← 哈尔伯克拉提昂

十演说家词汇集

§p.prosepoiesato-p.ptoiodoros

从Prosepoiesato到Ptoiodoros的词条

本节依据阿提卡演说家的例证,对以pros-、pro-、pry-和pto-开头的词条进行了训诂,解释了居留外邦人保护者(prostates)、建筑前厅(prostasia)、司法诉讼程序(prosklesis、prostimemata、prytaneia)、公民大会预备表决(procheirotonia)以及五百人议事会执事团(prytaneis)等相关制度与词义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§p.prosepoiesato

ΠΡΟΣΕΠΟΙΗΣΑΤΟ ἀντὶ τοῦ ἀντεποιήσατο· Ἰσαῖος ἐν τῷ κατὰ Νικοδήμου οὐδεὶς πώποτε προσεποιήσατο οὐδ’ ἠμφισβήτησε τῆς κληρονομίας ἐκείνῳ.1

自为主张(prosepoiēsato) 替代“主张权利(antepoiēsato)”。伊赛奥斯在《控告尼科德摩斯》中说:“从未有人曾向他主张该遗产,亦未曾提出争议。”

§p.prosklesis

ΠΡΟΣΚΛΗΣΙΣ ἡ εἰς δικαστήριον κλῆσις, καὶ ΠΡΟΣΚΑΛΕΣΑΣΘΑΙ τὸ παραγγέλλειν εἰς δίκην· Δημοσθένης ἐν τῷ περὶ τοῦ Ἁγνίου κλήρου, Ὑπερείδης ἐν τῷ πρὸς Δάμιππον.

传唤(prosklēsis) 指传唤到法庭,而“proskalesasthai”则是指传唤出庭受审。德摩斯梯尼在《论哈格尼亚斯遗产》中用过,绪珀里得斯在《反驳达米波斯》中亦用过。

§p.prospaltioi

ΠΡΟΣΠΑΛΤΙΟΙ Λυσίας ἐν τῷ περὶ Μακαρτάτου κλήρου. Πρόσπαλτα δῆμος τῆς Ἀκαμαντίδος.

普罗斯帕尔塔区人(Prospaltioi) 吕西亚斯在《论马卡耳塔托斯遗产》中用过。普罗斯帕尔塔是阿卡曼提斯部族的村区。

§p.prostates

ΠΡΟΣΤΑΤΗΣ οἱ τῶν μετοίκων Ἀθήνησι προεστηκότες προστάται ἐκαλοῦντο· ἀναγκαῖον γὰρ ἦν ἕκαστον τῶν μετοίκων πολίτην τινὰ Ἀθηναῖον νέμειν προστάτην· Ὑπερείδης ἐν τῷ κατ̓ Ἀρισταγόρας. μέμνηται καὶ Μένανδρος ἐν ἀρχῇ τῆς Περινθίας.

保护人/外邦监护人(prostatēs) 在雅典负责保护居留外邦人(metoikoi)的人被称为“prostatai”;因为每位居留外邦人都必须推举一名雅典公民作为保护人。绪珀里得斯在《控告阿里斯塔戈拉》中用过。米南德在《珀林托斯女子》开篇亦有提及。

§p.prostasia

ΠΡΟΣΤΑΣΙΑ Δημοσθένης ἐν τῷ κατὰ Ὀνήτορος ταῦτα οὐχ ὁμολογουμένη προστασία; ἀντὶ τοῦ βοήθεια προϊσταμένου τινὸς καὶ ἐπικουροῦντος τῷ ἀδικουμένῳ. Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας ὡς δεῖ τὰ τῆς Ἀθηναίων ἀκροπόλεως προπύλαια μετενεγκεῖν εἰς τὴν προστασίαν τῆς Καδμείας. Δίδυμος τὴν προστασίαν φησὶ κεῖσθαι ἀντὶ τῆς προστάσεως, τουτέστι τῆς ὑπ’ ἐνίων προστάδος καλουμένης.

庇护/门厅(prostasia) 德摩斯梯尼在《控告奥涅托尔》中说:“这难道不是公认的庇护吗?”用于替代“居上者帮助并援助受冤者”。埃斯基涅斯在《论使节职守》中说:“必须将雅典卫城的前门移置于卡德墨亚的prostasia。”狄杜莫斯认为,此处的“prostasia”是替代“prostasis”,即某些人所称的“前厅/柱廊门廊(prostas)”。

§p.pros_tei_pulidi_ermes

ΠΡΟΣ ΤΗΙ ΠΥΛΙΔΙ ἙΡΜΗΣ Δημοσθένης ἐν τῷ κατ’ Εὐέργου. Φιλόχορος ἐν τῇ ε Ἀθηναίων φησὶν ἀρξαμένων τειχίζειν τὸν Πειραιᾶ οἱ θ ἄρχοντες τοῦτον ἀναθέντες ἐπέγραψαν ἀρξάμενοι πρῶτοι τειχίζειν οἵδ’ ἀνέθηκαν βουλῆς καὶ δήμου δόγμασι πειθόμενοι.

