← 欧几里得

几何原本

§10.prop1.4

求三个可通约量的最大公度

本节给出了求三个给定可通约量的最大公度的算法并证明了其有效性,同时指出该过程可同样推广至四个或更多量的情形。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.prop1.4

τριῶν μεγεθῶν συμμέτρων δοθέντων τὸ μέγιστον αὐτῶν κοινὸν μέτρον εὑρεῖν. ἔστω τὰ δοθέντα τρία μεγέθη σύμμετρα τὰ Α, Β, Γ· δεῖ δὴ τῶν Α, Β, Γ τὸ μέγιστον κοινὸν μέτρον εὑρεῖν. εἰλήφθω γὰρ δύο τῶν Α, Β τὸ μέγιστον κοινὸν μέτρον,1 καὶ ἔστω τὸ Δ· τὸ δὴ Δ τὸ Γ ἤτοι μετρεῖ ἢ οὔ. μετρείτω πρότερον. ἐπεὶ οὖν τὸ Δ τὸ Γ μετρεῖ, μετρεῖ δὲ καὶ τὰ Α, Β, τὸ Δ ἄρα τὰ Α, Β, Γ μετρεῖ· τὸ Δ ἄρα τῶν Α, Β, Γ κοινὸν μέτρον ἐστίν. καὶ φανερόν, ὅτι καὶ μέγιστον· μεῖζον γὰρ τοῦ Δ μεγέθους τὰ Α, Β οὐ μετρεῖ. μὴ μετρείτω δὴ τὸ Δ τὸ Γ. λέγω πρῶτον, ὅτι σύμμετρά ἐστι τὰ Γ, Δ. ἐπεὶ γὰρ σύμμετρά ἐστι τὰ Α, Β, Γ, μετρήσει τι αὐτὰ μέγεθος, ὃ δηλαδὴ καὶ τὰ Α, Β μετρήσει· ὥστε καὶ τὸ τῶν Α, Β μέγιστον κοινὸν μέτρον τὸ Δ μετρήσει. μετρεῖ δὲ καὶ τὸ Γ· ὥστε τὸ εἰρημένον μέγεθος μετρήσει τὰ Γ, Δ· σύμμετρα ἄρα ἐστὶ τὰ Γ, Δ. εἰλήφθω οὖν αὐτῶν τὸ μέγιστον κοινὸν μέτρον, καὶ ἔστω τὸ Ε. ἐπεὶ οὖν τὸ Ε τὸ Δ μετρεῖ, ἀλλὰ τὸ Δ τὰ Α, Β μετρεῖ, καὶ τὸ Ε ἄρα τὰ Α, Β μετρήσει. μετρεῖ δὲ καὶ τὸ Γ. τὸ Ε ἄρα τὰ Α, Β, Γ μετρεῖ· τὸ Ε ἄρα τῶν Α, Β, Γ κοινόν ἐστι μέτρον. λέγω δή, ὅτι καὶ μέγιστον. εἰ γὰρ δυνατόν, ἔστω τι τοῦ Ε μεῖζον μέγεθος τὸ Ζ, καὶ μετρείτω τὰ Α, Β, Γ. καὶ ἐπεὶ τὸ Ζ τὰ Α, Β, Γ μετρεῖ, καὶ τὰ Α, Β ἄρα μετρήσει καὶ τὸ τῶν Α, Β μέγιστον κοινὸν μέτρον μετρήσει. τὸ δὲ τῶν Α, Β μέγιστον κοινὸν μέτρον ἐστὶ τὸ Δ· τὸ Ζ ἄρα τὸ Δ μετρεῖ. μετρεῖ δὲ καὶ τὸ Γ· τὸ Ζ ἄρα τὰ Γ, Δ μετρεῖ· καὶ τὸ τῶν Γ, Δ ἄρα μέγιστον κοινὸν μέτρον μετρήσει τὸ Ζ. ἔστι δὲ τὸ ε·2 τὸ Ζ ἄρα τὸ Ε μετρήσει, τὸ μεῖζον τὸ ἔλασσον· ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα μεῖζόν τι τοῦ Ε μεγέθους τὰ Α, Β, Γ μετρεῖ· τὸ Ε ἄρα τῶν Α, Β, Γ τὸ μέγιστον κοινὸν μέτρον ἐστίν, ἐὰν μὴ μετρῇ τὸ Δ τὸ Γ, ἐὰν δὲ μετρῇ, αὐτὸ τὸ Δ.3 τριῶν ἄρα μεγεθῶν συμμέτρων δοθέντων τὸ μέγιστον κοινὸν μέτρον ηὕρηται. Πόρισμα ἐκ δὴ τούτου φανερόν, ὅτι, ἐὰν μέγεθος τρία μεγέθη μετρῇ, καὶ τὸ μέγιστον αὐτῶν κοινὸν μέτρον μετρήσει. ὁμοίως δὴ καὶ ἐπὶ πλειόνων τὸ μέγιστον κοινὸν μέτρον ληφθήσεται, καὶ τὸ πόρισμα προχωρήσει. ὅπερ ἔδει δεῖξαι.

