← 哈尔伯克拉提昂

十演说家词汇集

§a.anaxagoras-a.antheia

从阿那克萨哥拉至安泰娅的词条考释

哈尔波克拉提翁对阿提卡演说家著作的词条训诂(从“阿那克萨哥拉”至“安泰娅”)。结合各演说文献,考释了历史人物(阿那克萨哥拉、阿那克西比奥斯、四百人政权的安德龙)、古迹、法律与宗教术语(抓捕人质扣押权、安多基德斯的赫尔墨斯像、观照秘仪)及疑难文本异文。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§a.anaxagoras

ἈΝΑΞΑΓΟΡΑΣ σοφιστὴς, Ἡγησιβούλου υἱὸς Κλαζομένιος, Ἀναξιμένους μαθητὴς Μιλησίου. νοῦς δ᾽ ἐπεκαλεῖτο, ἐπεὶ ὕλην τε καὶ νοῦν πάντων φρουρὸν εἶπεν. οὗτός ἐστιν ὁ τὸν ἥλιον μύδρον εἰπὼν διάπυρον.

阿那克萨哥拉 智者,克拉佐墨奈人赫革西布洛斯之子,米利都人阿那克西美尼的弟子。他亦被戏称为“心灵(努斯)”,因他曾说物质与心灵是万物的守护者。称太阳是一块炽热铁块(金属块)的人便是他。

§a.anaxibios

ἈΝΑΞΙΒΙΟΣ Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου. Λακεδαιμονίων δὲ ἦν στρατηγός.

阿那克西比奥斯见吕西亚斯《反斯拉苏布洛斯》。他是拉刻代蒙人的将领。

§a.anapodizomena

ἈΝΑΠΟΔΙΖΟΜΕΝΑ ἀντὶ τοῦ ἐξεταζόμενα, ἢ ἀντὶ τοῦ ἄνωθεν τὰ αὐτὰ πολλάκις λεγόμενα ἢ πραττόμενα Ἀντιφῶν Ἀληθείας α.

反复盘查、重复进行(阿纳波狄佐梅纳)用来代替“被审查”,或用来代替“从头开始被屡次述说或屡次实施之事”;见安提丰《论真理》第一卷。

§a.anaseisas

ἈΝΑΣΕΙΣΑΣ ἀπειλησάμενος· Δημοσθένης κατ’ Ἀριστογείτονος.

威胁、恫吓(阿纳赛萨斯)“威胁恐吓”;见德摩斯梯尼《反阿里斯托革顿》。

§a.anasuntaxas

ἈΝΑΣΥΝΤΑΞΑΣ ἀντὶ τοῦ ἄνωθεν συντάξας Ὑπερείδης κατὰ Πολυεύκτου.

重新编订(阿纳逊塔克萨斯)用来代替“从头重新编排”;见许珀里德斯《反波吕欧克托斯》。

§a.anati

ἈΝΑΤΙ ἀντὶ τοῦ ἄνευ ἄτης, ἄνευ κακοῦ Ἰσαῖος ἐν τῷ πρὸς Ἀπολλόδωρον.

免受祸害、不受惩处(阿纳提)用来代替“无灾无祸”、“免于受害”;见伊索斯《对阿波罗多洛斯》。

§a.anaflustioi

ἈΝΑΦΛΥΣΤΙΟΙ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. Ἀνάφλυστος δῆμος τῆς Ἀντιοχίδος. ἔνιοι δὲ ὡς πόλεως τῆς Ἀναφλύστου μνημονεύουσιν.

阿纳夫吕斯托斯区民(阿纳夫吕斯提奥伊)见埃斯基涅斯《反克忒西丰》。阿纳夫吕斯托斯是安提奥基斯部落的德谟。但亦有人将其作为一座城市予以提及。

§a.anaforan

ἈΝΑΦΟΡΑΝ τὸ ἀναφέρειν τὴν αἰτίαν τῶν ἁμαρτηθέντων ἐπ’ ἄλλους Δημοσθένης ὑπὲρ Κτησιφῶντος.

