- 底本
- Harpocration, Valerius. Harpocrationis Lexicon in decem oratores Atticos. Dindorf, Wilhelm, editor. Oxford: E Typographeo Academico, 1853.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:g.galepsos-g.gerra
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
从“加勒普索斯”至“格拉”的伽马字母词条辨析,论及婚姻礼仪(加墨利亚)、宗族成员(根涅泰)的制度性定义,以及市场上用作障屏和公民大会围栏的“格拉”。
ΓΑΛΗΨΟΣ Ἀντιφῶν κατὰ Λαισποδίου. πόλις Θρᾴκης, ὡς οἱ τὰς περιόδους γεγραφότες φασίν. ὠνομάσθη δὲ ἀπὸ Γαληψοῦ τοῦ ἐκ Θάσου καὶ Τηλέφης, ὡς Μαρσύας ὁ νεώτερος ἐν πέμπτῳ Μακεδονικῶν.
加勒普索斯 安提丰《反莱斯波狄阿斯》。色雷斯的一座城市,正如环航记的作者们所言。它得名于萨索斯与忒勒菲之子加勒普索斯,正如小马耳修阿斯在《马其顿志》第五卷中所说。
ΓΑΜΗΛΙΑ Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει καὶ Ἰσαῖος. καὶ Δίδυμος ὁ γραμματικὸς ἐν μὲν τοῖς Ἰσαίου ὑπομνήμασί φησιν εἶναι γαμηλίαν τὴν τοῖς φράτορσιν ἐπὶ γάμοις διδομένην,1 παρατιθέμενος λέξιν Φανοδήμου, ἐν ᾗ οὐδὲν τοιοῦτον γέγραπται. ἐν δὲ τοῖς εἰς Δημοσθένην ὁ αὐτὸς πάλιν γαμηλίαν φησὶν εἶναι τὴν εἰς τοὺς φράτορας εἰσαγωγὴν τῶν γυναικῶν, οὐδεμίαν ἀπόδειξιν τῆς ἐξηγήσεως παραθέμενος.
加墨利亚(婚礼供祭/婚宴)德摩斯梯尼《对欧布利得斯判决的上诉》以及伊塞奥斯。语法学者狄迪莫斯在《伊塞奥斯注疏》中称,加墨利亚是在婚礼时提供给胞族成员的事物,并引用了法诺得莫斯的一句话,但其中并无此类记载。而在《德摩斯梯尼注疏》中,同一位狄迪莫斯又称加墨利亚是将妻子引荐给胞族成员的仪式,却没有为此解释提出任何证据。
ΓΑΝΟΣ ΓΑΝΟΣ καὶ ΓΑΝΙΑΔΑ· Αἰσχίνης κατὰ Κτησιφῶντος. χωρία ἐστὶ Θρᾳκικὰ, ὡς Ἀρτεμίδωρος.
加诺斯 加诺斯与加尼亚达:埃斯基涅斯《反客梯斯丰》。如阿耳忒弥多罗斯所说,它们是色雷斯的地方。
ΓΕΙΣΙΠΟΥΣ ΓΕΙΣΙΠΟΥΣ καὶ ΓΕΙΣΙΠΟΔΙΣΜΑ καὶ ΓΕΙΣΙΠΟΔΙΖΕΙΝ· τὸ ἐξέχον τῆς δοκοῦ, ἐφ’ οὗ τὸ γεῖσόν ἐστι, γεισίπους καλεῖται καὶ γεισιπόδισμα, καὶ γεισιποδίζειν τὸ τοῦτο ποιεῖν· Ἰσαῖος ἐν τῷ πρὸς ὀργεῶνας.
