← 哈尔伯克拉提昂

十演说家词汇集

§b.bothunos-b.bomolocheuesthai

博梯诺斯至博莫洛客乌埃斯泰词条

收录哈尔波克拉提翁《演说家词典》中从“博梯诺斯”到“博莫洛客乌埃斯泰”的条目,解说地名、昆虫名、神祇别名、官职、诉讼名称、村区氏族及俚俗习语的词义、词源与文献出处。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§b.bothunos

ΒΟΘΥΝΟΣ τόπος τις ἰδίως οὕτω καλούμενος ἐν τῇ ἱερᾷ ὁδῷ. Ἰσαῖος ἐν τῷ πρὸς Ἕρμωνα περὶ ἐγγύης μνημονεύει τοῦ τόπου καὶ Καλλισθένης.

坑洞(博梯诺斯)圣道上一处特以此命名的地点。伊塞奥斯在《反赫尔蒙关于担保的演说》中提到了该地点,卡利斯忒涅斯亦然。

§b.boleones

ΒΟΛΕΩΝΕΣ ὁ τόπος ὅπου ἡ κόπρος βάλλεται βολεὼν καλεῖται. Νίκανδρος ἐν γ Ἀττικῆς διαλέκτου βολεῶνας ἐπὶ τῶν ἀγρῶν, εἰς οὓς τὰ κόπρια ἐκφέρει. οὕτω Δείναρχος καὶ Φιλήμων καὶ ἄλλοι.

肥堆、倾倒场(博勒翁)倾倒粪便或秽物的地点被称为博勒翁。尼坎德在《阿提卡方言》第三卷中写道: “田间的肥堆,人们把粪肥倾运至其中。” 狄纳尔科斯、菲莱蒙等人亦如此使用。

§b.bombulios

ΒΟΜΒΥΛΙΟΣ ζῷον παραπλήσιον μελίττῃ, ὠνομασμένον ἀπὸ τοῦ βόμβου· Ἰσοκράτης Ἑλένης ἐγκωμίῳ.

轰鸣蜂(邦比利奥斯)一种形似蜜蜂的昆虫,因其嗡鸣声而得名;伊索克拉底《海伦赞》。

§b.boulaia

ΒΟΥΛΑΙΑ Δείναρχος ἐν τῇ κατὰ Καλλισθένους ἐνδείξει μαρτύρομαι τὴν Ἑστίαν τὴν βουλαίαν, οἷον τὴν ἐν τῇ βουλῇ ἱδρυμένην.

议事会守护神(布莱亚)狄纳尔科斯《反卡利斯忒涅斯检举演说》: “我以议事会守护神赫斯提亚为证”,即供奉在议事会厅内的赫斯提亚。

§b.bouleia

ΒΟΥΛΕΙΑ τὸ ἐκ τῆς βουλῆς ὄντα πράττειν ἃ τοῖς βουλευταῖς προσήκει· Δείναρχος καὶ Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις.

履职议事会(布莱亚)身为议事会成员而履行适于议事会成员之职;狄纳尔科斯以及阿里斯托芬《地母节妇女》。

§b.bouleuseos

ΒΟΥΛΕΥΣΕΩΣ ἐγκλήματος ὄνομα ἐπὶ δυοῖν ταττόμενον πραγμάτοιν·1 τὸ μὲν γάρ ἐστιν ὅταν ἐξ ἐπιβουλῆς τίς τινι κατασκευάσῃ θάνατον, ἐάν τε ἀποθάνῃ ὁ ἐπιβουλευθεὶς ἐάν τε μὴ, τὸ δ’ ἕτερον ὅταν ἐγγεγραμμένος ὡς ὀφείλων τῷ δημοσίῳ αὐτὸς δικάζηταί τινι ὡς οὐ δικαίως αὐτὸν ἐγγεγραφότι.2 τοῦ μὲν οὖν προτέρου μάρτυς Ἰσαῖος ἐν τῷ πρὸς Εὐκλείδην, ἐπὶ Παλλαδίῳ λέγων εἶναι τὰς δίκας, Δείναρχος δὲ ἐν τῷ κατὰ Πιστίου ἐν Ἀρείῳ πάγῳ. Ἀριστοτέλης δ’ ἐν τῇ Ἀθηναίων πολιτείᾳ τῷ Ἰσαίῳ συμφωνεῖ. περὶ δὲ τοῦ ἑτέρου ἐγκλήματος Δημοσθένης ἐν τῷ κατ’ Ἀριστογείτονος α. Ὑπερείδης δ’ ἐν τῷ κατ’ Ἀθηνογένους α ἐπὶ ἐνέδρας καὶ ἐπιβουλῆς τῆς εἰς χρήματα ἰδίως κέχρηται τῷ ὀνόματι.

