- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:10.prop1.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本命题证明了对于两条不等的直线,当在较大者上应用一个等于较小者上正方形四分之一的平行四边形时,其分割线段在长度上可通约,与较大者在平方上比较小者大一个与自身可通约的直线上的正方形,这两者之间是等价的。
ἐὰν ὦσι δύο εὐθεῖαι ἄνισοι, τῷ δὲ τετάρτῳ μέρει τοῦ ἀπὸ τῆς ἐλάσσονος ἴσον παρὰ τὴν μείζονα παραβληθῇ ἐλλεῖπον εἴδει τετραγώνῳ καὶ εἰς σύμμετρα αὐτὴν διαιρῇ μήκει, ἡ μείζων τῆς ἐλάσσονος μεῖζον δυνήσεται τῷ ἀπὸ συμμέτρου ἑαυτῇ.1 καὶ ἐὰν ἡ μείζων τῆς ἐλάσσονος μεῖζον δύνηται τῷ ἀπὸ συμμέτρου ἑαυτῇ, τῷ δὲ τετάρτῳ τοῦ ἀπὸ τῆς ἐλάσσονος ἴσον παρὰ τὴν μείζονα παραβληθῇ ἐλλεῖπον εἴδει τετραγώνῳ, εἰς σύμμετρα αὐτὴν διαιρεῖ μήκει. ἔστωσαν δύο εὐθεῖαι ἄνισοι αἱ Α, ΒΓ, ὧν μείζων ἡ ΒΓ, τῷ δὲ τετάρτῳ μέρει τοῦ ἀπὸ τῆς ἐλάσσονος τῆς Α, τουτέστι τῷ ἀπὸ τῆς ἡμισείας τῆς Α, ἴσον παρὰ τὴν ΒΓ παραβεβλήσθω ἐλλεῖπον εἴδει τετραγώνῳ, καὶ ἔστω τὸ ὑπὸ τῶν ΒΔ, ΔΓ,2 σύμμετρος δὲ ἔστω ἡ ΒΔ τῇ ΔΓ μήκει· λέγω, ὅτι ἡ ΒΓ τῆς Α μεῖζον δύναται τῷ ἀπὸ συμμέτρου ἑαυτῇ. τετμήσθω γὰρ ἡ ΒΓ δίχα κατὰ τὸ Ε σημεῖον, καὶ κείσθω τῇ ΔΕ ἴση ἡ ΕΖ. λοιπὴ ἄρα ἡ ΔΓ ἴση ἐστὶ τῇ ΒΖ. καὶ ἐπεὶ εὐθεῖα ἡ ΒΓ τέτμηται εἰς μὲν ἴσα κατὰ τὸ Ε, εἰς δὲ ἄνισα κατὰ τὸ Δ, τὸ ἄρα ὑπὸ ΒΔ, ΔΓ περιεχόμενον ὀρθογώνιον μετὰ τοῦ ἀπὸ τῆς ΕΔ τετραγώνου ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΕΓ τετραγώνῳ· καὶ τὰ τετραπλάσια· τὸ ἄρα τετράκις ὑπὸ τῶν ΒΔ, ΔΓ μετὰ τοῦ τετραπλασίου τοῦ ἀπὸ τῆς ΔΕ ἴσον ἐστὶ τῷ τετράκις ἀπὸ τῆς ΕΓ τετραγώνῳ. ἀλλὰ τῷ μέν τετραπλασίῳ τοῦ ὑπὸ τῶν ΒΔ, ΔΓ ἴσον ἐστὶ τὸ ἀπὸ τῆς Α τετράγωνον, τῷ δὲ τετραπλασίῳ τοῦ ἀπὸ τῆς ΔΕ ἴσον ἐστὶ τὸ ἀπὸ τῆς ΔΖ τετράγωνον· διπλασίων γάρ ἐστιν ἡ ΔΖ τῆς ΔΕ. τῷ δὲ τετραπλασίῳ τοῦ ἀπὸ τῆς ΕΓ ἴσον ἐστὶ τὸ ἀπὸ τῆς ΒΓ τετράγωνον· διπλασίων γάρ ἐστι πάλιν ἡ ΒΓ τῆς ΓΕ. τὰ ἄρα ἀπὸ τῶν Α, ΔΖ τετράγωνα ἴσα ἐστὶ τῷ ἀπὸ τῆς ΒΓ τετραγώνῳ· ὥστε τὸ ἀπὸ τῆς ΒΓ τοῦ ἀπὸ τῆς Α μεῖζόν ἐστι τῷ ἀπὸ τῆς ΔΖ· ἡ ΒΓ ἄρα τῆς Α μεῖζον δύναται τῇ ΔΖ. δεικτέον, ὅτι καὶ σύμμετρός ἐστιν ἡ ΒΓ τῇ ΔΖ. ἐπεὶ γὰρ σύμμετρός ἐστιν ἡ ΒΔ τῇ ΔΓ μήκει, σύμμετρος ἄρα ἐστὶ καὶ ἡ ΒΓ τῇ ΓΔ μήκει. ἀλλὰ ἡ ΓΔ ταῖς ΓΔ, ΒΖ ἐστι σύμμετρος μήκει· ἴση γάρ ἐστιν ἡ ΓΔ τῇ ΒΖ. καὶ ἡ ΒΓ ἄρα σύμμετρός ἐστι ταῖς ΒΖ, ΓΔ μήκει· ὥστε καὶ λοιπῇ τῇ ΖΔ σύμμετρός ἐστιν ἡ ΒΓ μήκει· ἡ ΒΓ ἄρα τῆς Α μεῖζον δύναται τῷ ἀπὸ συμμέτρου ἑαυτῇ. ἀλλὰ δὴ ἡ ΒΓ τῆς Α μεῖζον δυνάσθω τῷ ἀπὸ συμμέτρου ἑαυτῇ, τῷ δὲ τετάρτῳ τοῦ ἀπὸ τῆς Α ἴσον παρὰ τὴν ΒΓ παραβεβλήσθω ἐλλεῖπον εἴδει τετραγώνῳ, καὶ ἔστω τὸ ὑπὸ τῶν ΒΔ, ΔΓ. δεικτέον, ὅτι σύμμετρός ἐστιν ἡ ΒΔ τῇ ΔΓ μήκει. τῶν γὰρ αὐτῶν κατασκευασθέντων ὁμοίως δείξομεν, ὅτι ἡ ΒΓ τῆς Α μεῖζον δύναται τῷ ἀπὸ τῆς ΖΔ. δύναται δὲ ἡ ΒΓ τῆς Α μεῖζον τῷ ἀπὸ συμμέτρου ἑαυτῇ. σύμμετρος ἄρα ἐστὶν ἡ ΒΓ τῇ ΖΔ μήκει· ὥστε καὶ λοιπῇ συναμφοτέρῳ τῇ ΒΖ, ΔΓ σύμμετρός ἐστιν ἡ ΒΓ μήκει. ἀλλὰ συναμφότερος ἡ ΒΖ, ΔΓ σύμμετρός ἐστι τῇ ΔΓ. ὥστε καὶ ἡ ΒΓ τῇ ΓΔ σύμμετρός ἐστι μήκει· καὶ διελόντι3 ἄρα ἡ ΒΔ τῇ ΔΓ ἐστι σύμμετρος μήκει. ἐὰν ἄρα ὦσι δύο εὐθεῖαι ἄνισοι, καὶ τὰ ἑξῆς.