转嫁过错、归咎(阿纳福兰)指将所犯罪过的责任推诿归咎于他人;见德摩斯梯尼《论冠冕》。

§a.andera

ἌΝΔΗΡΑ Ὑπερείδης ἐν τῷ κατὰ Κόνωνος. τὰ χείλη τῶν ποταμῶν ἄνδηρα λέγουσι διὰ τὸ ἀεὶ ἔνικμα καὶ διερὰ εἶναι. οἱ δὲ τὰ χώματα διὰ τὸ ἄνω καὶ καθύπερθε τῶν διερῶν εἶναι· ὧν καὶ Ὑπερείδης.

河岸、堤坝(安德拉)见许珀里德斯《反科农》。人们称河流的两岸为“安德拉”,因其始终湿润潮湿(狄埃拉)。另有人则称土堤为“安德拉”,因其位于潮湿之地上方和高处;许珀里德斯便属于此类用法。

§a.andokidou_ermes

ἈΝΔΟΚΙΔΟΥ ἙΡΜΗΣ Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου ἔπειτα τὸν Ἑρμῆν τὸν Ἀνδοκίδου καλούμενον οὐκ Ἀνδοκίδου, ἀλλʼ Αἰγηΐδος φυλῆς εἶναι ἀνάθημα. καὶ αὐτὸς Ἀνδοκίδης ἐν τῷ περὶ τῶν μυστηρίων ὅτι τῆς Αἰγηΐδος εἴη τὸ ἀνάθημα εἴρηκεν, ὥστε ὁ Δοῦρις αὐτοσχεδιάζει Ἀνδοκίδου αὐτὸ εἶναι λέγων.

安多基德斯的赫尔墨斯像(安多基杜·赫耳墨斯)见埃斯基涅斯《反提马耳科斯》: “其次,所谓的‘安多基德斯的赫尔墨斯像’并非安多基德斯的供奉,而是埃盖伊斯部落的奉献物。” 且安多基德斯本人在《论秘仪》中亦称该供奉属于埃盖伊斯部落,因此杜里斯声称此物属于安多基德斯乃是凭空附会。

§a.andrapodokapelos

ἈΝΔΡΑΠΟΔΟΚΑΠΗΛΟΣ ὁ νῦν λεγόμενος σωματέμπορος, παρὰ τὸ καπηλεύειν τὰ ἀνδράποδα, ὅ ἐστι πιπράσκειν· Ἰσαῖος ἐν τῷ πρὸς Ἔρμωνα.

贩奴者(安德拉波多卡佩洛斯)即现今所谓的“人体贩子(索马滕波罗斯)”,源于贩卖奴隶(安德拉波达),即出售之意;见伊索斯《对赫尔蒙》。

§a.andrapodistes

ἈΝΔΡΑΠΟΔΙΣΤΗΣ Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονος θαυμάζω δ’ ἐγὼ εἰ τοὺς ἀνδραποδιστὰς, τῶν οἰκετῶν ἡμᾶς ἀποστεροῦντα μόνον,1 θανάτῳ ζημιοῦμεν.

诱拐奴隶者、劫奴犯(安德拉波狄斯泰斯)见吕库戈斯《反吕科弗龙》: “但我感到惊异的是,对于那些仅仅夺走我们家奴的劫奴犯,我们竟处以死刑。”

§a.andreia_

ἈΝΔΡΕΙΑ ἡ τῶν ἀνδρῶν ἡλικία· Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας.

壮年期、男子之年(安德赖阿)指成年男子的年龄段;见安提丰《论和睦》。

§a.androlepsia

ἈΝΔΡΟΛΗΨΙΑ τὸ ἁρπάζειν ἄνδρας ἔκ τινος πόλεως· ἠνεχύραζον γὰρ τὴν ἔχουσαν πόλιν τὸν ἀνδροφόνον2 καὶ μὴ προϊεμένην αὐτὸν εἰς τιμωρίαν. Δημοσθένης κατ’ Ἀριστοκράτους. λέγει δὲ καὶ οὐδετέρως τὸ ἀνδρολήψιον ἐν τούτῳ.

抓捕人质扣押权(安德罗勒普西亚)指从某城邦抓捕扣押男子;因为对于那些窝藏杀人犯且不交出来受罚的城邦,人们会实施扣押。见德摩斯梯尼《反阿里斯托克拉特斯》。他在此篇演说中亦使用了中性形式“安德罗勒普西昂”。

§a.andron

ἌΝΔΡΩΝ Ἀντιφῶν ἐν τῇ πρὸς τὴν Δημοσθένους γραφὴν ἀπολογίᾳ. Ἄνδρωνά φησιν εἶναι Κρατερὸς ἐν ε τῶν Ψηφισμάτων τὸν γράψαντα τὸ ψήφισμα τὸ περὶ Ἀντιφῶντος τοῦ ῥήτορος. ἦν δὲ εἷς τῶν υ3 ὁ Ἄνδρων.

安德龙 见安提丰《对德摩斯梯尼控告的申辩》。克拉特罗斯在《法令汇编》第五卷中称,起草关于演说家安提丰之法令的人便是安德龙。这位安德龙是四百人政权的一员。

§a.anelousa_gar_ton_nomon_touton_ekeirotonesen_autei

ἈΝΕΛΟΥΣΑ ΓΑΡ ΤΟΝ ΝΟΜΟΝ ΤΟΥΤΟΝ ΕΧΕΙΡΟΤΟΝΗΣΕΝ ΑΥΤΗΙ Δημοσθένης ἐν τῷ κατ’ Ἀνδροτίωνος φησὶν, ἀσαφῶς δ’ αὐτοῦ ἔχοντος καὶ ἐλλιπῶς4 ἄλλοι ἄλλως ἐξηγοῦνται. ἐν δὲ τοῖς Ἀττικιανοῖς διττὴ ἦν γραφὴ, ἡ μὲν οὕτως ἀνελοῦσα γὰρ τὸν νόμον τοῦτον ἐχειροτόνησεν αὐτήν ἀντὶ τοῦ παραβᾶσα γὰρ τοῦτον τὸν νόμον διαχειροτονίαν περὶ αὐτῆς ἔδωκεν, εἰ χρὴ στεφανοῦν αὐτὴν, ἡ δ’ ἄλλη ἀνελοῦσα γὰρ τὸν νόμον τοῦτον ἐχειροτόνησε λαβοῦσα ἐκεῖνον αὐτῇ.

“因为废除了该法律,议事会便表决授予自己”(阿内鲁萨·加尔·敦·诺蒙·图顿·埃凯罗托内森·奥泰)德摩斯梯尼在《反安德罗提翁》中如此说道,但由于该句文意晦涩且有残缺,不同学者作出了不同解释。在阿提基亚努斯本中存在两种异文,其一如下: “因为废除了该法律,它便就自身(奥滕)进行了表决”,意即“因为违反了该法律,它就自身是否应当获得金冠交付了表决”;而另一种异文则是: “因为废除了该法律,它便在采纳那一个后为自身(奥泰)进行了表决。”

§a.anemutas

ἈΝΕΜΥΤΑΣ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. οὗτος τὸ γένος Θηβαῖος.

阿涅穆塔斯 见德摩斯梯尼《论冠冕》。此人出身底比斯。

§a.anepopteutos

ἈΝΕΠΟΠΤΕΥΤΟΣ Ὑπερείδης ἐν τῷ ὑπὲρ Φρύνης. ὁ μὴ ἐποπτεύσας. τί δὲ τὸ ἐποπτεῦσαι, δηλοῖ Φιλόχορος ἐν τῇ ι· τὰ ἱερὰ οὗτος ἀδικεῖ πάντα, τά τε μυστικὰ καὶ τὰ ἐποπτικά, καὶ πάλιν Δημητρίῳ μὲν οὖν ἴδιόν τι ἐγένετο παρὰ τοὺς ἄλλους τὸ μόνον μυηθῆναί τε ἅμα καὶ ἐποπτεῦσαι καὶ τοὺς χρόνους τῆς τελετῆς τοὺς πατρίους μετακινηθῆναι.

