← 哈尔伯克拉提昂

十演说家词汇集

§e.hermias-e.euthunoi

从赫耳米亚斯到账目审查官的词条

词条辑录并解释了从“赫耳米亚斯”到“账目审查官”的演说家涉猎人名、地名、制度及专门用语。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§e.hermias

ἙΡΜΙΑΣ ὄνομα κύριον, ὁ εὐνοῦχος ὁ τρίπρατος. οἰκείως δὲ διέκειτο πρὸς Ἀριστοτέλην, καὶ τὴν θετὴν αὑτοῦ θυγατέρα ἔδωκε τῷ φιλοσόφῳ.

“赫耳米亚斯”专有名词;被倒卖三次的阉人。他与亚里士多德过从甚密,并将其养女许配给这位哲学家。

§e.eroiadai

ἘΡΟΙΑΔΑΙ οἱ Ἐροιάδαι δῆμός ἐστι τῆς Ἱπποθωντίδος, ὥς φησι Διόδωρος.

“埃罗伊阿代”埃罗伊阿代是希波同提斯部落的一个德谟(区),正如狄奥多罗斯所言。

§e.eruthraioi

ἘΡΥΘΡΑΙΟΙ Δημοσθένης ἐν Φιλιππικῷ η. πόλις ἐν Ἰωνίᾳ Ἐρυθρὰ, μία τῶν ὑπὸ Νηλέως τοῦ Κόδρου κτισθεισῶν, ὥς φησιν Ἑλλάνικος ἐν Ἀτθίδι.

“厄律特赖人”德摩斯梯尼《反腓力演说第八篇》。厄律特赖是爱奥尼亚的一座城邦,正如赫拉尼科斯在《阿提卡史》中所述,是由科德鲁斯之子奈琉斯建立的诸城邦之一。

§e.erchiathen

ἘΡΧΙΑΘΕΝ Δείναρχος κατὰ Στεφάνου. Ἐρχιὰ δῆμός ἐστι τῆς Αἰγηΐδος, ὥς φησι Διόδωρος.

“来自埃耳基亚(埃耳基亚特恩)”得纳尔科斯《对斯特凡诺斯》。埃耳基亚是埃盖伊斯部落的一个德谟,正如狄奥多罗斯所言。

§e.espathato

ἘΣΠΑΘΑΤΟ Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου. Δίδυμός φησιν ἀντὶ τοῦ ἀπώλλυτο, παρὰ τὴν σπάθην, σπάθη δέ ἐστι ξίφος. μήποτε δὲ ἀπὸ τῶν ὑφαινόντων ἡ μεταφορά·1 σπάθῃ γὰρ χρῶνται. καὶ Ἀριστοφάνης Νεφέλαις ὦ γύναι, λίαν σπαθᾷς.

“被挥霍/被砍削(厄斯帕塔托)”德摩斯梯尼《对埃斯基涅斯》。迪杜摩斯称此词意为“被消灭”,源于“斯帕泰”,而斯帕泰即是短剑。但或许这比喻源于织布者,因为他们使用织压板(斯帕泰)。阿里斯托芬在《云》中亦言: “妇人啊,你织压得太过分了(挥霍得太过分了)。”

§e.estiator

ἘΣΤΙΑΤΩΡ ὁ τράπεζάν τισι παρατιθείς· Δημοσθένης ἐν τῷ πρὸς Βοιωτόν. εἱστίων τὰς φυλὰς οἱ μὲν ἐθελονταὶ, οἱ δὲ κληρωτοὶ, ὡς ὁ αὐτὸς ῥήτωρ δηλοῖ ἐν τῷ κατὰ Μειδίου.

“宴饮承办人(厄斯提阿托尔)”为众人备办餐席者;德摩斯梯尼《对波奥托斯》。为各个部落备设宴饮者,有人出于自愿,有人由抽签选出,正如同一位演说家在《对梅狄亚斯》中所指出的那样。

§e.eschara

ἘΣΧΑΡΑ Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. Ἀμμώνιος ἐν τοῖς περὶ βωμῶν ἐσχάραν φησὶ καλεῖσθαι τὴν μὴ ἔχουσαν ὕψος ἑστίαν, ἀλλ’ ἐπὶ γῆς ἱδρυμένην κοίλην, παρ’ ὃ καὶ τοὺς ἰατροὺς τὰ ἐν τοῖς σώμασι κοῖλα ἕλκη ἐσχάρας καλεῖν.

