← 哈尔伯克拉提昂

十演说家词汇集

§a.anthemokritos-a.axioi

安忒摩克利托斯至阿克西奥伊词条释义

本节辑录以字母An-和Ax-开头的词条(如安忒摩克利托斯、抄录监察官、答辩状、对照法、交互宣誓等),结合演说家的用例辨析其法律、修辞及历史语境。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§a.anthemokritos

ἈΝΘΕΜΟΚΡΙΤΟΣ Ἰσαῖος ἐν τῷ πρὸς Καλυδῶνα το τε βαλανεῖον τὸ παρ’ Ἀνθεμοκρίτου ἀνδριάντα, τουτέστι πρὸς ταῖς Θριασίαις πύλαις. οὗτος ἦν Ἀθηναίων μὲν κῆρυξ, ὑπὸ Μεγαρέων δ’ ἀπεσφάγη ἀπαγορεύων αὐτοῖς τὴν ἱερὰν ταῖν θεαῖν ὀργάδα μὴ ἐπεργάζεσθαι.1

安忒摩克利托斯见伊塞乌斯《对卡吕冬》。 “在安忒摩克利托斯立像旁的浴室”,即位于斯拉西亚门附近。此人曾是雅典人的传令官,因警告墨伽拉人不得开垦属于二女神(德墨忒尔与科瑞)的圣沼领地,被墨伽拉人杀害。

§a.anthemous

ἈΝΘΕΜΟΥΣ πόλις Μακεδονικὴ, καὶ οἱ ἀπ’ αὐτῆς ἈΝΘΕΜΟΥΝΤΙΟΙ.

安忒穆斯 马其顿的一座城市;来自该城的人称为安忒穆斯人。

§a.anthesterion

ἈΝΘΕΣΤΗΡΙΩΝ ὄγδοος μὴν οὗτος παρ’ Ἀθηναίοις, ἱερὸς Διονύσου. Ἴστρος δὲ ἐν τοῖς τῆς συναγωγῆς κεκλῆσθαί φησιν αὐτὸν διὰ τὸ πλεῖστα τῶν ἐκ γῆς ἀνθεῖν τότε.

安忒斯忒里昂月雅典人的第八个月,奉献给狄奥尼索斯。伊斯忒罗斯在《汇编》中称,该月之所以得名,是因为当时地里生长的绝大多数植物都在开花(安泰恩)。

§a.anthene

ἈΝΘΗΝΗ Λυσίας ἐν τῇ πρὸς τὴν Ἀριστοδήμου γραφὴν, εἰ γνήσιος. πόλις τῆς Λακωνικῆς.

安忒涅 见吕西亚斯《对阿里斯托得摩斯公诉的申辩》(若属真作)。拉科尼亚的一座城市。

§a.anthupomosan

ἈΝΘΥΠΩΜΟΣΑΝ ἀντὶ τοῦ ὑπεῖπον τῇ ὑπωμοσίᾳ Δημοσθένης κατ’ Ὀλυμπιοδώρου.

提出反宣誓以阻延期(安特许波摩桑)用来代替“对抗宣誓延期(许波摩西亚)而宣誓”;见德摩斯梯尼《反奥林匹奥多洛斯》。

§a.anidrutos

ἈΝΙΔΡΥΤΟΣ ἀντὶ τοῦ ἀνεξίλαστος Δημοσθένης ἐν τῷ κατ’ Ἀριστογείτονος.

不可抚慰的、难以弥补的(阿尼德律托斯)用来代替“不可赎罪的(难以平息的)”;见德摩斯梯尼《反阿里斯托革顿》。

§a.anoikos

ἌΝΟΙΚΟΣ ἀντὶ τοῦ ἀοίκητος Λυκοῦργος κατὰ Λυκόφρονος.

无人居住的(阿诺伊科斯)用来代替“无人居住的”;见吕库戈斯《反吕科弗龙》。

§a.antepitithesin

ἈΝΤΕΠΙΤΙΘΗΣΙΝ ἀντὶ τοῦ ἀντεπιστέλλει Ἰσαῖος ἐν τῷ πρὸς Καλλιππίδην.

复信、回文(安特埃皮蒂泰辛)用来代替“回信”;见伊塞乌斯《对卡利庇得斯》。

§a.antiatais

ἈΝΤΙΑΤΑΙΣ τοῖς ἀπὸ Ἀντίου πόλεως, ἥτις ἀπέχει Ῥώμης τ σταδίους.

给安提乌姆人(安提阿泰斯)指来自距罗马三百斯塔狄昂的安提乌姆城的人。

§a.antibabthentos

ἈΝΤΙΒΑΒΘΕΝΤΟΣ ἀντὶ τοῦ ὑπαγορευθέντος Δείναρχος ἐν τῇ κατὰ Πυθέου εἰσαγγελίᾳ.