未得观照秘仪者(阿内波普泰托斯)见许珀里德斯《为芙丽涅辩护》。指未经历最高阶观照(埃波普泰亚)之人。至于何为“得享观照”,菲洛科罗斯在第十卷中阐明道: “此人亵渎了所有的圣事,既包括初阶秘仪,亦包括观照秘仪”,又道: “于是对德米特里而言,便破例获得了一项独有的特权,即唯独他一人同时领受初阶秘仪与终极观照,且将祖传的仪式日期加以变更。”

§a.aneskeuasanuo

ἈΝΕΣΚΕΥΑΣΑΝΤΟ τὸ λεγόμενον ἐν τῷ βίῳ ἀναστατωθῆναι, τουτέστι τὸ ἀνασκευάσασθαι καὶ οἷον ἀπείπασθαι.

卷铺盖破产、逃匿(阿内斯克瓦桑托)指俗语所谓的“家业被掀翻”,即收拾起家当、相当于宣告放弃(破产)。

§a.aneton

ἌΝΕΤΟΝ ἀντὶ τοῦ ἱερὸν καὶ ἀνειμένον θεῷ τινὶ Ὑπερείδης Δηλιακῷ.

奉献神明的、神圣的(阿内顿)用来代替“神圣的”以及“奉献给某位神明的”;见许珀里德斯《提洛演说》。

§a.anechaitise

ἈΝΕΧΑΙΤΙΣΕ Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς ἀντὶ τοῦ ἀνέκοψεν ἢ ἀνέτρεψεν, ἐκ μεταφορᾶς τῶν ἵππων.

掀翻、挫败(阿内凯提塞)德摩斯梯尼在《腓力演说》中用来代替“遏制”或“推翻”,取自马匹昂首掀鬃(人立)的借喻。

§a.anekei

ἈΝΗΚΕΙ παρ’ Ἀντιφῶντι Ἀληθείας α ἀντὶ ἁπλοῦ τοῦ ἥκει, ἢ οἷον ἀνεβιβάσθη καὶ προελήλυθεν.

到达、进展(阿内凯)在安提丰《论真理》第一卷中用来代替单纯的“到达(海凯)”,或者相当于“被提升并推进”。

§a.antheia

ἌΝΘΕΙΑ ὅτι μὲν ἑταίρα δῆλον· μήποτε δὲ Ἄντεια γραπτέον διὰ τοῦ τ, ἐπεὶ οὕτως εὕρομεν παρὰ Λυσίᾳ.

安泰娅 她是一个高级交际花(赫泰拉),这是显而易见的;但或许应当用字母陶(τ)写作“安泰娅”,因为我们在吕西亚斯的著作中就是如此见到的。

语法注4 条
  1. a.andrapodistesτῶν οἰκετῶν ἡμᾶς ἀποστεροῦντα μόνον

    抄本中的分词形式 ἀποστεροῦντα 为阳性单数宾格,与前述复数 τοὺς ἀνδραποδιστὰς 数不一致(可能系传抄讹误或作集合单数理解);在句法上,动词 ἀποστερέω 支配被剥夺者的人称宾格(ἡμᾶς)和被剥夺物的分离属格(τῶν οἰκετῶν)。

  2. a.androlepsiaἠνεχύραζον γὰρ τὴν ἔχουσαν πόλιν τὸν ἀνδροφόνον

    动词 ἐνεχυράζω(扣押抵押物/向……扣押追索)接直接宾语,即承受扣押措施的城邦(τὴν ἔχουσαν πόλιν,宾格)。分词 ἔχουσαν 意为“窝藏”或“占有”凶手。

  3. a.andronεἷς τῶν υ

    希腊数字简写。字母 υ 代表 400(tetrakosioi),指公元前411年雅典“四百人寡头政权的一员”。

  4. a.anelousa_gar_ton_nomon_touton_ekeirotonesen_auteiἀσαφῶς δ’ αὐτοῦ ἔχοντος καὶ ἐλλιπῶς

    属格绝对结构。具有非人称含义,或在语境中暗指所引用的文句(to rhēton),意为“该句文意晦涩且有残缺”。副词与 ἔχω 连用表示某种状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:a.anaxagoras-a.antheia