← 欧几里得

几何原本

§10.prop2.48-10.prop2.49

第一和第二二项线的作图

对给出的有理线进行第一二项线(命题48)和第二二项线(命题49)的作图与证明,以满足它们的定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.prop2.48

εὑρεῖν τὴν ἐκ δύο ὀνομάτων πρώτην. Ἐκκείσθωσαν δύο ἀριθμοὶ οἱ ΑΓ, ΓΒ, ὥστε τὸν συγκείμενον ἐξ αὐτῶν τὸν ΑΒ πρὸς μὲν τὸν ΒΓ λόγον ἔχειν, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν, πρὸς δὲ τὸν ΓΑ λόγον μὴ ἔχειν, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν, καὶ ἐκκείσθω τις ῥητὴ ἡ Δ, καὶ τῇ Δ σύμμετρος ἔστω μήκει ἡ ΕΖ. ῥητὴ ἄρα ἐστὶ καὶ ἡ ΕΖ. καὶ γεγονέτω ὡς ὁ ΒΑ ἀριθμὸς πρὸς τὸν ΑΓ, οὕτως τὸ ἀπὸ1 τῆς ΕΖ πρὸς τὸ ἀπὸ τῆς ΖΗ. ὁ δὲ ΑΒ πρὸς τὸν ΑΓ λόγον ἔχει, ὃν ἀριθμὸς πρὸς ἀριθμόν· καὶ τὸ ἀπὸ τῆς ΕΖ ἄρα πρὸς τὸ ἀπὸ τῆς ΖΗ λόγον ἔχει, ὃν ἀριθμὸς πρὸς ἀριθμόν· ὥστε σύμμετρόν ἐστι τὸ ἀπὸ τῆς ΕΖ τῷ ἀπὸ τῆς ΖΗ. καί ἐστι ῥητὴ ἡ ΕΖ· ῥητὴ ἄρα καὶ ἡ ΖΗ. καὶ ἐπεὶ ὁ ΒΑ πρὸς τὸν ΑΓ λόγον οὐκ ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν, οὐδὲ τὸ ἀπὸ τῆς ΕΖ ἄρα πρὸς τὸ ἀπὸ τῆς ΖΗ λόγον ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· ἀσύμμετρος ἄρα ἐστὶν ἡ ΕΖ τῇ ΖΗ μήκει. αἱ ΕΖ, ΖΗ ἄρα ῥηταί εἰσι δυνάμει μόνον σύμμετροι· ἐκ δύο ἄρα ὀνομάτων ἐστὶν ἡ ΕΗ. λέγω, ὅτι καὶ πρώτη. ἐπεὶ γάρ ἐστιν ὡς ὁ ΒΑ ἀριθμὸς πρὸς τὸν ΑΓ, οὕτως τὸ ἀπὸ τῆς ΕΖ πρὸς τὸ ἀπὸ τῆς ΖΗ, μείζων δὲ ὁ ΒΑ τοῦ ΑΓ, μεῖζον ἄρα καὶ τὸ ἀπὸ τῆς ΕΖ τοῦ ἀπὸ τῆς ΖΗ. ἔστω οὖν τῷ ἀπὸ τῆς ΕΖ ἴσα τὰ ἀπὸ τῶν ΖΗ, Θ. καὶ ἐπεί ἐστιν ὡς ὁ ΒΑ πρὸς τὸν ΑΓ, οὕτως τὸ ἀπὸ τῆς ΕΖ πρὸς τὸ ἀπὸ τῆς ΖΗ, ἀναστρέψαντι2 ἄρα ἐστὶν ὡς ὁ ΑΒ πρὸς τὸν ΒΓ, οὕτως τὸ ἀπὸ τῆς ΕΖ πρὸς τὸ ἀπὸ τῆς Θ. ὁ δὲ ΑΒ πρὸς τὸν ΒΓ λόγον ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· καὶ τὸ ἀπὸ τῆς ΕΖ ἄρα πρὸς τὸ ἀπὸ τῆς Θ λόγον ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν. σύμμετρος ἄρα ἐστὶν ἡ ΕΖ τῇ Θ μήκει· ἡ ΕΖ ἄρα τῆς ΖΗ μεῖζον δύναται3 τῷ ἀπὸ συμμέτρου ἑαυτῇ. καί εἰσι ῥηταὶ αἱ ΕΖ, ΖΗ, καὶ σύμμετρος ἡ ΕΖ τῇ Δ μήκει. ἡ ΕΗ ἄρα ἐκ δύο ὀνομάτων ἐστὶ πρώτη· ὅπερ ἔδει δεῖξαι.