给定三个可通约的量,求它们的最大公度。 设给定的三个可通约的量为 Α、Β、Γ。我们需要求 Α、Β、Γ 的最大公度。 设取 Α、Β 两量中的最大公度,并设它为 Δ。那么 Δ 要么整除 Γ,要么不整除。首先设它整除。因为 Δ 整除 Γ,且它也整除 Α、Β,所以 Δ 整除 Α、Β、Γ。因此 Δ 是 Α、Β、Γ 的公度。并且显而易见,它也是最大的。因为大于量 Δ 的量是不会整除 Α、Β 的。 设 Δ 不整除 Γ。我首先说,Γ、Δ 是可通约的。因为 Α、Β、Γ 是可通约的,必有某一个量整除它们,这显然也将整除 Α、Β。所以,它也将整除 Α、Β 的最大公度 Δ。但它也整除 Γ。所以上述量将整除 Γ、Δ。因此 Γ、Δ 是可通约的。设取它们的最大公度,并设它为 Ε。因为 Ε整除 Δ,而 Δ 整除 Α、Β,所以 Ε 也将整除 Α、Β。但它也整除 Γ。因此 Ε 整除 Α、Β、Γ。所以 Ε 是 Α、Β、Γ 的公度。我说,它也是最大的。因为,如果可能的话,设有一个大于 Ε 的量 Ζ 整除 Α、Β、Γ。由于 Ζ整除 Α、Β、Γ,所以它也将整除 Α、Β,并且也将整除 Α、Β 的最大公度。而 Α、Β 的最大公度是 Δ。因此 Ζ 整除 Δ。但它也整除 Γ。所以 Ζ 整除 Γ、Δ。因此,它也将整除 Γ、Δ 的最大公度。而它是Ε。所以 Ζ 将整除 Ε,即较大者整除较小者。这是不可能的。因此,没有任何大于量 Ε 的量整除 Α、Β、Γ。所以,如果 Δ 不整除 Γ,则 Ε 是 Α、Β、Γ 的最大公度;如果整除,则 Δ 自身是。 因此,给定的三个可通约的量之最大公度已被求得。 系由此显而易见,如果一个量整除三个量,它也将整除它们的最大公度。 类似地,对于更多的量,也将以同样的方式求得最大公度,且此系仍然成立。这就是所要证明的。

语法注3 条
  1. 10.prop1.4δύο τῶν Α, Β τὸ μέγιστον κοινὸν μέτρον

    数词 δύο(二个)与属格 τῶν Α, Β(Α、Β 的)同位,整句意为“Α、Β 两者的最大公度”。被动完成命令式 εἰλήφθω 的语法主语是 τὸ μέγιστον κοινὸν μέτρον。

  2. 10.prop1.4ἔστι δὲ τὸ ε

    小写字母 ε 代表大写字母 Ε(手抄本中的拼写变体)。此处的语法主语承前省略了 τὸ τῶν Γ, Δ ἄρα μέγιστον κοινὸν μέτρον(即 Γ、Δ 的最大公度),整句意为“但它(最大公度)是 Ε”。

  3. 10.prop1.4ἐὰν μὴ μετρῃ̂ τὸ Δ τὸ Γ, ἐὰν δὲ μετρῃ̂, αὐτὸ τὸ Δ

    此句包含两个对比性的条件从句。前一个 ἐὰν 从句修饰主句“Ε 是最大公度”,而在后半句 ἐὰν δὲ μετρῇ, αὐτὸ τὸ Δ(若整除,则 Δ 自身)中,αὐτὸ τὸ Δ 之后省略了谓语部分 τὸ μέγιστον κοινὸν μέτρον ἐστίν。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:10.prop1.4