← 欧几里得

几何原本

§11.prop.14-11.prop.15

由垂线及相交平行线判定平行平面

命题14证明了垂直于同一条直线的两个平面相互平行;命题15证明了不在同一平面内的两组相交且对应的平行线所确定的两个平面相互平行。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.prop.14

πρὸς ἃ ἐπίπεδα1 ἡ αὐτὴ εὐθεῖα ὀρθή ἐστιν, παράλληλα ἔσται τὰ ἐπίπεδα. εὐθεῖα γάρ τις ἡ ΑΒ πρὸς ἑκάτερον τῶν ΓΔ, ΕΖ ἐπιπέδων πρὸς ὀρθὰς ἔστω· λέγω, ὅτι παράλληλά ἐστι τὰ ἐπίπεδα. εἰ γὰρ μή, ἐκβαλλόμενα2 συμπεσοῦνται. συμπιπτέτωσαν· ποιήσουσι δὴ κοινὴν τομὴν εὐθεῖαν. ποιείτωσαν τὴν ΗΘ, καὶ εἰλήφθω ἐπὶ τῆς ΗΘ τυχὸν σημεῖον τὸ Κ, καὶ ἐπεζεύχθωσαν αἱ ΑΚ, ΒΚ. καὶ ἐπεὶ ἡ ΑΒ ὀρθή ἐστι πρὸς τὸ ΕΖ ἐπίπεδον, καὶ πρὸς τὴν ΒΚ ἄρα εὐθεῖαν οὖσαν ἐν τῷ ΕΖ ἐκβληθέντι ἐπιπέδῳ ὀρθή ἐστιν ἡ ΑΒ· ἡ ἄρα ὑπὸ ΑΒΚ γωνία ὀρθή ἐστιν. διὰ τὰ αὐτὰ δὴ καὶ ἡ ὑπὸ ΒΑΚ ὀρθή ἐστιν. τριγώνου δὴ τοῦ ΑΒΚ αἱ δύο γωνίαι αἱ ὑπὸ ΑΒΚ, ΒΑΚ δυσὶν ὀρθαῖς εἰσιν ἴσαι· ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα τὰ ΓΔ, ΕΖ ἐπίπεδα ἐκβαλλόμενα συμπεσοῦνται· παράλληλα ἄρα ἐστὶ τὰ ΓΔ, ΕΖ ἐπίπεδα. πρὸς ἃ ἐπίπεδα ἄρα ἡ αὐτὴ εὐθεῖα ὀρθή ἐστιν, παράλληλά ἐστι τὰ ἐπίπεδα· ὅπερ ἔδει δεῖξαι.

同一条直线垂直的平面是平行的。 因为,设有一条直线 ΑΒ 垂直于平面 ΓΔ、ΕΖ 中的每一个;我说,这些平面是平行的。 因为如果不是这样,它们在延长时就会相交。设它们相交;它们必将产生一条直线作为公共交线。设此交线为 ΗΘ,并在 ΗΘ 上任取一点 Κ,连接 ΑΚ、ΒΚ。又因为 ΑΒ垂直于平面 ΕΖ,所以 ΑΒ 也垂直于在延长后的平面 ΕΖ 内的直线 ΒΚ;所以角 ΑΒΚ 是直角。由于同样的原因,角 ΒΑΚ 也是直角。因此,在三角形 ΑΒΚ 中,两个角 ΑΒΚ、ΒΑΚ 的和等于两个直角;这是不可能的。因此平面 ΓΔ、ΕΖ 在延长时不会相交;所以平面 ΓΔ、ΕΖ 是平行的。 因此,同一条直线垂直的平面是平行的;这就是所要证明的。