谋策之诉(布留西斯)用于两种事由的控告名称。其一是某人通过阴谋为他人策划死亡,不论受谋害者是否身亡;其二是当某人被登记为公家债务人时,他亲自对他人提起诉讼,指控其不当地登记了自己。关于前者,伊塞奥斯在《反欧克莱得斯》中作证,指出此类审判在帕拉狄翁法院进行,而狄纳尔科斯在《反皮斯提阿斯》中则称在阿雷奥帕戈斯进行。亚里士多德在《雅典政制》中与伊塞奥斯一致。关于另一种指控,德摩斯梯尼在《反阿里斯托革顿之一》中有所论述。而许佩里得斯在《反雅典诺革尼斯之一》中,则特指针对钱财的圈套和谋划而使用了该名称。

§b.boutades

ΒΟΥΤΑΔΗΣ δῆμος τῆς Οἰνηΐδος φυλῆς Βούτεια, ἀφ’ ἧς οἱ δημόται Βουτάδαι.

布塔得斯区人 奥伊奈伊斯部落的一个村区名为布泰亚,由此其村民被称为布塔得斯。

§b.boutes

ΒΟΥΤΗΣ οὗτος ἔσχε τὴν ἱερωσύνην· καὶ ἀπὸ τούτου Βουτάδαι καὶ Ἐτεοβουτάδαι οἱ ἀπόγονοι τοῦ Βούτου· τὸ γὰρ ἐτεὸν ἀληθές. Ὅμηρος εἰ ἐτεὸν σός εἰμι.

布特斯 此人拥有祭司职任;布特斯的后裔因他而被称为布塔得斯以及埃忒奥布塔得斯;因为“埃忒翁”意为“真正的”。荷马写道: “若我确实是你的子嗣。”

§b.boufonia

ΒΟΥΦΟΝΙΑ Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου. ἑορτή τις ἐστὶ παρ’ Ἀθηναίοις.

弑牛节(布珀尼亚)许佩里得斯《反德玛得斯》。雅典人中的一个节日。

§b.boucheta

ΒΟΥΧΕΤΑ Δημοσθένης ἐν Φιλιππικῶν ζ. πόλις ἐστὶ τῆς Ἠπείρου, πληθυντικῶς οὐδετέρως λεγομένη,3 ἣν Φιλοστέφανος ἐν τοῖς Ἠπειρωτικοῖς ὠνομάσθαι φησὶ διὰ τὸ τὴν Θέμιν ἐπὶ βοὸς ὀχουμένην ἐκεῖσε ἐλθεῖν κατὰ τὸν Δευκαλίωνος κατακλυσμόν.

布凯塔 德摩斯梯尼《反腓力演说第七》。伊庇鲁斯的一座城市,作中性复数,菲洛斯特法诺斯在《伊庇鲁斯志》中称其得名是因为特弥斯在丢卡利翁大洪水期间骑牛抵达该地。

§b.boones

ΒΟΩΝΗΣ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου ὅτι λαμπρὸς ἦν ὁ βοώνης καὶ αἱ μέγισται ἀρχαὶ ἐπὶ τούτῳ ἐχειροτονοῦντο.

购牛官(博奥内斯)德摩斯梯尼《反迈狄亚斯》,记载购牛官是一项显要的职务,最高长官亦被选举出任此职。

§b.brutidai

ΒΡΥΤΙΔΑΙ ὄνομα γένους Ἀττικοῦ· Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας.

