- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:10.prop1.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本命题给出了利用欧几里得算法求两个给定可通约量的最大公度的方法并加以证明,同时给出了一个系:任何其他公度也必然整除该最大公度。
δύο μεγεθῶν συμμέτρων δοθέντων τὸ μέγιστον αὐτῶν κοινὸν μέτρον εὑρεῖν.1 ἔστω τὰ δοθέντα δύο μεγέθη σύμμετρα τὰ ΑΒ, ΓΔ, ὧν ἔλασσον τὸ ΑΒ· δεῖ δὴ τῶν ΑΒ, ΓΔ τὸ μέγιστον κοινὸν μέτρον εὑρεῖν. τὸ ΑΒ γὰρ μέγεθος ἤτοι μετρεῖ τὸ ΓΔ ἢ οὔ. εἰ μὲν οὖν μετρεῖ, μετρεῖ δὲ καὶ ἑαυτό, τὸ ΑΒ ἄρα τῶν ΑΒ, ΓΔ κοινὸν μέτρον ἐστίν· καὶ φανερόν, ὅτι καὶ μέγιστον. μεῖζον γὰρ τοῦ ΑΒ μεγέθους τὸ ΑΒ οὐ μετρήσει. μὴ μετρείτω δὴ τὸ ΑΒ τὸ ΓΔ. καὶ ἀνθυφαιρουμένου ἀεὶ τοῦ ἐλάσσονος ἀπὸ τοῦ μείζονος, τὸ περιλειπόμενον μετρήσει ποτὲ τὸ πρὸ ἑαυτοῦ διὰ τὸ μὴ εἶναι ἀσύμμετρα τὰ ΑΒ, ΓΔ·2 καὶ τὸ μὲν ΑΒ τὸ ΕΔ καταμετροῦν λειπέτω ἑαυτοῦ ἔλασσον τὸ ΕΓ, τὸ δὲ ΕΓ τὸ ΖΒ καταμετροῦν λειπέτω ἑαυτοῦ ἔλασσον τὸ ΑΖ, τὸ δὲ ΑΖ τὸ ΓΕ μετρείτω. ἐπεὶ οὖν τὸ ΑΖ τὸ ΓΕ μετρεῖ, ἀλλὰ τὸ ΓΕ τὸ ΖΒ μετρεῖ, καὶ τὸ ΑΖ ἄρα τὸ ΖΒ μετρήσει. μετρεῖ δὲ καὶ ἑαυτό· καὶ ὅλον ἄρα τὸ ΑΒ μετρήσει τὸ ΑΖ. ἀλλὰ τὸ ΑΒ τὸ ΔΕ μετρεῖ· καὶ τὸ ΑΖ ἄρα τὸ ΕΔ μετρήσει. μετρεῖ δὲ καὶ τὸ ΓΕ· καὶ ὅλον ἄρα τὸ ΓΔ μετρεῖ· τὸ ΑΖ ἄρα τῶν ΑΒ, ΓΔ κοινὸν μέτρον ἐστίν. λέγω δή, ὅτι καὶ μέγιστον. εἰ γὰρ μή, ἔσται τι μέγεθος μεῖζον τοῦ ΑΖ, ὃ μετρήσει τὰ ΑΒ, ΓΔ. ἔστω τὸ Η. ἐπεὶ οὖν τὸ Η τὸ ΑΒ μετρεῖ, ἀλλὰ τὸ ΑΒ τὸ ΕΔ μετρεῖ, καὶ τὸ Η ἄρα τὸ ΕΔ μετρήσει. μετρεῖ δὲ καὶ ὅλον τὸ ΓΔ· καὶ λοιπὸν ἄρα τὸ ΓΕ μετρήσει τὸ Η. ἀλλὰ τὸ ΓΕ τὸ ΖΒ μετρεῖ· καὶ τὸ Η ἄρα τὸ ΖΒ μετρήσει. μετρεῖ δὲ καὶ ὅλον τὸ ΑΒ, καὶ λοιπὸν τὸ ΑΖ μετρήσει, τὸ μεῖζον τὸ ἔλασσον·3 ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα μεῖζόν τι μέγεθος τοῦ ΑΖ τὰ ΑΒ, ΓΔ μετρήσει· τὸ ΑΖ ἄρα τῶν ΑΒ, ΓΔ τὸ μέγιστον κοινὸν μέτρον ἐστίν. δύο ἄρα μεγεθῶν συμμέτρων δοθέντων τῶν ΑΒ, ΓΔ τὸ μέγιστον κοινὸν μέτρον ηὕρηται· ὅπερ ἔδει δεῖξαι. Πόρισμα ἐκ δὴ τούτου φανερόν, ὅτι, ἐὰν μέγεθος δύο μεγέθη μετρῇ, καὶ τὸ μέγιστον αὐτῶν κοινὸν μέτρον μετρήσει.