小门旁的赫尔墨斯(pros tēi pylidi Hermēs) 德摩斯梯尼在《控告欧厄耳戈斯》中用过。斐洛科罗斯在第五卷中说:“雅典人开始修筑比雷埃夫斯城墙时,九位执政官奉献了这尊雕像,并题铭道:‘作为率先开始筑墙之人,他们遵照议事会与公民大会的法令奉献了此物。’”

§p.prostimemata

ΠΡΟΣΤΙΜΗΜΑΤΑ ἔστι μέν τινα ἐν τοῖς νόμοις ὡρισμένα κατὰ τῶν ἀδικούντων, ὥσπερ ἡ ἐπωβελία παῤ Ἰσαίῳ ἐν τῷ κατὰ Διοκλέους, ἔστι δὲ καὶ ἄλλα ἃ προστιμᾶται τὸ δικαστήριον, ὡς δείκνυσι Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους.

追加罚金/追缴金(prostimēmata) 有些是法律中针对行不义者所明确规定的,如伊赛奥斯在《控告狄奥克勒斯》中提及的六分之一追加罚金;另有一些则是法庭追加评估的罚金,正如德摩斯梯尼在《控告提摩克拉忒斯》中所展示的那样。

§p.prostropaion

ΠΡΟΣΤΡΟΠΑΙΟΝ Αἰσχίνης περὶ τῆς πρεσβείας ἐάσετε οὖν αὐτὸν τὸ τοιοῦτον προστρόπαιον ἀντὶ τοῦ ἄγος καὶ τὸ μίασμα. καὶ ΠΡΟΣΤΡΟΠΗ δὲ παρὰ τοῦτο λέγεται· ἐν γοῦν τῷ κατὰ Κτησιφῶντος ἐκ παραλλήλου τίθησι τὰ ὀνόματα ὁ ῥήτωρ. κεῖται δὲ τοῦτο τὸ ὄνομα καὶ παρὰ Δεινάρχῳ ἐν τῷ κατὰ Φορμισίου ἀσεβείας.

遭天谴之徒/秽物(prostropaion) 埃斯基涅斯在《论使节职守》中说:“那么你们会放任这样一个遭天谴之徒吗?”替代“罪愆(agos)”与“污秽(miasma)”。由该词还引申出“prostropē”;至少在《控告客忒西丰》中,演说家将这两个词并列使用。狄纳尔科斯在《控告福耳弥西奥斯不敬神》中亦使用了该词。

§p.proteleia

ΠΡΟΤΕΛΕΙΑ Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. τὰ πρὸ τοῦ τελεσθῆναί τι τῶν εἰς τὸ θεῖον ἀναφερομένων γινόμενα ἢ διδόμενα καλεῖται προτέλεια.

前祭/开篇献祭(proteleia) 吕库古在《论女祭司》中用过。在与神圣有关的事务完成或举行之前所进行的事或所献的祭品被称为“proteleia”。

§p.profereis

ΠΡΟΦΕΡΕΙΣ οἱ νέοι μὲν ὄντες, πρεσβύτεροι δὲ φαινόμενοι· Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου.

显老相的年轻人(prophereis) 指那些年纪尚轻,外貌却显老成的人;埃斯基涅斯在《控告提马耳科斯》中用过。

§p.prosfora

ΠΡΟΣΦΟΡΑ ἀντὶ τοῦ πρόσοδος Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Λινδίων φόρου. καὶ παρ’ ἄλλοις δὲ τοὔνομα.

收入/进项(prosphora) 替代“收入(prosodos)”。安提丰在《论林多斯人的贡金》中用过。该词亦见于其他作者。

§p.procheirotonia

ΠΡΟΧΕΙΡΟΤΟΝΙΑ ἔοικεν Ἀθήνησι τοιοῦτό τι γίγνεσθαι, ὁπόταν τῆς βουλῆς προβουλευσάσης εἰσφέρηται εἰς τὸν δῆμον ἡ γνώμη· πρότερον γίνεται χειροτονία ἐν τῇ ἐκκλησίᾳ πότερον δοκεῖ περὶ τῶν προβουλευθέντων σκέψασθαι τὸν δῆμον, ἢ ἀρκεῖ τὸ προβούλευμα.2 ταῦτα δ᾽ ὑποσημαίνεται ἐν τῷ Λυσίου πρὸς τὴν Μιξιδήμου γραφήν.

预备表决(procheirotonia) 在雅典似乎实行过此类做法:每当五百人议事会作出初步决议(probouleuma)并提交给公民大会时,大会上首先进行举手表决,以决定大会是否应当进一步审议该初步决议,抑或原决议已经足够。这些在吕西亚斯的《反驳米克西得摩斯之公诉》中有所暗示。

§p.proschaireteria

ΠΡΟΣΧΑΙΡΗΤΗΡΙΑ Λυκοῦργος ἐν τῇ Κροκωνιδῶν διαδικασίᾳ. ἑορτὴ παρ’ Ἀθηναίοις ἀγομένη ὅτε δοκεῖ ἀπιέναι ἡ Κόρη.

