- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:10.prop2.50
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本部分给出求出“第三二项线”的方法。通过利用一个非平方数D和另外两个数,作出两条线段ZH和HT,并证明它们仅在平方上共测,且两者在长度上都与给定的有理线E不共测,从而证明它们的和ZT为第三二项线。
εὑρεῖν τὴν ἐκ δύο ὀνομάτων τρίτην. Ἐκκείσθωσαν δύο ἀριθμοὶ οἱ ΑΓ, ΓΒ, ὥστε τὸν συγκείμενον ἐξ αὐτῶν τὸν ΑΒ πρὸς μὲν τὸν ΒΓ λόγον ἔχειν, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν, πρὸς δὲ τὸν ΑΓ λόγον μὴ ἔχειν, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν. ἐκκείσθω δέ τις καὶ ἄλλος μὴ τετράγωνος ἀριθμὸς ὁ Δ, καὶ πρὸς ἑκάτερον τῶν ΒΑ, ΑΓ λόγον μὴ ἐχέτω, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· καὶ ἐκκείσθω τις ῥητὴ εὐθεῖα ἡ Ε, καὶ γεγονέτω ὡς ὁ Δ πρὸς τὸν ΑΒ, οὕτως τὸ ἀπὸ τῆς Ε πρὸς τὸ ἀπὸ τῆς ΖΗ· σύμμετρον ἄρα ἐστὶ τὸ ἀπὸ τῆς Ε τῷ ἀπὸ τῆς ΖΗ. καί ἐστι ῥητὴ ἡ Ε· ῥητὴ ἄρα ἐστὶ καὶ ἡ ΖΗ. καὶ ἐπεὶ ὁ Δ πρὸς τὸν ΑΒ λόγον οὐκ ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν, οὐδὲ τὸ ἀπὸ τῆς Ε πρὸς τὸ ἀπὸ τῆς ΖΗ λόγον ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· ἀσύμμετρος ἄρα ἐστὶν ἡ Ε τῇ ΖΗ μήκει. γεγονέτω δὴ πάλιν ὡς ὁ ΒΑ ἀριθμὸς πρὸς τὸν ΑΓ, οὕτως τὸ ἀπὸ τῆς ΖΗ πρὸς τὸ ἀπὸ τῆς ΗΘ· σύμμετρον ἄρα ἐστὶ τὸ ἀπὸ τῆς ΖΗ τῷ ἀπὸ τῆς ΗΘ. ῥητὴ δὲ ἡ ΖΗ· ῥητὴ ἄρα καὶ ἡ ΗΘ. καὶ ἐπεὶ ὁ ΒΑ πρὸς τὸν ΑΓ λόγον οὐκ ἔχει, ὅν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν, οὐδὲ τὸ ἀπὸ τῆς ΖΗ πρὸς τὸ ἀπὸ τῆς ΘΗ λόγον ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· ἀσύμμετρος ἄρα ἐστὶν ἡ ΖΗ τῇ ΗΘ μήκει. αἱ ΖΗ, ΗΘ ἄρα ῥηταί εἰσι δυνάμει μόνον σύμμετροι· ἡ ΖΘ ἄρα ἐκ δύο ὀνομάτων ἐστίν. λέγω δή, ὅτι καὶ τρίτη. ἐπεὶ γάρ ἐστιν ὡς ὁ Δ πρὸς τὸν ΑΒ, οὕτως τὸ ἀπὸ τῆς Ε πρὸς τὸ ἀπὸ τῆς ΖΗ, ὡς δὲ ὁ ΒΑ πρὸς τὸν ΑΓ, οὕτως τὸ ἀπὸ τῆς ΖΗ πρὸς τὸ ἀπὸ τῆς ΗΘ, διʼ ἴσου ἄρα ἐστὶν ὡς ὁ Δ πρὸς τὸν ΑΓ, οὕτως τὸ ἀπὸ τῆς Ε πρὸς τὸ ἀπὸ τῆς ΗΘ. ὁ δὲ Δ πρὸς τὸν ΑΓ λόγον οὐκ ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· οὐδὲ τὸ ἀπὸ τῆς Ε ἄρα πρὸς τὸ ἀπὸ τῆς ΗΘ λόγον ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· ἀσύμμετρος ἄρα ἐστὶν ἡ Ε τῇ ΗΘ μήκει. καὶ ἐπεί ἐστιν ὡς ὁ ΒΑ πρὸς τὸν ΑΓ, οὕτως τὸ ἀπὸ τῆς ΖΗ πρὸς τὸ ἀπὸ τῆς ΗΘ, μεῖζον ἄρα τὸ ἀπὸ τῆς ΖΗ τοῦ ἀπὸ τῆς ΗΘ. ἔστω οὖν τῷ ἀπὸ τῆς ΖΗ ἴσα τὰ ἀπὸ τῶν ΗΘ, Κ· ἀναστρέψαντι1 ἄρα ὡς ὁ ΑΒ πρὸς τὸν ΒΓ, οὕτως τὸ ἀπὸ τῆς ΖΗ πρὸς τὸ ἀπὸ τῆς Κ. ὁ δὲ ΑΒ πρὸς τὸν ΒΓ λόγον ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· καὶ τὸ ἀπὸ τῆς ΖΗ ἄρα πρὸς τὸ ἀπὸ τῆς Κ λόγον ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· σύμμετρος ἄρα ἡ ΖΗ τῇ Κ μήκει. ἡ ΖΗ ἄρα τῆς ΗΘ μεῖζον δύναται2 τῷ ἀπὸ συμμέτρου ἑαυτῇ. καί εἰσιν αἱ ΖΗ, ΗΘ ῥηταὶ δυνάμει μόνον σύμμετροι, καὶ οὐδετέρα αὐτῶν σύμμετρός ἐστι τῇ Ε μήκει. ἡ ΖΘ ἄρα ἐκ δύο ὀνομάτων ἐστὶ τρίτη· ὅπερ ἔδει δεῖξαι.
求第三二项线。 设有两个数AC、CB,使得由它们合成的数AB对BC具有一个平方数对一个平方数的比,但对AC不具有平方数对平方数的比。又设给出另一个不是平方数的数D,且让它对BA、AC之每一个,都不具有平方数对平方数的比;且设给出某个有理直线E,并且设已作成:正如D对AB,E之上的正方形对ZH之上的正方形;因此E之上的正方形与ZH之上的正方形共测。并且E是有理线;因此ZH也是有理线。又因为D对AB不具有平方数对平方数的比,因此E之上的正方形对ZH之上的正方形也不具有平方数对平方数的比;所以E在长度上与ZH不共测。于是设再次作成:正如数BA对AC,ZH之上的正方形对HT之上的正方形;因此ZH之上的正方形与HT之上的正方形共测。而ZH是有理线;因此HT也是有理线。又因为数BA对AC不具有平方数对平方数的比,ZH之上的正方形对TH之上的正方形也不具有平方数对平方数的比;所以ZH在长度上与HT不共测。因此ZH、HT是仅在平方上共测的有理线;因此ZT是二项线。 我说,它也是第三二项线。 因为,正如D对AB,E之上的正方形对ZH之上的正方形,而正如BA对AC,ZH之上的正方形对HT之上的正方形,因此,由等比,正如D对AC,E之上的正方形对HT之上的正方形。而D对AC不具有平方数对平方数的比;因此E之上的正方形对HT之上的正方形也不具有平方数对平方数的比;所以E在长度上与HT不共测。又因为,正如BA对AC,ZH之上的正方形对HT之上的正方形,所以ZH之上的正方形大于HT之上的正方形。设HT、K之上的正方形之和等于ZH之上的正方形;因此,由反转,正如AB对BC,ZH之上的正方形对K之上的正方形。而AB对BC具有平方数对平方数的比;因此ZH之上的正方形对K之上的正方形也具有平方数对平方数的比;因此ZH在长度上与K共测。所以ZH在平方上比HT大,其差为与自身共测的线之上的正方形。且ZH、HT是仅在平方上共测的有理线,且它们中没有一个在长度上与E共测。 因此ZT是第三二项线;这是所要证明的。
- 10.prop2.50ἀναστρέψαντι
意为“反转”。在数学语境中进行比例变换(前项对前项与后项之差的比)时,常用作表示行为主体的与格分词,或表示“对于反转的人而言”这一判断与格。
- 10.prop2.50μεῖζον δύναται
伴随比较属格 τῆς ΗΘ,意为“在平方上更大”。动词 δύνασθαι 在希腊数学中意为“(作为正方形的边)具有力量(即平方)”,其平方差由与格 τῷ ἀπὸ συμμέτρου(通过与自身共测的线之上的正方形)来表示。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 译文 2 处
