- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:10.prop1.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
命题18证明了对于两条不等的直线,在较大者上应用一个等于较小者平方四分之一且缺一个正方形的平行四边形,其将较大者分割为不可通约的部分,当且仅当较大者比较小者在平方上大一个与自身不可通约的直线上的正方形。随后的引理整理了长度和平方上的可通约性以及有理线的定义。
ἐὰν ὦσι δύο εὐθεῖαι ἄνισοι, τῷ δὲ τετάρτῳ μέρει τοῦ ἀπὸ τῆς ἐλάσσονος ἴσον παρὰ τὴν μείζονα παραβληθῇ ἐλλεῖπον εἴδει τετραγώνῳ, καὶ εἰς ἀσύμμετρα αὐτὴν διαιρῇ, ἡ μείζων τῆς ἐλάσσονος μεῖζον δυνήσεται1 τῷ ἀπὸ ἀσυμμέτρου ἑαυτῇ. καὶ ἐὰν ἡ μείζων τῆς ἐλάσσονος μεῖζον δύνηται τῷ ἀπὸ ἀσυμμέτρου ἑαυτῇ, τῷ δὲ τετάρτῳ τοῦ ἀπὸ τῆς ἐλάσσονος ἴσον παρὰ τὴν μείζονα παραβληθῇ ἐλλεῖπον εἴδει τετραγώνῳ, εἰς ἀσύμμετρα αὐτὴν διαιρεῖ. ἔστωσαν δύο εὐθεῖαι ἄνισοι αἱ Α, ΒΓ, ὧν μείζων ἡ ΒΓ, τῷ δὲ τετάρτῳ τοῦ ἀπὸ τῆς ἐλάσσονος τῆς Α ἴσον παρὰ τὴν ΒΓ παραβεβλήσθω ἐλλεῖπον εἴδει τετραγώνῳ, καὶ ἔστω τὸ ὑπὸ τῶν ΒΔΓ,2 ἀσύμμετρος δὲ ἔστω ἡ ΒΔ τῇ ΔΓ μήκει· λέγω, ὅτι ἡ ΒΓ τῆς Α μεῖζον δύναται τῷ ἀπὸ ἀσυμμέτρου ἑαυτῇ. τῶν γὰρ αὐτῶν κατασκευασθέντων τῷ πρότερον ὁμοίως δείξομεν, ὅτι ἡ ΒΓ τῆς Α μεῖζον δύναται τῷ ἀπὸ τῆς ΖΔ. δεικτέον, ὅτι ἀσύμμετρός ἐστιν ἡ ΒΓ τῇ ΔΖ μήκει. ἐπεὶ γὰρ ἀσύμμετρός ἐστιν ἡ ΒΔ τῇ ΔΓ μήκει, ἀσύμμετρος ἄρα ἐστὶ καὶ ἡ ΒΓ τῇ ΓΔ μήκει. ἀλλὰ ἡ ΔΓ σύμμετρός ἐστι συναμφοτέραις ταῖς ΒΖ, ΔΓ· καὶ ἡ ΒΓ ἄρα ἀσύμμετρός ἐστι συναμφοτέραις ταῖς ΒΖ, ΔΓ. ὥστε καὶ λοιπῇ τῇ ΖΔ ἀσύμμετρός ἐστιν ἡ ΒΓ μήκει. καὶ ἡ ΒΓ τῆς Α μεῖζον δύναται τῷ ἀπὸ τῆς ΖΔ· ἡ ΒΓ ἄρα τῆς Α μεῖζον δύναται τῷ ἀπὸ ἀσυμμέτρου ἑαυτῇ. δυνάσθω δὴ πάλιν ἡ ΒΓ τῆς Α μεῖζον τῷ ἀπὸ ἀσυμμέτρου ἑαυτῇ, τῷ δὲ τετάρτῳ τοῦ ἀπὸ τῆς Α ἴσον παρὰ τὴν ΒΓ παραβεβλήσθω ἐλλεῖπον εἴδει τετραγώνῳ, καὶ ἔστω τὸ ὑπὸ τῶν ΒΔ, ΔΓ. δεικτέον, ὅτι ἀσύμμετρός ἐστιν ἡ ΒΔ τῇ ΔΓ μήκει. τῶν γὰρ αὐτῶν κατασκευασθέντων ὁμοίως δείξομεν, ὅτι ἡ ΒΓ τῆς Α μεῖζον δύναται τῷ ἀπὸ τῆς ΖΔ. ἀλλὰ ἡ ΒΓ τῆς Α μεῖζον δύναται τῷ ἀπὸ ἀσυμμέτρου ἑαυτῇ. ἀσύμμετρος ἄρα ἐστὶν ἡ ΒΓ τῇ ΖΔ μήκει· ὥστε καὶ λοιπῇ συναμφοτέρῳ τῇ ΒΖ, ΔΓ ἀσύμμετρός ἐστιν ἡ ΒΓ. ἀλλὰ συναμφότερος ἡ ΒΖ, ΔΓ τῇ ΔΓ σύμμετρός ἐστι μήκει· καὶ ἡ ΒΓ ἄρα τῇ ΔΓ ἀσύμμετρός ἐστι μήκει· ὥστε καὶ διελόντι ἡ ΒΔ τῇ ΔΓ ἀσύμμετρός ἐστι μήκει. ἐὰν ἄρα ὦσι δύο εὐθεῖαι, καὶ τὰ ἑξῆς. λῆμμα ἐπεὶ δέδεικται, ὅτι αἱ μήκει σύμμετροι πάντως καὶ δυνάμει,3 αἱ δὲ δυνάμει οὐ πάντως καὶ μήκει, ἀλλὰ δὴ δύνανται μήκει καὶ σύμμετροι εἶναι καὶ ἀσύμμετροι, φανερόν, ὅτι, ἐὰν τῇ ἐκκειμένῃ ῥητῇ σύμμετρός τις ᾖ μήκει, λέγεται ῥητὴ καὶ σύμμετρος αὐτῇ οὐ μόνον μήκει, ἀλλὰ καὶ δυνάμει, ἐπεὶ αἱ μήκει σύμμετροι πάντως καὶ δυνάμει. ἐὰν δὲ τῇ ἐκκειμένῃ ῥητῇ σύμμετρός τις ᾖ δυνάμει, εἰ μὲν καὶ μήκει, λέγεται καὶ οὕτως ῥητὴ καὶ σύμμετρος αὐτῇ μήκει καὶ δυνάμει· εἰ δὲ τῇ ἐκκειμένῃ πάλιν ῥητῇ σύμμετρός τις οὖσα δυνάμει μήκει αὐτῇ ᾖ ἀσύμμετρος, λέγεται καὶ οὕτως ῥητὴ δυνάμει μόνον σύμμετρος.