求第一二项线。 设有两个数AC、CB,使得由它们合成的数AB对BC具有一个平方数对一个平方数的比,但对CA不具有平方数对平方数的比;又设给出一个有理线D,且让EZ在长度上与D共测。因此EZ也是有理线。并且设已作成:数BA对AC,正如EZ之上的正方形对ZH之上的正方形。但AB对AC具有数对数的比;因此EZ之上的正方形对ZH之上的正方形也具有数对数的比;所以EZ之上的正方形与ZH之上的正方形共测。并且EZ是有理线;因此ZH也是有理线。又因为数BA对AC不具有平方数对平方数的比,因此EZ之上的正方形对ZH之上的正方形也不具有平方数对平方数的比;所以EZ在长度上与ZH不共测。因此EZ、ZH是仅在平方上共测的有理线;因此EH是二项线。 我说,它也是第一二项线。 因为,正如数BA对AC,EZ之上的正方形对ZH之上的正方形,而BA大于AC,所以EZ之上的正方形也大于ZH之上的正方形。设ZH、T之上的正方形之和等于EZ之上的正方形。又因为,正如BA对AC,EZ之上的正方形对ZH之上的正方形,因此,由反转,正如AB对BC,EZ之上的正方形对T之上的正方形。但AB对BC具有平方数对平方数的比;因此EZ之上的正方形对T之上的正方形也具有平方数对平方数的比。因此EZ在长度上与T共测;所以EZ在平方上比ZH大,其差为在长度上与自身共测的线之上的正方形。且EZ、ZH是有理线,并且EZ在长度上与D共测。 因此EH是第一二项线;这是所要证明的。

§10.prop2.49

εὑρεῖν τὴν ἐκ δύο ὀνομάτων δευτέραν. Ἐκκείσθωσαν δύο ἀριθμοὶ οἱ ΑΓ, ΓΒ, ὥστε τὸν συγκείμενον ἐξ αὐτῶν τὸν ΑΒ πρὸς μὲν τὸν ΒΓ λόγον ἔχειν, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν, πρὸς δὲ τὸν ΑΓ λόγον μὴ ἔχειν, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν, καὶ ἐκκείσθω ῥητὴ ἡ Δ, καὶ τῇ Δ σύμμετρος ἔστω ἡ ΕΖ μήκει· ῥητὴ ἄρα ἐστὶν ἡ ΕΖ. γεγονέτω δὴ καὶ ὡς ὁ ΓΑ ἀριθμὸς πρὸς τὸν ΑΒ, οὕτως τὸ ἀπὸ τῆς ΕΖ πρὸς τὸ ἀπὸ τῆς ΖΗ· σύμμετρον ἄρα ἐστὶ τὸ ἀπὸ τῆς ΕΖ τῷ ἀπὸ τῆς ΖΗ. ῥητὴ ἄρα ἐστὶ καὶ ἡ ΖΗ. καὶ ἐπεὶ ὁ ΓΑ ἀριθμὸς πρὸς τὸν ΑΒ λόγον οὐκ ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν, οὐδὲ τὸ ἀπὸ τῆς ΕΖ πρὸς τὸ ἀπὸ τῆς ΖΗ λόγον ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν. ἀσύμμετρος ἄρα ἐστὶν ἡ ΕΖ τῇ ΖΗ μήκει· αἱ ΕΖ, ΖΗ ἄρα ῥηταί εἰσι δυνάμει μόνον σύμμετροι· ἐκ δύο ἄρα ὀνομάτων ἐστὶν ἡ ΕΗ. δεικτέον δή, ὅτι καὶ δευτέρα. ἐπεὶ γὰρ ἀνάπαλίν ἐστιν ὡς ὁ ΒΑ ἀριθμὸς πρὸς τὸν ΑΓ, οὕτως τὸ ἀπὸ τῆς ΗΖ πρὸς τὸ ἀπὸ τῆς ΖΕ, μείζων δὲ ὁ ΒΑ τοῦ ΑΓ, μεῖζον ἄρα τὸ ἀπὸ τῆς ΗΖ τοῦ ἀπὸ τῆς ΖΕ. ἔστω τῷ ἀπὸ τῆς ΗΖ ἴσα τὰ ἀπὸ τῶν ΕΖ, Θ· ἀναστρέψαντι ἄρα ἐστὶν ὡς ὁ ΑΒ πρὸς τὸν ΒΓ, οὕτως τὸ ἀπὸ τῆς ΖΗ πρὸς τὸ ἀπὸ τῆς Θ. ἀλλʼ ὁ ΑΒ πρὸς τὸν ΒΓ λόγον ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· καὶ τὸ ἀπὸ τῆς ΖΗ ἄρα πρὸς τὸ ἀπὸ τῆς Θ λόγον ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν. σύμμετρος ἄρα ἐστὶν ἡ ΖΗ τῇ Θ μήκει· ὥστε ἡ ΖΗ τῆς ΖΕ μεῖζον δύναται τῷ ἀπὸ συμμέτρου ἑαυτῇ. καί εἰσι ῥηταὶ αἱ ΖΗ, ΖΕ δυνάμει μόνον σύμμετροι, καὶ τὸ ΕΖ ἔλασσον ὄνομα τῇ ἐκκειμένῃ ῥητῇ σύμμετρόν ἐστι τῇ Δ μήκει. ἡ ΕΗ ἄρα ἐκ δύο ὀνομάτων ἐστὶ δευτέρα· ὅπερ ἔδει δεῖξαι.

