεσιν,2 καὶ ἐκβεβλήσθω ἐπʼ εὐθείας τῇ ΓΡ εὐθεῖα ἡ ΡΤ, καὶ συνεστάτω πρὸς τῇ ΡΤ εὐθείᾳ καὶ τῷ πρὸς αὐτῇ σημείῳ τῷ Ρ τῇ ὑπὸ ΑΛΒ γωνίᾳ ἴση ἡ ὑπὸ ΤΡΥ,3 καὶ κείσθω τῇ μὲν ΑΛ ἴση ἡ ΡΤ, τῇ δὲ ΛΒ ἴση ἡ ΡΥ, καὶ συμπεπληρώσθω ἥ τε ΡΧ βάσις καὶ τὸ ΨΥ στερεόν. καὶ ἐπεὶ δύο αἱ ΤΡ, ΡΥ δυσὶ ταῖς ΑΛ, ΛΒ ἴσαι εἰσίν, καὶ γωνίας ἴσας περιέχουσιν, ἴσον ἄρα καὶ ὅμοιον τὸ ΡΧ παραλληλόγραμμον τῷ ΘΛ παραλληλογράμμῳ. καὶ ἐπεὶ πάλιν ἴση μὲν ἡ ΑΛ τῇ ΡΤ, ἡ δὲ ΛΜ τῇ ΡΣ, καὶ γωνίας ὀρθὰς περιέχουσιν, ἴσον ἄρα καὶ ὅμοιόν ἐστι τὸ ΡΨ παραλληλόγραμμον τῷ ΑΜ παραλληλογράμμῳ. διὰ τὰ αὐτὰ δὴ καὶ τὸ ΛΕ τῷ ΣΥ ἴσον τέ ἐστι καὶ ὅμοιον· τρία ἄρα παραλληλόγραμμα τοῦ ΑΕ στερεοῦ τρισὶ παραλληλογράμμοις τοῦ ΨΥ στερεοῦ ἴσα τέ ἐστι καὶ ὅμοια.4 ἀλλὰ τὰ μὲν τρία τρισὶ τοῖς ἀπεναντίον ἴσα τέ ἐστι καὶ ὅμοια, τὰ δὲ τρία τρισὶ τοῖς ἀπεναντίον· ὅλον ἄρα τὸ ΑΕ στερεὸν παραλληλεπίπεδον ὅλῳ τῷ ΨΥ στερεῷ παραλληλεπιπέδῳ ἴσον ἐστίν. διήχθωσαν αἱ ΔΡ, ΧΥ καὶ συμπιπτέτωσαν ἀλλήλαις κατὰ τὸ Ω, καὶ διὰ τοῦ Τ τῇ ΔΩ παράλληλος ἤχθω ἡ #22αΤ#5, καὶ ἐκβεβλήσθω ἡ ΟΔ κατὰ τὸ #22α, καὶ συμπεπληρώσθω τὰ ΩΨ, ΡΙ στερεά. ἴσον δή ἐστι τὸ ΨΩ στερεόν, οὗ βάσις μέν ἐστι τὸ ΡΨ παραλληλόγραμμον, ἀπεναντίον δὲ τὸ Ω#4, τῷ ΨΥ στερεῷ, οὗ βάσις μὲν τὸ ΡΨ παραλληλόγραμμον, ἀπεναντίον δὲ τὸ ΥΦ· ἐπί τε γὰρ τῆς αὐτῆς βάσεώς εἰσι τῆς ΡΨ καὶ ὑπὸ τὸ αὐτὸ ὕψος, ὧν αἱ ἐφεστῶσαι αἱ ΡΩ, ΡΥ, Τ#5, ΤΧ, Σ#2, Σο͂, Ψ#4, ΨΦ ἐπὶ τῶν αὐτῶν εἰσιν εὐθειῶν τῶν ΩΧ, #2Φ. ἀλλὰ τὸ ΨΥ στερεὸν τῷ ΑΕ ἐστιν ἴσον· καὶ τὸ ΨΩ ἄρα στερεὸν τῷ ΑΕ στερεῷ ἐστιν ἴσον.

