- 底本
- Harpocration, Valerius. Harpocrationis Lexicon in decem oratores Atticos. Dindorf, Wilhelm, editor. Oxford: E Typographeo Academico, 1853.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:p.puanopsia-p.pomala
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节汇集了关于皮阿诺普西亚节的得名与日期、皮革拉和皮拉等地名、普纽克斯与温泉关的相关称谓、公产出售官的职掌以及若干法律和口语词汇的考释。
ΠΥΑΝΟΨΙΑ Λυκοῦργος ἐν τῷ κατὰ Μενεσαίχμου καὶ ἡμεῖς Πυανόψια ταύτην τὴν ἑορτὴν καλοῦμεν, οἱ δ’ ἄλλοι Ἕλληνες Πανόψια, ὅτι πάντας εἶδον τοὺς καρποὺς τῇ ὄψει. Ἀπολλώνιος καὶ σχεδὸν πάντες οἱ περὶ τῶν Ἀθήνησιν ἑορτῶν γεγραφότες Πυανεψιῶνος ἑβδόμῃ τὰ Πυανέψια Ἀπόλλωνι ἄγεσθαί φασι. δεῖν δέ φασι λέγειν Πυανέψια, καὶ τὸν μῆνα Πυανεψιῶνα· πύανα γὰρ ἕψουσιν ἐν αὐτοῖς καὶ ἡ εἰρεσιώνη ἄγεται.
皮阿诺普西亚节(Pyanopsia) 吕库古在《控告墨涅赛克摩斯》中说:“我们将这个节日称为Pyanopsia,而其他希腊人则称之为Panopsia,因为他们亲眼看到了所有的果实。”阿波罗尼奥斯以及几乎所有撰写雅典节庆的人都说,皮阿涅普西翁月初七举行献给阿波罗的Pyanepsia节。他们认为应当称为Pyanepsia,并将该月称为Pyanepsion;因为在这些日子里人们煮豆子,并巡行手执橄榄枝(eiresione)。
ΠΥΓΕΛΑ Λυσίας ἐν τῷ ὑπὲρ Βακχίου, εἰ γνήσιος. πόλις ἐστὶν ἐν τῇ Ἰωνίᾳ τὰ Πύγελα, ἣν Θεόπομπός φησιν ἐν ς λαβεῖν τοὔνομα ἐπειδὴ τῶν μετ’ Ἀγαμέμνονός τινες διὰ νόσον τὴν περὶ τὰς πυγὰς ἐνταῦθα κατέμειναν.
皮革拉(Pygela) 吕西亚斯在《为巴克基奥斯辩护》(若系真作)中用过。皮革拉是伊奥尼亚的一座城市,泰奥彭波斯在第六卷中称,该城得名是因为随同阿伽门农出征的一些人由于臀部周围的疾患而留居于此。
ΠΤΩΜΑΤΑ ΕΛΑΙΩΝ Λυσίας ἐν τῷ κατὰ Νικίδου. λέγοι ἂν ἤτοι τὸν καρπὸν τὸν ἀποπεπτωκότα τῶν φυτῶν, ἢ αὐτὰ τὰ δένδρα κατά τινα τύχην πεπτωκότα.
油橄榄掉落物(ptōmata elaiōn) 吕西亚斯在《控告尼基达斯》中用过。可以指从树上掉落的果实,也可以指因某种意外而倒伏的橄榄树本身。
ΠΥΕΛΙΔΑ τὸ ὑφ’ ἡμῶν λεγόμενον σφραγιδοφυλάκιον Λυσίας ἐν τῷ κατ’ Εὐφήμου καὶ Ἀριστοφάνης Ἥρωσιν.
印章托/戒圈(pyelis) 即我们所说的印章盒;吕西亚斯在《控告欧费摩斯》中、阿里斯托芬在《英雄们》中用过。
ΠΥΘΑΕΑ Ὑπερείδης πρὸς Ἀπελλαῖον. ἄπορον πῶς ἀπὸ τούτου ἐσχημάτισται παρὰ τῷ Διδύμῳ· καὶ γὰρ οὐ δι’ ὧν παρέθετο ὁ γραμματικὸς ὠνόμασε1 τὰ Πύθια ἑορτὴν, ἀλλὰ τὸν Πύθιον Ἀπόλλωνα.
皮泰亚(Pythaea) 绪珀里得斯在《反驳阿佩莱奥斯》中用过。在狄杜莫斯的记载中很难看出这一形式是如何由此构成的;因为这位语法学家通过所引用的文句所指的并非皮提亚节,而是皮提奥斯·阿波罗。
ΠΥΚΝΙ Ὑπερείδης ἐν τῷ ὑπὲρ Χαιρεφίλου α φησὶ καὶ τῆς Πυκνὸς τοσοῦτον εὑρισκούσης.2 ἡ τῶν Ἀθηναίων ἐκκλησία οὕτως ἐκαλεῖτο. πολλὴ δ’ ἡ μνήμη αὐτῆς παρ’ Ἀττικοῖς. Κλείδημος δ’ ἐν γ Πρωτογονίας συνῄεσάν φησιν εἰς τὴν Πύκνα ὀνομασθεῖσαν διὰ τὸ τὴν συνοίκησιν πυκνουμένην εἶναι.
在普纽克斯(Pykni) 绪珀里得斯在《为凯瑞菲洛斯辩护》第一篇中说:“在普纽克斯带来如此之多进项(地租)的时候”。雅典人的公民大会集会地被称为该名。阿提卡作家中对此有诸多记载。克雷得摩斯在《创世记》第三卷中说:“人们聚集在被称为普纽克斯的地方,因该居住区十分紧密拥挤而得名。”
ΠΥΑΑΙ ΠΥΛΑΙ καὶ ΠΥΛΑΙΑ καὶ ΠΥΛΑΓΟΡΑΣ· Πύλαι μὲν καλοῦνται αἱ Θερμοπύλαι· Δημοσθένης Φιλιππικοῖς. ἐκλήθησαν δ’ οὕτω διὰ τὸ στενὴν εἶναι ταύτην τὴν εἴσοδον ἀπὸ Θετταλίας εἰς τὴν Φωκίδα πορευομένοις. Πυλαία δ’ ἐκαλεῖτο ἡ εἰς τὰς Πύλας σύνοδος τῶν Ἀμφικτυόνων· Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ὅτι δέ τις ἐγίγνετο σύνοδος τῶν Ἀμφικτυόνων εἰς Πύλας Ὑπερείδης τε ἐν ἐπιταφίῳ καὶ Θεόπομπος ἐν τῇ λ εἰρήκασιν. ἐπέμποντο δ’ ἐκ τῶν πόλεων τῶν μετεχουσῶν τῆς Ἀμφικτυονίας τινὲς οἵπερ ἐκαλοῦντο Πυλαγόραι· μνημονεύουσι δὲ καὶ τούτων πολλοὶ, ὥσπερ καὶ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος καὶ Ἀριστοφάνης ἐν δευτέραις Θεσμοφοριαζούσαις.
门/皮莱(Pylai) Pylai、Pylaia与Pylagoras。温泉关被称为Pylai;德摩斯梯尼在《腓力演说》中用过。它们之所以得此名,是因为对从色萨利前往福基斯的人而言,这一入口十分狭窄。近邻同盟在皮莱举行的会议被称为Pylaia;德摩斯梯尼在《论冠冕》中用过。近邻同盟在皮莱举行会议之事,绪珀里得斯在《阵亡将士悼词》中以及泰奥彭波斯在第三十卷中均有提及。从参与同盟的城邦派出的代表被称为Pylagorai;许多人亦提及他们,如德摩斯梯尼在《论冠冕》中以及阿里斯托芬在《地母节妇女》第二版中皆然。
ΠΥΡΙΛΑΜΠΗΣ Ἀντιφῶν ἐν τῷ περὶ τῶν ταῶν. ὄνομα κύριον.
皮里兰佩斯(Pyrilampes) 安提丰在《论孔雀》中用过。为人名。
ΠΥΡΡΑ Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου, εἰ γνήσιος. Πύρρα μία πόλις ἐστὶ τῶν ἐν Λέσβῳ, ὡς μαρτυροῦσιν οἱ τὰς περιόδους γράψαντες.
皮拉(Pyrrha) 吕西亚斯在《控告特拉苏布洛斯》(若系真作)中用过。皮拉是莱斯博斯岛上的城邦之一,正如撰写地理志的人所证实的那样。
ΠΩΛΗΤΑΙ ΠΩΛΗΤΑΙ καὶ ΠΩΛΗΤΗΡΙΟΝ· οἱ μὲν πωληταὶ ἀρχή τίς ἐστιν Ἀθήνησι, ι τὸν ἀριθμὸν ἄνδρες, εἷς ἐκ τῆς φυλῆς ἑκάστης· διοικοῦσι δὲ τὰ πιπρασκόμενα ὑπὸ τῆς πόλεως πάντα, τέλη καὶ μέταλλα καὶ μισθώσεις καὶ τὰ δημευόμενα· Ὑπερείδης ἐν τῷ κατ’ Ἀρισταγόρας β. διείλεκται δὲ περὶ αὐτῶν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. πωλητήριον δὲ καλεῖται ὁ τόπος ἔνθα συνεδρεύουσιν οἱ πωληταί· Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου πολλάκις.