求第二二项线。 设有两个数AC、CB,使得由它们合成的数AB对BC具有一个平方数对一个平方数的比,但对AC不具有平方数对平方数的比;又设给出一个有理线D,且让EZ在长度上与D共测;因此EZ是有理线。并且设已作成:数GA对AB,正如EZ之上的正方形对ZH之上的正方形;因此EZ之上的正方形与ZH之上的正方形共测。因此ZH也是有理线。又因为数GA对AB不具有平方数对平方数的比,因此EZ之上的正方形对ZH之上的正方形也不具有平方数对平方数的比。因此EZ在长度上与ZH不共测;所以EZ、ZH是仅在平方上共测的有理线;因此EH是二项线。 现在必须证明,它也是第二二项线。 因为,反之,正如数BA对AC,HZ之上的正方形对ZE之上的正方形,而BA大于AC,所以HZ之上的正方形大于ZE之上的正方形。设EZ、T之上的正方形之和等于HZ之上的正方形;因此,由反转,正如AB对BC,ZH之上的正方形对T之上的正方形。但AB对BC具有平方数对平方数的比;因此ZH之上的正方形对T之上的正方形也具有平方数对平方数的比。因此ZH在长度上与T共测;所以ZH在平方上比ZE大,其差为在长度上与自身共测的线之上的正方形。且ZH、ZE是仅在平方上共测的有理线,且较小项EZ在长度上与给出的有理线D共测。 因此EH是第二二项线;这是所要证明的。

语法注3 条
  1. 10.prop2.48ἔστω ... ἴσα τὰ ἀπὸ

    第三人称单数命令式动词 ἔστω 与中性复数主语 τὰ ἀπὸ(这些正方形)搭配。这反映了古典希腊语中的标准语法规则(雅典式结构),即中性复数主语要搭配单数动词。

  2. 10.prop2.48ἀναστρέψαντι

    不定过去时单数与格分词。用作关系与格,指代进行“比的反转”(ἀναστροφή)这一数学操作的主体,意为“反转(比)时”或“由反转”。

  3. 10.prop2.48μεῖζον δύναται

    动词 δύναμαι 在几何学上下文中表示“在平方上具有……的威力(即形成正方形)”。中性单数比较级 μεῖζον 用作副词性宾格(关系宾格或内涵宾格)来修饰动词,表示“在平方上更大”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(4 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 注 1 处
  • 2026-11-15 AI校阅 — 译文 2 处
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:10.prop2.48-10.prop2.49