← 哈尔伯克拉提昂

十演说家词汇集

§e.euthuoron-e.heolokrasia

自厄乌提奥隆至赫沃洛克拉西亚的词汇

哈尔波克拉提翁对演说家词汇的注记(自“厄乌提奥隆”至“赫沃洛克拉西亚”),考释法律术语、祭仪与圣所,并提供历史与神话名物的典故及引证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§e.euthuoron

ΕΥΘΥΩΡΟΝ τὸ κατ’ εὐθεῖαν Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. τὸ ὄνομα καὶ παρὰ Ξενοφῶντι εν β Ἀναβάσεως.

“直截地(厄乌提奥隆)”意为径直地。安提丰《对尼科克勒斯》。该词亦见于色诺芬《远征记》第二卷。

§e.eumenides

ΕΥΜΕΝΙΔΕΣ Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. Αἰσχύλος ἐν Εὐμενίσιν εἰπὼν τὰ περὶ τὴν κρίσιν τὴν Ὀρέστου φησὶν ὡς ἡ Ἀθῆνα πραΰνασα τὰς Ἐρινύας ὥστε μὴ χαλεπῶς ἔχειν πρὸς τὸν Ὀρέστην, Εὐμενίδας ὠνόμασεν. εἰσὶ δὲ Ἀληκτὼ, Μέγαιρα, Τισιφόνη.

“和善女神(厄乌墨尼得斯)”德摩斯梯尼《对阿里斯托克拉忒斯》。埃斯库罗斯在《报仇神》中叙述关于俄瑞斯忒斯审判之事时说,雅典娜安抚了厄里倪厄斯诸神,使她们不对俄瑞斯忒斯怀恨在心,并称她们为“和善女神(厄乌墨尼得斯)”。她们是阿勒克托、墨盖拉和提西福涅。

§e.euneidai

ΕΥΝΕΙΔΑΙ Λυσίας ἐν τῷ κατὰ Τελαμῶνος, εἰ γνήσιος. γένος ἐστὶ παρ’ Ἀθηναίοις οὕτως ὀνομαζόμενον Εὐνεῖδαι, ἦσαν δὲ κιθαρῳδοὶ πρὸς τὰς ἱερουργίας παρέχοντες τὴν χρείαν.

“厄乌内代”吕西亚斯《对忒拉蒙》(若为真作)。雅典人中以此命名的氏族“厄乌内代”,他们是在祭祀仪式中提供役务的齐特拉琴弹唱者。

§e.euxitheos

ΕΥΞΙΘΕΟΣ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος ὑπὸ τούτου φησὶν Ἠλείους προδοθῆναι.

“厄乌克西忒奥斯”德摩斯梯尼在《为客忒西丰辩护》中称,厄利斯人被此人出卖。

§e.euoi_saboi

ΕΥΟΙ ΣΑΒΟΙ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. Βακχικόν τι ἐπίφθεγμά ἐστι τὸ εὐοῖ. Ἀριγνώτη δέ φησιν ὅτι τινὲς ἔλεξαν εὐοῖ ἀντὶ τοῦ εὖ σοι, τὸ εὕρημα τοῦ κατόπτρου ἐπαινέοντες.

“厄沃伊·萨沃伊”德摩斯梯尼《为客忒西丰辩护》。“厄沃伊”是巴克科斯狂欢的呼号。阿里格诺忒则称,有些人用“厄沃伊”代替“祝你安好(厄乌·索伊)”,以赞美镜子的发明。

§e.euofthalmos

ΕΥΟΦΘΑΛΜΩΣ ἀντὶ τοῦ εὐπρεπῶς Ἀντιφῶν ἐν τῷ περὶ ταῶν.

“体面地(厄乌沃夫塔尔摩斯)”代替“体面地/适宜地”;安提丰《论孔雀》。

§e.eurubaton

ΕΥΡΥΒΑΤΟΝ Αἰσχίνης κατὰ Κτησιφῶντος. Ἔφορος ἐν τῇ η Εὐρύβατόν φησιν ἄνδρα Ἐφέσιον λαβόντα χρήματα παρὰ Κροίσου ὥστε στρατιὰν συναγαγεῖν εἰς τὸν πόλεμον τὸν εἰς τοὺς Πέρσας, εἶτα προδότην γενόμενον ἐγχειρίσαι τὰ δοθέντα χρήματα τῷ Κύρῳ, καὶ ἐντεῦθεν τοὺς πονηροὺς Εὐρυβάτους καλεῖσθαι.