公产出售官(pōlētai) 出售官与公产出售公所(pōlētērion)。出售官是雅典的一种官职,人数为十人,每个部族一人。他们负责管理城邦出售的一切公有产业,包括税收、矿山、租赁契约以及被没收的财产;绪珀里得斯在《控告阿里斯塔戈拉》第二篇中用过。亚里士多德在《雅典政制》中论述过他们。出售官集会议事的地方被称为公产出售公所;伊赛奥斯在《控告埃尔帕戈拉斯》中多次使用该词。
ΠΩΛΑΣ ἀντὶ τοῦ πράσεις Ὑπερείδης ἐν τῷ πρὸς Ἀπελλαῖον. ἔστι τοὔνομα καὶ ἐν τοῖς Σώφρονος Ἀνδρείοις.
出售(pōlas) 绪珀里得斯在《反驳阿佩莱奥斯》中用以替代“出售(praseis)”。该词亦见于索弗隆的《男剧》。
ΠΩΛΩΣΙ Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας ἢ ἐν τῇ ἀγορᾷ πωλῶσί τι ἀποπεφασμένως. Δίδυμός φησιν ἀντὶ τοῦ πορνεύωσι φανερῶς· πωλεῖν γὰρ τὸ παρέχειν ἑαυτὴν τοῖς βουλομένοις, ὅθεν καὶ τὸ πορνεύειν, ὅπερ ἐστὶ περνάναι. ἐγὼ δέ φημι ὅτι κυρίως ἔταξε νῦν ὁ ῥήτωρ τὸ πωλεῖν· φησὶ γὰρ τὸν νόμον οὐκ ἐᾶν ἐπὶ ταύταις μοιχὸν λαβεῖν,3 ὁπόσαι ἂν ἐπ’ ἐργαστηρίου κάθωνται ἢ ἐν τῇ ἀγορᾷ πωλῶσί τι ἀποπεφασμένως.
出卖/贩卖(pōlōsi) 德摩斯梯尼在《控告涅埃拉》中说:“或者在市场上公开叫卖任何物品”。狄杜莫斯认为这是用以替代“公然卖淫”;因为出卖意味着将自身提供给愿意购买的人,由此产生了卖淫一词,其本义即是出卖。但我认为演说家在此处是将出卖一词用于其原初本义;因为他说,法律不允许对那些坐在作坊里或在市场上公开叫卖任何物品的妇女抓捕奸夫。
ΠΩΜΑΛΑ ἀντὶ τοῦ οὐδαμῶς Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου. ἔστι δὲ τὸ μὲν πῶ Δώριον, τιθέμενον ἀντὶ τοῦ πόθεν· τὸ δὲ μάλα ἤτοι παρέλκει ἢ ἔστιν ἐν ποσοῖς λεγόμενον πώμαλα, οἷον οὐ μάλα, οὐ πάνυ. πολὺ δ’ ἐστὶν ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ· Ἀριστοφάνης ἦ λοιδορία τις ἐγένεθ’ ὑμῖν; πώμαλα οὐδ’ εἶπον οὐδέν.
绝不(pōmala) 德摩斯梯尼在《控告埃斯基涅斯》中用以替代“绝不、断非”。其中的pō是多里斯方言,用以替代“从何处”;而mala要么是赘词,要么用于表示数量程度的表达中,相当于“并非十分”、“绝非全然”。该词在旧喜剧中十分常见;阿里斯托芬说:“你们之间发生辱骂了吗?”“绝无此事,我也什么都没说。”
- p.puthaeaδι’ ὧν παρέθετο ὁ γραμματικὸς ὠνόμασε
关系代词 ὧν 融合了先行词(引文、引证),构成前置词短语 δι’ ὧν(“通过他所引证的文句”)。ὠνόμασε 的主语是所引演说家(如绪珀里得斯),其直接宾语为后文的 τὸν Πύθιον Ἀπόλλωνα。
- p.pukniκαὶ τῆς Πυκνὸς τοσοῦτον εὑρισκούσης
由分词 εὑρισκούσης 构成的属格独立结构。动词 εὑρίσκω 此处用于商业语境,意为“(在出租或拍卖中)带来、产生、值(若干价钱)”,τοσοῦτον 为表示金额或数量的内宾格。
- p.polosiοὐκ ἐᾶν ἐπὶ ταύταις μοιχὸν λαβεῖν
动词 ἐάω 接不定式 λαβεῖν 的句式,否定词 οὐ 否定整个许可。前置词短语 ἐπὶ ταύταις 意为“就这些妇女而言”。短语 μοιχὸν λαβεῖν 是法律上的固定用语,指“抓获/捉奸现行”。