“地灶/凹型祭坛(厄斯卡拉)”吕库古《论女祭司》。阿摩尼乌斯在《论祭坛》中说,无高度而建于地面上的凹陷炉坛被称为“厄斯卡拉”,因此医师们亦将体内凹陷的溃疡称为“厄斯卡拉(焦痂、溃疡)”。

§e.eschatia

ἘΣΧΑΤΙΑ Δημοσθένης ἐν τῷ πρὸς Φαίνιππον. τὰ πρὸς τοῖς τέρμασι τῶν χωρίων ἐσχατιὰς ἔλεγον, οἷς γειτνιᾷ εἴτε ὄρος εἴτε θάλασσα.

“边界地产(厄斯卡提亚)”德摩斯梯尼《对法伊尼波斯》。人们将地块边界处接壤山陵或大海的产业称为“厄斯卡提亚”。

§e.hetaireia

ἙΤΑΙΡΕΙΑ ἰδίως ἐπὶ τῆς ἑταιρήσεως τοὔνομα τέταχεν Ἀνδοκίδης ἐν τῇ περὶ τῶν μυστηρίων ἀπολογίᾳ.

“聚党/卖淫(赫泰赖亚)”安多基得斯在《关于秘仪的辩护辞》中特指卖淫(男妓行为)而使用了该词。

§e.eteobouuadai

ἘΤΕΟΒΟΥΤΑΔΑΙ Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. γένος παρ’ Ἀθηναίοις, οἷον οἱ ἀληθῶς ἀπὸ Βούτου· ἐτεόν γὰρ τὸ ἀληθές. ἐκ δὲ τούτων καθίστατο ἡ ἱέρεια τῆς Πολιάδος Ἀθηνᾶς, καθά φησι Δράκων περὶ γενῶν.

“真布忒斯族(厄忒欧布塔代)”吕库古《论女祭司》。雅典人的一个氏族,意即“真正出自布忒斯之后代者”;因“厄忒翁”即意为“真实”。雅典娜·波利阿斯的女祭司便是从这些人中选立的,如德拉孔在《论氏族》中所言。

§e.heterofthalmos

ἙΤΕΡΟΦΘΑΛΜΟΣ ὁ ἐν Λοκροῖς νομοθετήσας· Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους.

“独眼者(赫忒罗夫塔尔摩斯)”洛克里斯的立法者;德摩斯梯尼《对提摩克拉忒斯》。

§e.euagoras

ΕΥΑΓΟΡΑΣ ὄνομα κύριον, εἰς ὃν τὸ ἐγκώμιον Ἰσοκράτους.

“厄瓦戈拉斯”专有名词,伊索克拉底为其作颂辞者。

§e.euaion

ΕΥΑΙΩΝ Δημοσθένης κατὰ Μειδίου. ὄνομα κύριον.

“厄瓦伊翁”德摩斯梯尼《对梅狄亚斯》。专有名词。

§e.euandria

ΕΥΑΝΔΡΙΑ Δείναρχος ἐν τῷ κατ’ Ἀγασικλέους. Παναθηναίοις εὐανδρίας ἀγὼν ἤγετο. Ἀνδοκίδης τ̓ ἐν τῷ κατ’ Ἀλκιβιάδου δηλοῖ καὶ Φιλόχορος.

“健男竞赛(厄旺德里亚)”得纳尔科斯《对阿伽西克勒斯》。泛雅典娜节上曾举办男子健美竞赛。安多基得斯在《对阿尔喀比亚德》中及菲洛科罗斯均指明了这一点。

§e.euboulos

ΕΥΒΟΥΛΟΣ Ὑπερείδου λόγος ἐστὶ περὶ τῶν Εὐβούλου δωρεῶν, μνημονεύει δ’ αὐτοῦ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ὅτι δὴ δημαγωγὸς ἦν ἐπιφανέστατος, ἐπιμελής τε καὶ φιλόπονος, ἀργύριόν τε συχνὸν πορίζων τοῖς Ἀθηναίοις διένειμε, διὸ καὶ τὴν πόλιν ἐπὶ τῆς τούτου πολιτείας ἀνανδροτάτην καὶ ῥαθυμοτάτην συνέβη γενέσθαι, Θεόπομπος ἐν τῇ ι τῶν Φιλιππικῶν.2 ἕτερος δ’ ἐστὶν ὁ κωμικὸς, οὗ μνημονεύει Ὑπερείδης ἐν τῷ κατ’ Ἀρχεστρατίδου.