布吕提代 阿提卡一个氏族的名称;德摩斯梯尼《反涅埃拉》。

§b.bomolocheuesthai

ΒΩΜΟΛΟΧΕΥΕΣΘΑΙ κυρίως ἐλέγοντο βωμολόχοι οἱ ἐπὶ τῶν θυσιῶν ὑπὸ τοὺς βωμοὺς καθίζοντες καὶ μετὰ κολακείας προσαιτοῦντες, ἔτι δὲ καὶ οἱ παραλαμβανόμενοι ταῖς θυσίαις αὐληταί τε καὶ μάντεις. Φερεκράτης Τυραννίδι κἄπειθ’ ἵνα μὴ πρὸς τοῖσι βωμοῖς πανταχοῦ ἀεὶ λοχῶντες βωμολόχοι καλώμεθα,4 ἐποίησεν ὁ Ζεὺς καπνοδόκην μεγάλην πάνυ. ἐκ μεταφορᾶς δὲ τούτων ἐλέγοντο βωμολόχοι εὔκολοί τινες ἄνθρωποι καὶ ταπεινοὶ καὶ πᾶν ὁτιοῦν ὑπομένοντες ἐπὶ κέρδει διὰ τοῦ παίζειν τε καὶ σκώπτειν. Ἀριστοφάνης Γηρυτάδῃ χαριεντίζει καὶ καταπαίζεις ἡμῶν καὶ βωμολοχεύει.

充当弄臣、祭坛乞食(博莫洛客乌埃斯泰)字面上,“祭坛潜伏者”原指在祭祀时坐在祭坛下方谄媚乞讨的人,此外还指祭祀中受召请的笛手与预言家。费雷克拉忒斯《僭主统治》: “于是,为了使我们免于四处总潜伏在祭坛旁并被称为祭坛潜伏者,宙斯建造了一座极大的烟囱。” 从这些人隐喻引申而来,某些轻浮低劣、为了获利而通过说笑与嘲讽甘受一切的人,被称为“祭坛潜伏者”。阿里斯托芬《革律塔得斯》: “你打趣,嘲弄我们,并充当弄臣。”

语法注4 条
  1. b.bouleuseosἐπὶ δυοῖν ταττόμενον πραγμάτοιν

    介词 ἐπί 接属格双数(δυοῖν πραγμάτοιν),表示该诉由所适用的事由范围(“用于两种事由”),与后文的 τὸ μὲν γάρ... τὸ δ’ ἕτερον... 形成呼应,引出两种截然不同的案件类型。

  2. b.bouleuseosἐγγεγραμμένος ὡς ὀφείλων τῷ δημοσίῳ αὐτὸς δικάζηταί τινι ὡς οὐ δικαίως αὐτὸν ἐγγεγραφότι

    主语为完成时被动分词 ἐγγεγραμμένος(被登记之人),动词 δικάζηται 为中间态(“为自己提起诉讼”),以与格 τινι 表示诉讼对象。两处 ὡς 引导的分词(ὡς ὀφείλων 与 ὡς... ἐγγεγραφότι)均表示主观诉称或指控的缘由(“被指作为公家债务人”、“因指其不当登记了自己”)。

  3. b.bouchetaπληθυντικῶς οὐδετέρως λεγομένη

    副词 πληθυντικῶς(以复数形式)与 οὐδετέρως(以中性)修饰被动分词 λεγομένη,用以明确地名布凯塔(Βούχετα)在语法上作中性复数名词(τὰ Βούχετα)使用的属性。

  4. b.bomolocheuesthaiἵνα μὴ πρὸς τοῖσι βωμοῖς πανταχοῦ ἀεὶ λοχῶντες βωμολόχοι καλώμεθα

    由 ἵνα μή 引导带现在时虚拟式 καλώμεθα 的否定目的从句(“为了使我们不被称为……”)。分词 λοχῶντες(潜伏)起到了词源学说明的作用,滑稽地指出了复合词 βωμολόχος 的构成要素(βωμός 与 λοχάω)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:b.bothunos-b.bomolocheuesthai