檐托木(盖西普斯)盖西普斯、盖西波狄斯玛与盖西波狄泽因:梁突出并承载挑檐(盖松)的部分被称为盖西普斯和盖西波狄斯玛,而制作此物则被称为盖西波狄泽因;伊塞奥斯《反社团成员》。
ΓΕΝΝΗΤΑΙ οἱ τοῦ αὐτοῦ γένους κοινωνοῦντες. διῃρημένων γὰρ ἁπάντων τῶν πολιτῶν κατὰ μέρη, τὰ μὲν πρῶτα καὶ μέγιστα μέρη ἐκαλοῦντο φυλαὶ, ἑκάστη δὲ φυλὴ τριχῇ διῄρητο, καὶ ἐκαλεῖτο ἕκαστον μέρος τούτων τριττὺς καὶ φρατρία. πάλιν δὲ τῶν φρατριῶν ἑκάστη διῄρητο εἰς γένη λ, ἐξ ὧν αἱ ἱερωσύναι αἱ ἑκάστοις προσήκουσαι ἐκληροῦντο. ἔστι δὲ παρὰ πολλοῖς τῶν ῥητόρων τοὔνομα, ὡς καὶ Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει. Ἰσαῖος δ’ ἐν τῷ περὶ τοῦ Ἀπολλοδώρου κλήρου τοὺς συγγενεῖς γεννήτας ὠνόμασεν· οὐχ οἱ συγγενεῖς μέντοι ἁπλῶς καὶ οἱ ἐξ αἵματος γεννῆταί τε καὶ ἐκ τοῦ αὐτοῦ γένους ἐκαλοῦντο, ἀλλ’ οἱ ἐξ ἀρχῆς εἰς τὰ καλούμενα γένη κατανεμηθέντες. Φιλόχορος δ’ ἐν τῇ δ φησὶ πρότερον ὁμογάλακτας ὀνομάζεσθαι οὓς νῦν γεννήτας καλοῦσιν.
宗族成员(根涅泰)共享同一宗族(革诺斯)的人。因为当全体公民被划分为各个部分时,最初也是最大的部分被称为部落(菲莱),每个部落被分成三份,这些部分的每一份被称为特里堤斯和胞族(夫拉特里亚)。各胞族又被分为三十个宗族,各自所属的祭司职位即从中抽签决定。这个名称见于多位演说家,如德摩斯梯尼在《对欧布利得斯判决的上诉》中亦然。伊塞奥斯在《论阿波罗多洛斯的遗产》中将亲属称为“宗族成员”;然而,并非单纯的亲属和血亲被称为宗族成员及同一宗族之人,而是从最初就被分派进所谓的宗族中的人。菲洛科罗斯在第四卷中说,如今被称为根涅泰的人,从前被称为“共乳者”。
ΓΕΡΑΡΑΙ αἱ τῷ Διονύσῳ ἱερωμέναι γυναῖκες· Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας.
革拉莱(献祭圣妇)奉献给狄奥尼索斯的妇女;德摩斯梯尼《反涅埃拉》。
ΓΕΡΑΝΕΙΑ Λυσίας ἐπιταφίῳ. ἔστι δὲ ὄρος Μεγαρίδος, ὡς Διευχίδας.
