- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:11.prop.16-11.prop.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
第16命题证明了如果两个平行平面被第三个平面所截,它们的公共交线是平行的。第17命题证明了如果两条直线被平行平面所截,它们将被截成相同的比。
ἐὰν δύο ἐπίπεδα παράλληλα ὑπὸ ἐπιπέδου τινὸς τέμνηται, αἱ κοιναὶ αὐτῶν τομαὶ παράλληλοί εἰσιν. δύο γὰρ ἐπίπεδα παράλληλα τὰ ΑΒ, ΓΔ ὑπὸ ἐπιπέδου τοῦ ΕΖΗΘ τεμνέσθω, κοιναὶ δὲ αὐτῶν τομαὶ ἔστωσαν αἱ ΕΖ, ΗΘ· λέγω, ὅτι παράλληλός ἐστιν ἡ ΕΖ τῇ ΗΘ. εἰ γὰρ μή, ἐκβαλλόμεναι αἱ ΕΖ, ΗΘ ἤτοι ἐπὶ τὰ Ζ, Θ μέρη ἢ ἐπὶ τὰ Ε, Η συμπεσοῦνται. ἐκβεβλήσθωσαν ὡς ἐπὶ τὰ Ζ, Θ μέρη καὶ συμπιπτέτωσαν πρότερον κατὰ τὸ Κ. καὶ ἐπεὶ ἡ ΕΖΚ ἐν τῷ ΑΒ ἐστιν ἐπιπέδῳ, καὶ πάντα ἄρα τὰ ἐπὶ τῆς ΕΖΚ σημεῖα ἐν τῷ ΑΒ ἐστιν ἐπιπέδῳ. ἓν δὲ τῶν ἐπὶ τῆς ΕΖΚ εὐθείας σημείων ἐστὶ τὸ Κ·1 τὸ Κ ἄρα ἐν τῷ ΑΒ ἐστιν ἐπιπέδῳ. διὰ τὰ αὐτὰ δὴ τὸ Κ καὶ ἐν τῷ ΓΔ ἐστιν ἐπιπέδῳ· τὰ ΑΒ, ΓΔ ἄρα ἐπίπεδα ἐκβαλλόμενα συμπεσοῦνται. οὐ συμπίπτουσι δὲ διὰ τὸ παράλληλα ὑποκεῖσθαι· οὐκ ἄρα αἱ ΕΖ, ΗΘ εὐθεῖαι ἐκβαλλόμεναι ἐπὶ τὰ Ζ, Θ μέρη συμπεσοῦνται. ὁμοίως δὴ δείξομεν, ὅτι αἱ ΕΖ, ΗΘ εὐθεῖαι οὐδὲ ἐπὶ τὰ Ε, Η μέρη ἐκβαλλόμεναι συμπεσοῦνται. αἱ δὲ ἐπὶ μηδέτερα τὰ μέρη συμπίπτουσαι παράλληλοί εἰσιν. παράλληλος ἄρα ἐστὶν ἡ ΕΖ τῇ ΗΘ. ἐὰν ἄρα δύο ἐπίπεδα παράλληλα ὑπὸ ἐπιπέδου τινὸς τέμνηται, αἱ κοιναὶ αὐτῶν τομαὶ παράλληλοί εἰσιν· ὅπερ ἔδει δεῖξαι.
如果两个平行平面被任意平面所截,那么它们的公共交线是平行的。因为,设两个平行平面 ΑΒ、ΓΔ 被平面 ΕΖΗΘ 所截,它们的公共交线为ΕΖ、ΗΘ;我说,ΕΖ 平行于 ΗΘ。因为如果不是这样,ΕΖ、ΗΘ 在延长时,要么在 Ζ、Θ 侧相交,要么在 Ε、Η 侧相交。设它们向 Ζ、Θ 侧延长,并首先交于点 Κ。又因为 ΕΖΚ 在平面 ΑΒ 内,所以ΕΖΚ 上的所有点也都在平面 ΑΒ 内。而直线 ΕΖΚ 上的点之一是 Κ;所以 Κ 在平面 ΑΒ 内。由于同样的原因,Κ 也在平面 ΓΔ 内;所以平面 ΑΒ、ΓΔ 在延长时会相交。但它们并不相交,因为它们被假设是平行的;所以直线 ΕΖ、ΗΘ 在向 Ζ、Θ 侧延长时不会相交。同样地,我们将证明直线 ΕΖ、ΗΘ 在向 Ε、Η 侧延长时也不会相交。而向任何一侧都不相交的直线是平行的。所以 ΕΖ 平行于 ΗΘ。因此,如果两个平行平面被任意平面所截,那么它们的公共交线是平行的;这就是所要证明的。