给定两个可通约的量,求它们的最大公度。 设给定的两个可通约的量为 ΑΒ 和 ΓΔ,其中较小者为 ΑΒ。我们需要求 ΑΒ 和 ΓΔ 的最大公度。 因为量 ΑΒ 要么整除 ΓΔ,要么不整除。如果它整除 ΓΔ,而它也整除自身,那么 ΑΒ 就是 ΑΒ 和 ΓΔ 的公度。并且显而易见,它也是最大的公度。因为大于量 ΑΒ 的量是不会整除 ΑΒ 的。 设 ΑΒ 不整除 ΓΔ。并且不断从较大者中减去较小者,由于 ΑΒ 和 ΓΔ 不是不可通约的,余下的量终将有一次整除其前一个量。设 ΑΒ 整除 ΕΔ,留下小于其自身的 ΕΓ,而 ΕΓ 整除 ΖΒ,留下小于其自身的 ΑΖ,并设 ΑΖ 整除 ΓΕ。 因为 ΑΖ 整除 ΓΕ,而 ΓΕ 整除 ΖΒ,所以 ΑΖ 也将整除 ΖΒ。但它也整除自身,所以 ΑΖ 也将整除整个 ΑΒ。但 ΑΒ整除 ΔΕ,所以 ΑΖ 也将整除 ΕΔ。但它也整除 ΓΕ,所以它也整除整个 ΓΔ。因此,ΑΖ 是 ΑΒ 和 ΓΔ 的公度。我说,它也是最大的。因为,如果不是这样,就会有某个大于 ΑΖ 的量整除 ΑΒ 和 ΓΔ。设它为 Η。因为 Η 整除ΑΒ,而 ΑΒ 整除 ΕΔ,所以 Η 也将整除 ΕΔ。但它也整除整个 ΓΔ,所以 Η 也将整除余下的 ΓΕ。但 ΓΕ 整除 ΖΒ,所以 Η 也将整除 ΖΒ。但它也整除整个 ΑΒ,所以它也将整除余下的 ΑΖ,即较大者整除较小者。这是不可能的。因此,没有任何大于 ΑΖ 的量能整除 ΑΒ 和 ΓΔ。所以,ΑΖ 是 ΑΒ 和 ΓΔ 的最大公度。 因此,给定的两个可通约的量 ΑΒ 和 ΓΔ 的最大公度已被求得。这就是所要证明的。 系由此显而易见,如果一个量整除两个量,它也将整除它们的最大公度。
- 10.prop1.3εὑρεῖν
不定式(作“求……”解),常用于数学命题(作图题)的题目中表示要达到的目的,实际上起到了祈使的作用。
- 10.prop1.3διὰ τὸ μὴ εἶναι ἀσύμμετρα τὰ ΑΒ, ΓΔ
介词 διὰ 加上带冠词的定格不定式 τὸ μὴ εἶναι 构成表示因果关系的短语。不定式的逻辑主语是宾格的 τὰ ΑΒ, ΓΔ。直译为“因为 ΑΒ、ΓΔ 不是不可通约的”,通过双重否定说明它们是可通约的,这基于前面命题 10.2 中证实的互除法收敛性。
- 10.prop1.3τὸ μεῖζον τὸ ἔλασσον
并列对比的表达,意为“[较大者整除]较小者”。此处省略了动词 μετρήσει(将整除),但通过主格 τὸ μεῖζον 和宾格 τὸ ἔλασσον 的语序与上下文,清楚地表达了主宾关系。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 1 处