若有两条不等的直线,在较大者上应用一个等于较小者上正方形的四分之一且在形状上缺一个正方形的平行四边形,并且它将较大者分割为在长度上不可通约的部分,则较大者比较小者在平方上大一个与自身不可通约的直线上的正方形。且若较大者比较小者在平方上大一个与自身不可通约的直线上的正方形,且在较大者上应用一个等于较小者上正方形的四分之一且在形状上缺一个正方形的平行四边形,则它将较大者分割为在长度上不可通约的部分。 设两条不等的直线为 A, BΓ,其中较大者为 BΓ。在 BΓ 上应用一个等于较小者 A 上正方形的四分之一且在形状上缺一个正方形的平行四边形,并设它为由 BΔ, ΔΓ 所包围的矩形;且设BΔ 在长度上与 ΔΓ 不可通约。我说,BΓ 比 A 在平方上大一个与自身不可通约的直线上的正方形。 因为,作与前相同的作图,我们同样可以证明 BΓ 比 A 在平方上大ZΔ 上的正方形。必须证明,BΓ 在长度上与 ΔZ 也是不可通约的。因为,既然 BΔ 在长度上与 ΔΓ 不可通约,因此 BΓ 在长度上与 ΓΔ 也是不可通约的。但是 ΔΓ 在长度上与 BZ, ΔΓ 的和可通约;因此 BΓ 在长度上与 BZ, ΔΓ 的和也是不可通约的。所以 BΓ 在长度上与余下的 ZΔ 也是不可通约的。而 BΓ 比 A 在平方上大 ZΔ 上的正方形;因此 BΓ 比 A 在平方上大一个与自身不可通约的直线上的正方形。 然而,设 BΓ 比 A 在平方上大一个与自身不可通约的直线上的正方形,且在 BΓ 上应用一个等于 A 上正方形的四分之一且在形状上缺一个正方形的平行四边形,并设它为由 BΔ, ΔΓ 所包围的矩形。必须证明,BΔ 在长度上与 ΔΓ 是不可通约的。 因为,作同样的作图,我们同样可以证明 BΓ 比 A 在平方上大 ZΔ 上的正方形。但BΓ 比 A 在平方上大一个与自身不可通约的直线上的正方形;因此 BΓ 在长度上与 ZΔ 不可通约。所以 BΓ 在长度上与余下的 BZ, ΔΓ 的和也是不可通约的。但 BZ, ΔΓ 的和与 ΔΓ 在长度上可通约;所以 BΓ 在长度上与 ΔΓ 也是不可通约的。因此,通过分离,BΔ 在长度上与 ΔΓ 也是不可通约的。 是故,若有两条直线,及以下等等。 引理 既然已证明,在长度上可通约的直线在平方上也必然是可通约的,而在平方上可通约的直线在长度上并不必然可通约,而是在长度上既可以可通约也可以不可通约,显而易见,若某直线与提示的有理线在长度上可通约,它就被称为与该有理线在长度上和平方上都可通约的有理线,因为长度上可通约的直线在平方上必可通约。若与提示的有理线在平方上有可通约的直线,如果它在长度上也如此,则在这时它也被称为与它在长度和平方上都可通约且有理的直线。但如果与提示的有理线在平方上可通约的直线在长度上与之不可通约,则在这时它也被称为仅在平方上可通约的有理线。
- 10.prop1.18μεῖζον δυνήσεται
动词 δύναμαι 在几何文献中用于表示“在平方上相等”或“在平方上更大”。此处它表示较大线段的平方比较小线段的平方大一个与较大线段不可通约的直线上的正方形。
- 10.prop1.18τὸ ὑπὸ τῶν ΒΔΓ
在抄本中,该处省略地写为 τὸ ὑπὸ τῶν ΒΔΓ,而通常此处应当是列出两个属格名词的表达式 τὸ ὑπὸ τῶν ΒΔ, ΔΓ(由 BΔ 与 ΔΓ 所包围的矩形)。在语义上,它指的是由点 Δ 所分割出的两条线段 BΔ 与 ΔΓ 所构成的矩形。
- 10.prop1.18αἱ μήκει σύμμετροι πάντως καὶ δυνάμει
该短语作为前接的 δέδεικται ὅτι 的主语从句。它指的是第十卷的基本定理(例如第十卷命题10),即在长度上可通约的直线,在平方上也必然是可通约的。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
- 2026-09-21 AI校阅 — 原文 1 处