“尤布鲁斯”许佩赖得斯有《论尤布鲁斯的赠礼》一文,德摩斯梯尼在《为客忒西丰辩护》中亦提及他。他确实是一位极负盛名的平民领袖,勤勉而刻苦,为雅典人筹措巨资并予以分发,由此致使城邦在其治下变得极度懦弱与怠惰,泰奥彭波斯在《腓力史》第十卷中述及此事。另有一同名喜剧诗人,许佩赖得斯在《对阿耳刻斯特拉提得斯》中提及他。

§e.eudikos

ΕΥΔΙΚΟΣ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. εἷς δ’ ἐστὶν οὗτος τῶν κατασταθέντων ὑπὸ Φιλίππου κυρίων Θετταλίας ἁπάσης.

“厄狄科斯”德摩斯梯尼《为客忒西丰辩护》。此人是腓力任命为全色萨利统治者的人之一。

§e.euenos

ΕΥΗΝΟΣ Ὑπερείδης ἐν τῷ κατ’ Αὐτοκλέους. δύο ἀναγράφουσιν Εὐήνους ἐλεγείων ποιητὰς ὁμωνύμους ἀλλήλοις, καθάπερ Ἐρατοσθένης ἐν τῷ περὶ χρονογραφιῶν, ἀμφοτέρους λέγων Παρίους εἶναι· γνωρίζεσθαι δέ φησι τὸν νεώτερον μόνον. μέμνηται δὲ θατέρου αὐτῶν καὶ Πλάτων.

“厄厄诺斯”许佩赖得斯《对奥托克勒斯》。人们记载了两位同名为厄厄诺斯的哀歌诗人,正如埃拉托斯特尼在《论编年》中所言,指出两人皆为帕罗斯人;但他说唯有较年轻者为人熟知。柏拉图亦提及了他们其中一人。

§e.eueniotata

ΕΥΗΝΙΩΤΑΤΑ Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας. εὐήνιος ὁ πρᾶος καὶ μέτριος καὶ μὴ ταραχώδης· ἡ μεταφορὰ ἀπὸ τῶν ἵππων. ἔστι τοὔνομα καὶ παρὰ Πλάτωνι ἐν θ τῶν Νόμων.

“极温顺地(厄厄尼奥塔塔)”安提丰《论同心》。“厄厄尼奥斯”是指温顺、适度且不起纷乱的;此比喻出自马匹。柏拉图在《法律篇》第九卷中亦使用过此词。

§e.euthias

ΕΥΘΙΑΣ Ὑπερείδης ὑπὲρ Φρύνης. τῶν ἐπὶ συκοφαντίᾳ διαβεβλημένων ἦν ὁ Εὐθίας. τὸν μέντοι λόγον αὐτῷ τὸν κατὰ Φρύνης Ἀναξιμένην πεποιηκέναι φησὶν Ἕρμιππος.

“厄提亚斯”许佩赖得斯《为芙里尼辩护》。厄提亚斯是因诬告而遭毁谤的人之一。然而赫耳米波斯说,针对芙里尼的演说辞是由阿那克西美尼为他撰写的。

§e.euthunoi

ΕΥΘΥΝΟΙ Λυσίας ἐν τῷ κατὰ Νικίδου, εἰ γνήσιος. εὔθυνοι ὄνομα ἀρχῆς παρ’ Ἀθηναίοις. δέκα δὲ τὸν ἀριθμὸν ἦσαν ἄνδρες, παρ’ οἷς ἐδίδοσαν οἱ πρεσβεύσαντες ἢ ἄρξαντες ἢ διοικήσαντές τι τῶν δημοσίων τὰς εὐθύνας. διείλεκται περὶ αὐτῶν Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ.

“账目审查官(厄廷诺伊)”吕西亚斯《对尼基得斯》(若为真作)。“厄廷诺伊”是雅典人的一种官职名称。其人数为十人,出任使节者、担任要职者或掌管任何公共事务者均须向他们交出账目报告。亚里士多德在《雅典政制》中讨论了他们。

语法注2 条
  1. e.espathatoμήποτε δὲ ἀπὸ τῶν ὑφαινόντων ἡ μεταφορά

    μήποτε 在希腊化及帝国时代希腊语中常用作表示温和推测的副词性短语,意为“或许”、“可能”,而非疑问或禁止从句。句中省略了系动词(如 εἴη 或 ἐστί),整体表示作者自身的推测:“或许这一隐喻是源于织布工”。

  2. e.euboulosὅτι δὴ δημαγωγὸς ἦν ... Θεόπομπος ἐν τῇ ι τῶν Φιλιππικῶν

    开头的整个 ὅτι 引导的宾语从句作后置主语“泰奥彭波斯(Θεόπομπος)”所支配述谓动词(省略了如 δηλοῖ 或 λέγει 等表示叙述的动词)的宾语。这是词典学和评注体希腊语中常见的压缩句式,将引文内容前置并省略主句谓语动词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:e.hermias-e.euthunoi