革拉内亚 吕西亚斯《国葬悼词》。正如狄欧基达斯所说,是墨伽拉地区的一座山。
ΓΕΡΡΑ Δημοσθένης ὑπὲρ Κτησιφῶντος τούς τε ἐκ τῶν σκηνῶν τῶν κατὰ τὴν ἀγορὰν ἐξεῖργον καὶ τὰ γέρρα ἐνεπίμπρασαν. Περσικὰ μέν τινα ὅπλα τὰ γέρρα ἐστὶ, καθὰ καὶ Ἡρόδοτός φησιν· ἤδη δὲ καταχρηστικῶς καὶ ἅπαν σκέπασμα, εἴτε δερμάτινον εἴη εἴτε ἄλλης τινὸς ὕλης, γέρρον ἐλέγετο. νῦν γοῦν τὰ τῶν σκηνῶν σκεπάσματα καὶ παρακαλύμματα ἐμπίπρασθαί φησιν ὁ Δημοσθένης ὑπὲρ τοῦ μὴ συνεστάναι περὶ τὰ ὤνια ἐπὶ τῆς ἀγορᾶς μηδὲ πρὸς ἄλλοις τισὶ τὰς διατριβὰς ἔχειν.2 ἐν δὲ τῷ κατὰ Νεαίρας, εἰ γνήσιος ὁ λόγος, φησὶν οὕτω· τοὺς δὲ πρυτάνεις κελεύει τιθέναι τοὺς καδίσσκους ὁ νόμος καὶ τὴν ψῆφον διδόναι προσιόντι τῷ δήμῳ, πρὶν τοὺς ξένους εἰσιέναι καὶ τὰ γέρρα ἀναιρεῖν.3 ἤτοι οὖν ταὐτόν ἐστι τῷ ὑπὲρ Κτησιφῶντος, ἢ τοιοῦτό τι ὑποληπτέον ὡς παρὰ τοῖς ἐκκλησιάζουσι πολίταις ἡ ψῆφος ὑπὸ τῶν πρυτάνεων ἐδίδοτο πρὶν εἰσιέναι τοὺς ξένους καὶ πρὶν ἀναιρεθῆναι τὰ περιφράγματα, τουτέστι πρὶν ἀναπετασθῆναι τὴν ἐκκλησίαν παντὶ τῷ εἰπεῖν βουλομένῳ.
编条障屏·阵帘(格拉)德摩斯梯尼《论冠冕》: “他们把人从广场各处的棚屋中驱逐出来,并烧毁了编条障屏。” 正如希罗多德所言,格拉本是波斯人的一种武器装备(柳条盾);但后来转用之下,凡是遮盖物,不论是皮革制还是其他材质,都被称为格隆。在此,德摩斯梯尼说烧毁棚屋的遮盖物与障屏,是为了防止人们在市场上聚集在待售商品周围,或将时间虚耗在其他杂事上。而在《反涅埃拉》中(若该篇演说是真作的话),则如此写道: “法律命令议事会主席团放置投票罐,并在民众上前时分发选票,趁外邦人尚未进入且尚未撤去栅栏之前。” 因此,这要么与《论冠冕》中的用法相同,要么应当理解为:在集会公民中,选票是在外邦人进入之前以及围栏撤去之前由主席团分发的,也就是说,在公民大会向每一位意欲发言者彻底开放之前。
- g.gameliaτὴν τοῖς φράτορσιν ἐπὶ γάμοις διδομένην
阴性定冠词 τὴν 之后省略了名词。根据上下文,此处指在婚礼时提供给胞族成员的“祭品”(θυσίαν)或“宴席/份粮”(ἑστίασιν / μερίδα),与后文将其解释为 εἰσαγωγὴν τῶν γυναικῶν(将妇女引荐/登记入胞族)相对照。
- g.gerraὑπὲρ τοῦ μὴ συνεστάναι περὶ τὰ ὤνια ἐπὶ τῆς ἀγορᾶς μηδὲ πρὸς ἄλλοις τισὶ τὰς διατριβὰς ἔχειν
介词 ὑπέρ 支配带属格冠词的不定式(τοῦ μὴ συνεστάναι ... μηδὲ ... ἔχειν),构成否定目的从句,意为“为了使……不聚集……也不消磨时间”。此句解释了清理集市、防止公民沉迷于买卖或闲谈而耽误紧急公民大会的非常措施。
- g.gerraπρὶν τοὺς ξένους εἰσιέναι καὶ τὰ γέρρα ἀναιρεῖν
由连词 πρίν 引导的带不定式的宾格构式。τοὺς ξένους 是 εἰσιέναι 的逻辑主语;而后面的 καὶ τὰ γέρρα ἀναιρεῖν 的主语根据上下文为议事会主席团(或官员),意为“在外邦人进入之前,且在(官员)撤去栅栏之前”。词典编纂者据此提出解释,即投票发生在大会完全向众人开放之前。