§11.prop.15

ἐὰν δύο εὐθεῖαι ἁπτόμεναι ἀλλήλων παρὰ δύο εὐθείας ἁπτομένας ἀλλήλων ὦσι μὴ ἐν τῷ αὐτῷ ἐπιπέδῳ οὖσαι,3 παράλληλά ἐστι τὰ διʼ αὐτῶν ἐπίπεδα. δύο γὰρ εὐθεῖαι ἁπτόμεναι ἀλλήλων αἱ ΑΒ, ΒΓ παρὰ δύο εὐθείας ἁπτομένας ἀλλήλων τὰς ΔΕ, ΕΖ ἔστωσαν μὴ ἐν τῷ αὐτῷ ἐπιπέδῳ οὖσαι· λέγω, ὅτι ἐκβαλλόμενα τὰ διὰ τῶν ΑΒ, ΒΓ, ΔΕ, ΕΖ ἐπίπεδα οὐ συμπεσεῖται ἀλλήλοις. ἤχθω γὰρ ἀπὸ τοῦ Β σημείου ἐπὶ τὸ διὰ τῶν ΔΕ, ΕΖ ἐπίπεδον κάθετος ἡ ΒΗ καὶ συμβαλλέτω τῷ ἐπιπέδῳ κατὰ τὸ Η σημεῖον, καὶ διὰ τοῦ Η τῇ μὲν ΕΔ παράλληλος ἤχθω ἡ ΗΘ, τῇ δὲ ΕΖ ἡ ΗΚ. καὶ ἐπεὶ ἡ ΒΗ ὀρθή ἐστι πρὸς τὸ διὰ τῶν ΔΕ, ΕΖ ἐπίπεδον, καὶ πρὸς πάσας ἄρα τὰς ἁπτομένας αὐτῆς εὐθείας καὶ οὔσας ἐν τῷ διὰ τῶν ΔΕ, ΕΖ ἐπιπέδῳ ὀρθὰς ποιήσει γωνίας. ἅπτεται δὲ αὐτῆς ἑκατέρα τῶν ΗΘ, ΗΚ οὖσα ἐν τῷ διὰ τῶν ΔΕ, ΕΖ ἐπιπέδῳ· ὀρθὴ ἄρα ἐστὶν ἑκατέρα τῶν ὑπὸ ΒΗΘ, ΒΗΚ γωνιῶν. καὶ ἐπεὶ παράλληλός ἐστιν ἡ ΒΑ τῇ ΗΘ, αἱ ἄρα ὑπὸ ΗΒΑ, ΒΗΘ γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν.4 ὀρθὴ δὲ ἡ ὑπὸ ΒΗΘ· ὀρθὴ ἄρα καὶ ἡ ὑπὸ ΗΒΑ· ἡ ΗΒ ἄρα τῇ ΒΑ πρὸς ὀρθάς ἐστιν. διὰ τὰ αὐτὰ δὴ ἡ ΗΒ καὶ τῇ ΒΓ ἐστι πρὸς ὀρθάς. ἐπεὶ οὖν εὐθεῖα ἡ ΗΒ δυσὶν εὐθείαις ταῖς ΒΑ, ΒΓ τεμνούσαις ἀλλήλας πρὸς ὀρθὰς ἐφέστηκεν, ἡ ΗΒ ἄρα καὶ τῷ διὰ τῶν ΒΑ, ΒΓ ἐπιπέδῳ πρὸς ὀρθάς ἐστιν.. πρὸς ἃ δὲ ἐπίπεδα ἡ αὐτὴ εὐθεῖα ὀρθή ἐστιν, παράλληλά ἐστι τὰ ἐπίπεδα· παράλληλον ἄρα ἐστὶ τὸ διὰ τῶν ΑΒ, ΒΓ ἐπίπεδον τῷ διὰ τῶν ΔΕ, ΕΖ. ἐὰν ἄρα δύο εὐθεῖαι ἁπτόμεναι ἀλλήλων παρὰ δύο εὐθείας ἁπτομένας ἀλλήλων ὦσι μὴ ἐν τῷ αὐτῷ ἐπιπέδῳ, παράλληλά ἐστι τὰ διʼ αὐτῶν ἐπίπεδα· ὅπερ ἔδει δεῖξαι.

如果两条相交直线分别平行于另两条相交直线,且它们不在同一个平面内,那么通过它们的平面是平行的。 因为,设两条相交直线 ΑΒ、ΒΓ 分别平行于另两条相交直线 ΔΕ、ΕΖ,且它们不在同一个平面内;我说,通过 ΑΒ、ΒΓ 和通过 ΔΕ、ΕΖ 的平面在延长时不会相交。 因为,从点 Β 向通过 ΔΕ、ΕΖ的平面引垂线 ΒΗ,并与该平面交于点 Η;通过 Η 引平行于 ΕΔ 的 ΗΘ,以及平行于 ΕΖ 的 ΗΚ。又因为 ΒΗ垂直于通过 ΔΕ、ΕΖ 的平面,所以它将与所有与它相交且在通过 ΔΕ、ΕΖ 的平面内的直线成直角。而在通过 ΔΕ、ΕΖ 的平面内的 ΗΘ、ΗΚ 中的每一条都与它相交;所以角 ΒΗΘ、ΒΗΚ 中的每一个都是直角。又因为 ΒΑ 平行于 ΗΘ,所以角 ΗΒΑ、ΒΗΘ 的和等于两个直角。而角 ΒΗΘ 是直角;所以角 ΗΒΑ 也是直角;所以 ΗΒ垂直于 ΒΑ。由于同样的原因,ΗΒ 也垂直于 ΒΓ。因为直线 ΗΒ 垂直于两条相交直线 ΒΑ、ΒΓ 竖立,所以 ΗΒ 也垂直于通过 ΒΑ、ΒΓ 的平面。而同一条直线垂直的平面是平行的;所以通过 ΑΒ、ΒΓ 的平面平行于通过 ΔΕ、ΕΖ 的平面。 因此,如果两条相交直线分别平行于另两条相交直线,且不在同一个平面内,那么通过它们的平面是平行的;这就是所要证明的。

语法注4 条
  1. 11.prop.14πρὸς ἃ ἐπίπεδα

    在关系从句 “πρὸς ἃ ἐπίπεδα...” 中,先行词 “ἐπίπεδα” 被同化到了含有关系代词 “ἅ” 的从句内部。在语义上,它等同于带先行词的关系从句 “对于那些……的平面”。

  2. 11.prop.14ἐκβαλλόμενα

    中被动现在分词 “ἐκβαλλόμενα” 对主语平面表示条件(“如果被延长”)。

  3. 11.prop.15οὖσαι

    现在分词 “οὖσαι”(阴性复数主格)在语法上与句子的主语 “两条直线(δύο εὐθεῖαι)” 一致,表明它们处于与另一组直线“不在同一个平面内”的状态。

  4. 11.prop.15αἱ ἄρα ὑπὸ ΗΒΑ, ΒΗΘ γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν.

    这基于平行线的性质(第1卷命题29),即平行线 “ΒΑ”、“ΗΘ” 与交线 “ΒΗ” 所构成的同旁内角(“ΗΒΑ” 与 “ΒΗΘ”)之和等于两个直角。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:11.prop.14-11.prop.15