“欧律巴托斯(欧律巴顿)”埃斯基涅斯《对客忒西丰》。厄福罗斯在第八卷中说,一个名叫欧律巴托斯的以弗所人从克洛伊索斯处收受金钱以招募军队进行针对波斯人的战争,随后却成为叛徒并将所得钱财转交居鲁士;从此奸诈恶徒便被称为“欧律巴托斯”。

§e.eurumedon

ΕΥΡΥΜΕΔΩΝ Λυκοῦργος ἐν τῷ κατὰ Λεωκράτους. τῆς Παμφυλίας οὗτος ποταμός ἐστιν, ἔνθα Κίμων Ἀθηναίων στρατηγὸς καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἐνίκησε τοὺς Πέρσας, ὡς Θουκυδίδης ἐν α.

“欧律墨冬”吕库古《对莱奥克拉忒斯》。这是庞非利亚的一条河流,雅典将领客蒙在此地于陆上和海上皆击败了波斯人,正如修昔底德在第一卷中所言。

§e.eurusakeion

ΕΥΡΥΣΑΚΕΙΟΝ Ὑπερείδης ἐν τῷ πρὸς Ἀριστογείτονα. τέμενός ἐστιν Εὐρυσάκους τοῦ Αἴαντος ἐν Ἀθήναις οὕτως ὀνομαζόμενον, ἐν Μελίτῃ.

“欧律萨克翁”许佩赖得斯《对阿里斯托格同》。雅典梅里忒境内以此命名的大埃阿斯之子欧律萨克斯的圣所。

§e.eusumbolos

ΕΥΣΥΜΒΟΛΟΣ ἀντὶ τοῦ ῥᾳδίως καὶ εὖ συμβάλλων, τουτέστιν ἀγαθὸς συμβάλλειν,1 Ἀντιφῶν Πολιτικῷ.

“善于交涉的/容易签约的(厄乌森沃罗斯)”代替“容易且善于订约”,即“长于立约”;安提丰《政治篇》。

§e.eufraios

ΕΥΦΡΑΙΟΣ Δημοσθένης Φιλιππικῷ θ. οὗτος Ὠρείτης ἦν τὸ γένος, μετέσχε δὲ καὶ τῆς Πλάτωνος διατριβῆς.

“厄乌弗赖奥斯”德摩斯梯尼《反腓力演说第九篇》。此人按出身为俄瑞奥斯人,曾参与柏拉图的讲学门第。

§e.euonumeis

ΕΥΩΝΥΜΕΙΣ Λυσίας ἐν τῷ κατὰ Φιλοκράτους. δῆμός ἐστι τῆς Ἐρεχθηΐδος, ὥς φησι Διόδωρος.

“厄沃纽墨斯”吕西亚斯《对斐洛克拉忒斯》。厄瑞克忒伊斯部落的一个德谟,正如狄奥多罗斯所言。

§e.efesis

ἜΦΕΣΙΣ ἡ ἐξ ἑτέρου δικαστηρίου εἰς ἕτερον μεταγωγή· τὸ δὲ αὐτὸ καὶ ἔκκλητος καλεῖται. Δημοσθένους λόγος ἐστὶν ἐπιγραφόμενος ʽἔφεσις πρὸς Εὐβουλίδην,ʼ ἐν δὲ τῷ λόγῳ πολλάκις ἐστὶν ἡ ἔφεσις καὶ τὸ ἐφεῖναι ῥῆμα.

“上诉/案件移转(厄斐西斯)”从一个法院移送至另一法院;同一程序亦被称为“移审(厄克克勒托斯)”。德摩斯梯尼有一篇演说题为《对厄布利得斯提出之上诉》,而在该演说中“上诉(厄斐西斯)”一词及“上诉(厄斐奈)”动词频繁出现。

§e.efektos_tokos

ἜΦΕΚΤΟΣ ΤΟΚΟΣ ὁ ἐπὶ τῷ ἕκτῳ τοῦ κεφαλαίου· Δημοσθένης ἐν τῷ ὑπὲρ Χρυσίππου.

“六分之一利息(厄斐克托斯·托科斯)”按本金六分之一计算的利息;德摩斯梯尼《为克律西波斯辩护》。

§e.efetai

ἘΦΕΤΑΙ Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. οἱ δικάζοντες τὰς ἐφ’ αἵματι κρίσεις ἐπὶ Παλλαδίῳ καὶ ἐπὶ Πρυτανείῳ καὶ ἐπὶ Δελφινίῳ καὶ ἐν Φρεαττοῖ ἐφέται ἐκαλοῦντο.