ἐὰν δύο εὐθεῖαι ὑπὸ παραλλήλων ἐπιπέδων τέμνωνται εἰς τοὺς αὐτοὺς λόγους τμηθήσονται. δύο γὰρ εὐθεῖαι αἱ ΑΒ, ΓΔ ὑπὸ παραλλήλων ἐπιπέδων τῶν ΗΘ, ΚΛ, ΜΝ τεμνέσθωσαν κατὰ τὰ Α, Ε, Β, Γ, Ζ, Δ σημεῖα· λέγω, ὅτι ἐστὶν ὡς ἡ ΑΕ εὐθεῖα πρὸς τὴν ΕΒ, οὕτως ἡ ΓΖ πρὸς τὴν ΖΔ. ἐπεζεύχθωσαν γὰρ αἱ ΑΓ, ΒΔ, ΑΔ, καὶ συμβαλλέτω ἡ ΑΔ τῷ ΚΛ ἐπιπέδῳ κατὰ τὸ Ξ σημεῖον, καὶ ἐπεζεύχθωσαν αἱ ΕΞ, ΞΖ. καὶ ἐπεὶ δύο ἐπίπεδα παράλληλα τὰ ΚΛ, ΜΝ ὑπὸ ἐπιπέδου τοῦ ΕΒΔΞ τέμνεται, αἱ κοιναὶ αὐτῶν τομαὶ αἱ ΕΞ, ΒΔ παράλληλοί εἰσιν. διὰ τὰ αὐτὰ δὴ ἐπεὶ δύο ἐπίπεδα παράλληλα τὰ ΗΘ, ΚΛ ὑπὸ ἐπιπέδου τοῦ ΑΞΖΓ τέμνεται, αἱ κοιναὶ αὐτῶν τομαὶ αἱ ΑΓ, ΞΖ παράλληλοί εἰσιν. καὶ ἐπεὶ τριγώνου τοῦ ΑΒΔ παρὰ μίαν τῶν πλευρῶν τὴν ΒΔ εὐθεῖα ἦκται ἡ ΕΞ,2 ἀνάλογον ἄρα ἐστὶν ὡς ἡ ΑΕ πρὸς ΕΒ, οὕτως ἡ ΑΞ πρὸς ΞΔ. πάλιν ἐπεὶ τριγώνου τοῦ ΑΔΓ παρὰ μίαν τῶν πλευρῶν τὴν ΑΓ εὐθεῖα ἦκται ἡ ΞΖ, ἀνάλογόν ἐστιν ὡς ἡ ΑΞ πρὸς ΞΔ, οὕτως ἡ ΓΖ πρὸς ΖΔ. ἐδείχθη δὲ καὶ ὡς ἡ ΑΞ πρὸς ΞΔ, οὕτως ἡ ΑΕ πρὸς ΕΒ· καὶ ὡς ἄρα ἡ ΑΕ πρὸς ΕΒ, οὕτως ἡ ΓΖ πρὸς ΖΔ. ἐὰν ἄρα δύο εὐθεῖαι ὑπὸ παραλλήλων ἐπιπέδων τέμνωνται, εἰς τοὺς αὐτοὺς λόγους τμηθήσονται· ὅπερ ἔδει δεῖξαι.
如果两条直线被平行平面所截,那么它们将被截成相同的比。因为,设两条直线 ΑΒ、ΓΔ 被平行平面 ΗΘ、ΚΛ、ΜΝ 截于点 Α、Ε、Β、Γ、Ζ、Δ;我说,正如直线 ΑΕ 比 ΕΒ,ΓΖ 也比 ΖΔ。因为,设 ΑΓ、ΒΔ、ΑΔ 被连接,且 ΑΔ 与平面 ΚΛ 交于点 Ξ,连接 ΕΞ、ΞΖ。又因为两个平行平面 ΚΛ、ΜΝ 被平面 ΕΒΔΞ 所截,它们的公共交线 ΕΞ、ΒΔ 是平行的。由于同样的原因,因为两个平行平面 ΗΘ、ΚΛ 被平面 ΑΞΖΓ 所截,它们的公共交线 ΑΓ、ΞΖ 是平行的。又因为在三角形 ΑΒΔ 中,直线 ΕΞ 平行于其中一边 ΒΔ 引出,所以成比例地,正如 ΑΕ 比 ΕΒ,ΑΞ 也比 ΞΔ。再者,因为在三角形 ΑΔΓ 中,直线 ΞΖ 平行于其中一边 ΑΓ 引出,成比例地,正如 ΑΞ 比 ΞΔ,ΓΖ 也比 ΖΔ。而已经证明,正如 ΑΞ 比 ΞΔ,ΑΕ 也比 ΕΒ;所以,正如 ΑΕ 比 ΕΒ,ΓΖ 也比 ΖΔ。因此,如果两条直线被平行平面所截,它们将被截成相同的比;这就是所要证明的。
- 11.prop.16ἓν δὲ τῶν ἐπὶ τῆς ΕΖΚ εὐθείας σημείων ἐστὶ τὸ Κ
属格 εὐθείας(直线)在此处作为同位语附加在“ΕΖΚ”之后,形成“直线 ΕΖΚ”的表达。τῶν ... σημείων 是部分属格,意为“……的点之中的”。
- 11.prop.17παρὰ μίαν τῶν πλευρῶν τὴν ΒΔ εὐθεῖα ἦκται ἡ ΕΞ
介词 παρά 支配宾格 μίαν τῶν πλευρῶν τὴν ΒΔ(作为其中一边的 ΒΔ),表示“与……平行”。ἦκται 是动词 ἄγω(引、作)的直说法完成时被动语态第三人称单数,表示“已被引出”的完成状态。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 1 处