在等底面上且高度相同的立体平行六面体,彼此相等。 设在等底面 ΑΒ, ΓΔ 上有相同高度的立体平行六面体 ΑΕ, ΓΖ;我说,立体ΑΕ 等于立体 ΓΖ。 现在,首先设立边 ΘΚ, ΒΕ, ΑΗ, ΛΜ, ΟΠ, ΔΖ, ΓΞ, ΡΣ 垂直于底面 ΑΒ, ΓΔ,且设直线 ΡΤ 与直线 ΓΡ 在同一直线上延长,并在直线 ΡΤ 及其上的点Ρ 上作角 ΤΡΥ 等于角 ΑΛΒ,且设 ΡΤ 等于 ΑΛ,ΡΥ 等于 ΛΒ,并补足底面 ΡΧ 和立体 ΨΥ。由于两个 ΤΡ, ΡΥ 等于两个 ΑΛ, ΛΒ,且夹等角,所以平行四边形 ΡΧ等于且相似于平行四边形 ΘΛ。又因为 ΑΛ 等于 ΡΤ,ΛΜ 等于 ΡΣ,且夹直角,所以平行四边形 ΡΨ 等于且相似于平行四边形 ΑΜ。同理,ΛΕ 也等于且相似于 ΣΥ;因此立体ΑΕ 的三个平行四边形等于且相似于立体 ΨΥ 的三个平行四边形。但是,这三个面等于且相似于对面的三个面,而那三个面等于且相似于对面的三个面;因此整个立体平行六面体 ΑΕ 等于整个立体平行六面体 ΨΥ。设引出 ΔΡ, ΧΥ 并使它们在点 Ω 相交,且通过点 Τ 引 #22αΤ#5 并平行于 ΔΩ,并把 ΟΔ 延长到 #22α,且补足立体 ΩΨ, ΡΙ。那么,其底面为平行四边形 ΡΨ、对面为Ω#4 的立体 ΨΩ,等于其底面为平行四边形 ΡΨ、对面为 ΥΦ 的立体 ΨΥ;因为它们在同一底面 ΡΨ 上,且高度相同,它们的立边 ΡΩ, ΡΥ, Τ#5, ΤΧ, Σ#2, Σο͂, Ψ#4, ΨΦ 在同一直线 ΩΧ, #2Φ 上。但是立体 ΨΥ 等于立体 ΑΕ;从而立体 ΨΩ 也等于立体 ΑΕ。

语法注4 条
  1. 11.prop.31τὰ ἐπὶ ἴσων βάσεων ὄντα στερεὰ παραλληλεπίπεδα καὶ ὑπὸ τὸ αὐτὸ ὕψος ἴσα ἀλλήλοις ἐστίν

    这是古典希腊语中典型的“中性复数主语搭配单数动词”(雅典式构文)用法,此处中性复数主语 τὰ στερεὰ παραλληλεπίπεδα 支配单数动词 ἐστίν。

  2. 11.prop.31ἔστωσαν δὴ πρότερον αἱ ἐφεστηκυῖαι ... πρὸς ὀρθὰς ταῖς ΑΒ, ΓΔ βάσεσιν

    动词 ἔστωσαν 为第三人称复数命令式动词,是几何学文本中设定作图前提的惯用句型。短语 πρὸς ὀρθάς 支配与格 ταῖς βάσεσιν,表示“与底面成直角”。

  3. 11.prop.31συνεστάτω πρὸς τῇ ΡΤ εὐθείᾳ ... τῇ ὑπὸ ΑΛΒ γωνίᾳ ἴση ἡ ὑπὸ ΤΡΥ

    第三人称单数完成时主动命令式动词 συνεστάτω 的主语是省略了 γωνία 的 ἡ ὑπὸ ΤΡΥ,而 τῇ ὑπὸ ΑΛΒ γωνίᾳ ἴση 是修饰它的形容词短语。表示角的短语 ἡ ὑπὸ ΑΛΒ 是 ἡ ὑπὸ ΑΛΒ περιεχομένη γωνία(由A, L, B包围的角)的省略形式。

  4. 11.prop.31τρία ἄρα παραλληλόγραμμα τοῦ ΑΕ στερεοῦ τρισὶ παραλληλογράμμοις τοῦ ΨΥ στερεοῦ ἴσα τέ ἐστι καὶ ὅμοια

    属格 τοῦ ΑΕ στερεοῦ 和 τοῦ ΨΥ στερεοῦ 表示所属关系。与格 τρισὶ παραλληλογράμμοις 由形容词 ἴσα καὶ ὅμοια 支配,表示与之“相等且相似”的比较对象。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(4 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 注 2 处
  • 2026-09-21 AI校阅 — 译文 2 处
urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:11.prop.31#1