“特审法官(厄斐泰)”德摩斯梯尼《对阿里斯托克拉忒斯》。在帕拉狄昂、普律塔内翁、德尔菲尼翁及弗雷阿托审理流血案件的法官被称为“厄斐泰”。

§e.ef_ieron

Ἐφ’ ἹΕΡΟΝ Δημοσθένης ἐν τῷ περὶ τοῦ ἐπιτριηραρχήματος. ἱερόν ἐστι τῶν ιβ θεῶν ἐν Βοσπόρῳ, ὡς Τιμοσθένης ἐν τοῖς περὶ λιμένων.

“前往圣所(厄夫·希厄隆)”德摩斯梯尼《论追加三列桨座战船税》。如提摩斯梯尼在《论港口》中所述,是博斯普鲁斯的一座十二神圣所。

§e.eforia

ἘΦΟΡΙΑ ἡ ἐπὶ τῶν ὅρων γινομένη προαγόρευσις, ὡς Δημοσθένης διδάσκει ἐν τῷ κατ̓ Ἀριστοκράτους καὶ Θεόφραστος ἐν γ Νόμων.

“边界宣告(厄福里亚)”在边界处所作的宣告,正如德摩斯梯尼在《对阿里斯托克拉忒斯》及泰奥弗拉斯托斯在《法律篇》第三卷中所指出。

§e.eformein

ἘΦΟΡΜΕΙΝ ἀντὶ τοῦ ἐφεδρεύειν· τὸ γὰρ κατά τινων ὁρμεῖν ἐπιτηροῦντας καιρὸν ἐπιθέσεως οὕτως ἔλεγον· Δημοσθένης Φιλιππικοῖς.

“伏击/警戒停泊(厄福耳梅恩)”代替“潜伏守候(厄斐得雷威恩)”;因为人们用此词指针对某些人停泊船只、窥探袭击时机;德摩斯梯尼《反腓力演说》。

§e.echinos

ἘΧΙΝΟΣ ἔστι μὲν ἄγγος τι εἰς ὃ τὰ γραμματεῖα τὰ πρὸς τὰς δίκας ἐτίθεντο· Δημοσθένης ἐν τῷ πρὸς Τιμόθεον. μνημονεύει τοῦ ἄγγους τούτου καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ καὶ Ἀριστοφάνης Δαναΐσιν. ἦν δὲ καὶ πόλις Ἐχῖνος, ἧς μνημονεύει Δημοσθένης ἐν θ Φιλιππικῶν. ἔστι δέ τι καὶ ζῷον χερσαῖον καὶ θαλάσσιον ὄστρεον.

“文书箱/刺猬/海胆(厄基诺斯)”一种盛放诉讼文书的器皿;德摩斯梯尼《对提摩太》。亚里士多德在《雅典政制》中、阿里斯托芬在《达那俄斯之女》中亦提及该器皿。此外还有一座名为厄基诺斯的城市,德摩斯梯尼在《反腓力演说第九篇》中提及。另有一种陆生动物(刺猬)和海洋有壳生物(海胆)。

§e.heolokrasia

ἙΩΛΟΚΡΑΣΙΑ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος αἴτιος δ’ οὗτος ὥσπερ ἑωλοκρασίαν τινά μου τῆς πονηρίας τῆς αὑτοῦ κατασκεδάσας.2 Δίδυμος δὲ οὗτος χθὲς καὶ πρώην ἃ ἐκέρασε πράγματα, τήμερόν μου καταχεῖ καὶ ἐμὲ πρᾶξαί φησι.

“前夜残酒(赫沃洛克拉西亚)”德摩斯梯尼《为客忒西丰辩护》: “而此人将自身恶行犹如前夜残酒般泼洒在我身上,罪责在他。” 迪杜摩斯则云: “此人将昨日与前日所调制的事务,今日倾倒在我身上,且声称是我所为。”

语法注2 条
  1. e.eusumbolosἀγαθὸς συμβάλλειν

    附属于形容词 ἀγαθός 的不定式 συμβάλλειν 为说明性/限制性不定式(epexegetic infinitive),表示“在……方面”,意为“长于订立契约”。

  2. e.heolokrasiaμου τῆς πονηρίας τῆς αὑτοῦ κατασκεδάσας

    复合动词 κατασκεδάννυμι(倾倒、泼洒)的格支配:宾格短语(由 ὥσπερ ἑωλοκρασίαν τινά 及 τῆς πονηρίας τῆς αὑτοῦ 构成)表示被泼洒的事物,而属格代词 μου 表示被倾倒的对象(“对我”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:e.euthuoron-e.heolokrasia