照口述记录的(安提巴普滕托斯)用来代替“经口授记录的”;见代纳尔科斯《反皮忒阿斯弹劾案》。

§a.antigenidas

ἈΝΤΙΓΕΝΙΔΑΣ Λυσίας ἐν τῷ πρὸς Νίκαρχον τὸν αὐλητὴν, εἰ γνήσιος, υἱὸς οὗτος ἦν Διονυσίου, ἐνδοξότατος αὐλητής.

安提革尼达斯 见吕西亚斯《对笛手尼卡科斯》(若属真作)。此人是狄奥尼修斯之子,极负盛名的笛手。

§a.antigrafeus

ἈΝΤΙΓΡΑΦΕΥΣ ὁ καθιστάμενος ἐπὶ τῶν καταβαλλόντων τινὰ τῇ πόλει χρήματα, ὥστε ἀντιγράφεσθαι ταῦτα· Δημοσθένης ἐν τῷ κατ’ Ἀνδροτίωνος καὶ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. διττοὶ δὲ ἦσαν ἀντιγραφεῖς, ὁ μὲν τῆς διοικήσεως, ὥς φησι Φιλόχορος, ὁ δὲ τῆς βουλῆς, ὡς Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ.

抄录监察官(安提格拉斐乌斯)受任命监督向城邦缴纳金钱之人以对其进行核对抄录的官员;见德摩斯梯尼《反安德罗提翁》与埃斯基涅斯《反克忒西丰》。监察官有两种:其一主管财政行政,如菲洛科罗斯所言;其二主管议事会,如亚里士多德在《雅典政制》中所言。

§a.antigrafe

ἈΝΤΙΓΡΑΦΗ ἰδίως μὲν ἐπὶ ταῖς τῶν κλήρων διαδικασίαις ἀντιγραφὴ καλεῖται, ὅταν τις ὡς ἄπαιδος ὄντος τοῦ τετελευτηκότος2 ἑαυτῷ φάσκῃ προσήκειν τὸν κλῆρον κατὰ γένος ἢ δόσιν. κοινῶς δ’ ἐν ταῖς δίκαις ταῖς δημοσίαις καὶ ταῖς ἰδίαις τὰ τῶν δικαζομένων γράμματα, ἃ ἐδίδοσαν περὶ τοῦ πράγματος, καὶ τὰ τοῦ διώκοντος καὶ τὰ τοῦ φεύγοντος, ἀντιγραφὴ, καὶ τὰ μαρτύρια· Δημοσθένης κατὰ Στεφάνου καὶ Ὑπερείδης. Πλάτων δὲ ἐν τῇ Σωκράτους ἀπολογίᾳ τὸ αὐτὸ καλεῖ ἀντωμοσίαν καὶ ἀντιγραφήν.

抗辩书、诉状(安提格拉斐)特指在遗产继承裁决诉讼(狄阿狄卡西亚)中,当有人以死者无嗣为由、声称依据宗族血缘或遗赠该产业当归属于自己时所提交的诉状。而通称则是指在公诉与私诉中,诉讼当事各方就案情所提交的文书(包括原告文书与被告文书),以及证言;见德摩斯梯尼《反斯特法诺斯》与许珀里德斯。柏拉图在《苏格拉底的申辩》中将同一种文书兼称为交互宣誓书(安托摩西亚)与答辩状(安提格拉斐)。

§a.antithesis

ἈΝΤΙΘΕΣΙΣ Ἰσοκράτης Παναθηναϊκῷ. σχῆμα λέξεώς ἐστιν ἡ ἀντίθεσις, καθ’ ἣν ἀντιτιθέασιν ἀλλήλοις τὰ ἐναντία ἤτοι κατὰ μέρος ἢ ἀθρόα. καὶ κατὰ μέρος μὲν, ὡς Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος ἐδίδασκες γράμματα, ἐγὼ δ’ ἐφοίτων καὶ τὰ ἑξῆς. ἀθρόως δὲ πάντων πρὸς πάντα, ὡς ὁ αὐτὸς Δημοσθένης ἐν τῷ κατὰ Μειδίου ἀπὸ τοῦ ὁ μέν γε ὑπὸ φίλου ἕως τοῦ βαδίζειν χορηγοῦντι. λέγεται δὲ καὶ ἀντίθετον τὸ αὐτὸ σχῆμα, ὡς Αἰσχίνης ἐν τῇ περὶ τῆς πρεσβείας ἀπολογίᾳ.

对照法(安提忒西斯)见伊索克拉底《泛雅典娜节献辞》。对照法是一种修辞句格,依照该修辞法,相反之事物或逐点、或整体地互相对立。逐点对照的例子如德摩斯梯尼在《论冠冕》中所言:“你在教幼童识字,而我则在上学”等等;整体以全部对立于全部的例子,如同一作者德摩斯梯尼在《反迈狄亚斯》中自“彼由友人……”至“……以编队供迎官之姿巡行”一段。该辞格亦称为“对仗句(安提忒顿)”,如埃斯基涅斯在《使节辩词》中所述。

§a.antikura

ἈΝΤΙΚΥΡΑ Λυσίας ἐν τῷ πρὸς Μέδοντα. μήποτ’ ἐπώνυμόν ἐστιν. Ἀντιφάνης ἐν τῷ περὶ ἑταιρῶν φησὶν Ἀντίκυραν δ’ ἐκάλεσαν ὅτι συνέπινε παρακινοῦσι καὶ μεμηνόσιν. οἱ δὲ ὅτι ἰατρὸς αὐτῇ Νικόστρατος κατέλιπεν ἀποθνήσκων πολὺν ἐλλέβορον.