送别庆典(proschairētēria) 吕库古在《克罗科尼代氏族之裁定》中用过。这是雅典人在认为少女神(科瑞)离去时举行的节日。

§p.prutaneia

ΠΡΥΤΑΝΕΙΑ Ἰσοκράτης ἐν τῇ πρὸς Καλλίμαχον παραγραφῇ. ἔστι δὲ καὶ παρὰ τοῖς ἄλλοις Ἀττικοῖς τὰ πρυτανεῖα· ἦν δὲ ἀργύριόν τι ὅπερ κατετίθεσαν οἱ δικαζόμενοι ἀμφότεροι, καὶ ὁ φεύγων καὶ ὁ διώκων.

诉讼预缴金(prytaneia) 伊索克拉底在《反驳卡利马科斯的抗辩》中用过。其他阿提卡作者亦使用“prytaneia”;这是诉讼双方(原告与被告)皆须缴纳的一笔款项。

§p.prutaneias

ΠΡΥΤΑΝΕΙΑΣ Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. ἔστι δὲ ἀριθμὸς ἡμερῶν ἡ πρυτανεία ἤτοι λς ἢ λε, ἃς ἑκάστη φυλὴ πρυτανεύει. διείλεκται δὲ περὶ τούτων Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ.

执事期(prytaneias) 安提丰在《反驳尼科克勒斯》中用过。prytaneia是指每个部族担任执事团的天数,即三十六天或三十五天。亚里士多德在《雅典政制》中论述过这些事务。

§p.prutanepsonta

ΠΡΥΤΑΝΕΥΟΝΤΑ κυρίως μὲν ἀντὶ τοῦ πρύτανιν ὄντα· ἀντὶ δὲ τοῦ διοικοῦντα Δημοσθένης ἐν Φιλιππικοῖς. ἐν δὲ ἑτέρῳ Φιλιππικῷ πρυτανευόμενοί φησιν ἀντὶ τοῦ διοικούμενοι καὶ διατρεφόμενοι.

担任执事官/管理者(prytaneuonta) 本义指“担任执事官者”,而德摩斯梯尼在《腓力演说》中用以替代“管理者/差配者”。在另一篇《腓力演说》中,他用“prytaneuomenoi”替代“受到管理与扶养者”。

§p.prutaneis

ΠΡΥΤΑΝΕΙΣ τὸ δέκατον μέρος τῆς βουλῆς τῶν φ, ν ἄνδρες ἀπὸ μιᾶς φυλῆς, οἱ διοικοῦντες ἅπαντα τὰ ὑπὸ τῆς βουλῆς πραττόμενα, πρυτάνεις ἐκαλοῦντο. ἐπρυτάνευον δὲ ἐκ διαδοχῆς ἀλλήλαις αἱ ι φυλαὶ κλήρῳ λαχοῦσαι,3 ὡς Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος.

执事团成员(prytaneis) 五百人议事会的十分之一,即来自同一个部族的五十人,负责管理议事会处理的一切事务,被称为“prytaneis”。十个部族经抽签得任,彼此依次轮流担任执事团,正如埃斯基涅斯在《控告客忒西丰》中所言。

§p.ptoiodoros

ΠΤΟΙΟΔΩΡΟΣ Δημοσθένης. ὄνομα κύριον.

普托伊奥多罗斯(Ptoiodōros) 德摩斯梯尼用过。为人名。

语法注3 条
  1. p.prosepoiesatoοὐδεὶς πώποτε προσεποιήσατο οὐδ’ ἠμφισβήτησε τῆς κληρονομίας ἐκείνῳ

    τῆς κληρονομίας 是由动词 ἠμφισβήτησε(以及 προσεποιήσατο)所支配的属格补足语,表示争执或主张的对象;ἐκείνῳ 是与两个动词连用的不利或对抗性与格(“针对他/与他相争”)。

  2. p.procheirotoniaπότερον δοκεῖ περὶ τῶν προβουλευθέντων σκέψασθαι τὸν δῆμον, ἢ ἀρκεῖ τὸ προβούλευμα

    由 πότερον ... ἤ 引导的间接疑问句结构。前半句中,无人称动词 δοκεῖ(“是否被认为应当……”)支配由宾格加不定式组成的句式(τὸν δῆμον ... σκέψασθαι)作为主语;后半句则以中性主格名词短语 τὸ προβούλευμα 作动词 ἀρκεῖ 的主语。

  3. p.prutaneisἐπρυτάνευον δὲ ἐκ διαδοχῆς ἀλλήλαις αἱ ι φυλαὶ κλήρῳ λαχοῦσαι

    κλήρῳ 是手段/方式与格(“以抽签方式”)。ἀλλήλαις 与 ἐκ διαδοχῆς 连用,构成相互与格,意为“彼此相继/互相交替”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:p.prosepoiesato-p.ptoiodoros