若有两条不等的直线,在较大者上应用一个等于较小者上正方形的四分之一且在形状上缺一个正方形的平行四边形,并且它将较大者分割为在长度上可通约的部分,则较大者比较小者在平方上大一个与自身可通约的直线上的正方形。且若较大者比较小者在平方上大一个与自身可通约的直线上的正方形,且在较大者上应用一个等于较小者上正方形的四分之一且在形状上缺一个正方形的平行四边形,则它将较大者分割为在长度上可通约的部分。 设两条不等的直线为 A, BΓ,其中较大者为 BΓ。在 BΓ 上应用一个等于较小者 A 上正方形的四分之一,即等于 A 的一半上的正方形,且在形状上缺一个正方形的平行四边形,并设它为由 BΔ, ΔΓ 所包围的矩形;且设BΔ 在长度上与 ΔΓ 可通约。我说,BΓ 比 A 在平方上大一个与自身可通约的直线上的正方形。 因为,设 BΓ 在点 E 处被平分,且设 EZ 等于 ΔE;因此余下的 ΔΓ 等于BZ。并且,既然直线 BΓ 在 E 处被平分成相等的部分,而在 Δ 处被分成不等的部分,则由 BΔ, ΔΓ 所包围的矩形加上 EΔ 上的正方形,等于 EΓ 上的正方形。其四倍亦相等;因此,由 BΔ, ΔΓ 所包围的矩形的四倍,加上 ΔE上的正方形的四倍,等于 EΓ 上的正方形的四倍。然而,A 上的正方形等于由 BΔ, ΔΓ 所包围的矩形的四倍;且 ΔZ 上的正方形等于 ΔE 上的正方形的四倍,因为 ΔZ 是 ΔE 的两倍;且BΓ 上的正方形等于 EΓ 上的正方形的四倍,因为 BΓ 又是 ΓE 的两倍。因此,A, ΔZ 上的正方形之和等于 BΓ 上的正方形;所以 BΓ 上的正方形比 A 上的正方形大 ΔZ 上的正方形。因此 BΓ 比 A 在平方上大 ΔZ。必须证明,BΓ 在长度上与 ΔZ 也是可通约的。因为,既然 BΔ 在长度上与 ΔΓ 可通约,因此 BΓ 在长度上与 ΓΔ 也是可通约的。但是 ΓΔ 在长度上与 ΓΔ, BZ 的和可通约;因为 ΓΔ 等于 BZ。因此 BΓ 在长度上与 BZ, ΓΔ 的和也是可通约的;所以 BΓ 在长度上与余下的 ZΔ也是可通约的。因此 BΓ 比 A 在平方上大一个与自身可通约的直线上的正方形。 然而,设 BΓ 比 A 在平方上大一个与自身可通约的直线上的正方形,且在 BΓ 上应用一个等于 A 上正方形的四分之一且在形状上缺一个正方形的平行四边形,并设它为由 BΔ, ΔΓ 所包围的矩形。必须证明,BΔ 在长度上与 ΔΓ 是可通约的。 因为,作同样的作图,我们同样可以证明 BΓ 比 A 在平方上大 ZΔ 上的正方形。但 BΓ 比 A 在平方上大一个与自身可通约的直线上的正方形;因此BΓ 在长度上与 ZΔ 可通约。所以 BΓ 在长度上与余下的 BZ, ΔΓ 的和也是可通约的。但 BZ, ΔΓ 的和与 ΔΓ 可通约;所以 BΓ 在长度上与 ΓΔ 也是可通约的。因此,通过分离,BΔ 在长度上与 ΔΓ 也是可通约的。 是故,若有两条不等的直线,及以下等等。
- 10.prop1.17μεῖζον δυνήσεται τῷ ἀπὸ συμμέτρου ἑαυτῇ
动词 δύναμαι(将来时 δυνήσεται)在希腊数学语境中表示“在平方上相等”或“在平方上超出”。宾格 μεῖζον 表示超出的方向(更大),而与格短语 τῷ ἀπὸ [εὐθείας] συμμέτρου ἑαυτῇ(“以与自身 [较大直线] 可通约的直线上的正方形”)表示超出的量。
- 10.prop1.17τῷ ὑπὸ τῶν ΒΔ, ΔΓ
介词 ὑπό 与属格复数的结合是表示“由[某些直线]所包围的矩形”的几何学惯用语。名词 ὀρθογώνιον(矩形)或 χωρίον(面积)被省略,中性单数冠词 起到了名词性代词的作用。
- 10.prop1.17διελόντι
与格分词 διελόντι(源自 διαιρέω)是希腊几何学中的一个技术术语,意为“通过分离”(字面意为“对于进行分割的人”)。它指比例论(参见第5卷界说15)中的操作,即如果整体与一部分是可通约的,则余下的部分与该部分也是可通约的。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 1 处