安提库拉 见吕西亚斯《对墨冬》。这或许是个绰号。安提法涅斯在《论交际花》中称:“人们称她为安提库拉,是因为她同疯癫痴狂之辈一同饮酒。”另有人则称,是因为医生尼科斯特拉托斯临终时留给她许多嚏根草(安提库拉盛产治疯病的嚏根草)。

§a.antiochis

ἈΝΤΙΟΧΙΣ ὄνομα φυλῆς.

安提奥基斯 部落名。

§a.antifon

ἈΝΤΙΦΩΝ εἷς τῶν ι ῥητόρων, Σωφίλου μὲν υἱὸς, ἀπὸ τοῦ δήμου δὲ Ῥαμνούσιος.

安提丰 十演说家之一,索菲洛斯之子,来自拉姆努斯德谟。

§a.antipatros

ἈΝΤΙΠΑΤΡΟΣ Ἰολάου παῖς.

安提帕特 伊奥劳斯之子。

§a.antissa

ἌΝΤΙΣΣΑ Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. μία πόλις τῶν ἐν Λέσβῳ.

安提萨 见德摩斯梯尼《反阿里斯托克拉特斯》。莱斯博斯岛上的城市之一。

§a.antrones

ἈΝΤΡΩΝΕΣ πόλις ἐν Θετταλίᾳ· Δημοσθένης Φιλιππικῷ.

安特罗涅斯 色萨利的一座城市;见德摩斯梯尼《腓力演说》。

§a.antomosia

ἈΝΤΩΜΟΣΙΑ γράμματά τινα γράψαντες ἀποφέρουσι πρὸς τὴν ἀρχὴν οἵ τε κατηγοροῦντες καὶ οἱ κατηγορούμενοι, περὶ ὧν ἂν ἡ δίκη. καλεῖται δὲ οὕτως, ἐπειδὴ ἀντώμνυον οἱ διώκοντες καὶ οἱ φεύγοντες, οἱ μὲν ἀληθῆ κατηγορήσειν, οἱ δὲ ἀληθῆ ἀπολογήσεσθαι.

交互宣誓(安托摩西亚)原告与被告双方就诉讼所涉之事写下文书并呈交官厅。之所以如此称呼,是因为原告与被告互相宣誓:原告宣誓其控告属实,被告宣誓其辩护属实。

§a.anorthiazon

ἈΝΩΡΘΙΑΖΟΝ Ἀνδοκίδης. ἀντὶ τοῦ ὄρθιον βοῶντες ἔλεγον. Ὅμηρος ἔνθα στᾶσ̓ ἤῦσε θεὰ μέγα τε δεινόν τε ὄρθἰ Ἀχαιοῖσιν, μέγα δὲ σθένος ἔμβαλ’ ἑκάστῳ καρδίῃ, ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.

高声尖叫(阿诺耳提阿宗)见安多基德斯。用来代替“发出尖锐呼喊而说话”。荷马写道:“女神立于彼处,向阿开奥斯人发出宏大而可怖的/高尖呼喊,并将无尽征战厮杀的/巨大勇气注入各人心中。”

§a.axioi

ἈΞΙΟΙ ἀντὶ τοῦ νομίζει Ἀντιφῶν ὑπὲρ τῆς εἰς τὸν ἐλεύθερον παῖδα ὕβρεως καὶ Λυσίας.

认为、认定(阿克西奥伊)用来代替“认为(诺米泽)”;见安提丰《论对自由民少年的侮辱》以及吕西亚斯。

语法注2 条
  1. a.anthemokritosἀπαγορεύων αὐτοῖς τὴν ἱερὰν ταῖν θεαῖν ὀργάδα μὴ ἐπεργάζεσθαι

    在由表禁止或阻碍的动词(ἀπαγορεύω)所支配的不定词补足句中,附加了冗余否定词 μή。此处并非双重否定表肯定(非“禁止不去开垦”),而是主动词所蕴含的阻碍含义在从属不定词句中的自然呼应,实际语义仍为“禁止他们开垦/侵占”。

  2. a.antigrafeὡς ἄπαιδος ὄντος τοῦ τετελευτηκότος

    由连词 ὡς 引导的属格独立结构。此处并不单纯陈述客观事实,而是表明诉讼当事人主张继承权时所依据的主观理由或法律前提交待(“声称死者无嗣为由”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:a.anthemokritos-a.axioi