← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§81.12-82.31

驳大地汗水说与海的形式存续

亚历山大指出了将海比作大地的汗水或过滤水的恩培多克勒等人的学说与出汗机制及大地属性之间的矛盾并予以反驳,随后注解了亚里士多德依据双重蒸发气原理所展开的讨论,即预先探讨海是否是在形式上而非在数量上保持同一而永远存续。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.6#1

" Εἰ δὴ ὥσπερ τὸ διὰ τῆς κονίας ἠθούμενον ὕδωρ γίνεται πικρόν." Νῦν δείκνυσιν ὅτι μηδὲ καλῶς εἴρηται ἱδρὼς εἶναι τῆς γῆς ἡ θάλασσα, μηδὲ οὕτως γίνεται ὡς τὸ διὰ τῆς τέφρας ἠθούμενον ὕδωρ, ὡς εἶπεν Ἐμπεδοκλῆς. εἰ γὰρ οὕτως, φησί, γίνεται ὅ τε ἱδρὼς ἁλμυρὸς καὶ τὸ ἐν τῇ κύστει γινόμενον περίττωμα τοῦ ὑγροῦ πικρὸν καὶ τὸ τῆς θαλάττης ὕδωρ ἁλμυρόν,1 ὡς καὶ τὸ διὰ τῆς τέφρας ἠθούμενον ὕδωρ γίνεται πικρὸν ἐκ γλυκέος, ὥσπερ λέγουσι, τῷ μὲν οὔρῳ συγκαταφερομένης τε καὶ συνεκκρινομένης δυνάμεως τοιαύτης, οἵα καὶ φαίνεται ὑφισταμένη ἐν τοῖς ἀγγείοις ἐν οἷς ἄν τις οὐρήσῃ ἁλμυρίς, τῷ δὲ ἱδρῶτι συνεκκρινομένης ἐκ τῶν σαρκῶν, οἷον καταπλύνοντος τὴν τοιαύτην δύναμιν καὶ τὸν χυμὸν τὸν τοιοῦτον ἐκ τοῦ σώματος τοῦ ἐξιόντος [διὰ τοῦ] ὑγροῦ, δῆλον ὡς καὶ ἐν τῇ θαλάττῃ τῆς ἁλμυρότητος αἴτιον εἴη ἂν τὸ ἐκ τῆς γῆς συγκαταμεμιγμένον τῷ ὑγρῷ. ἐν μὲν οὖν τῷ σώματι γίνεται τὸ τοιοῦτον ἐν τῇ τῆς τροφῆς ὑποστάσει διὰ τὴν ἀπεψίαν· ἐν δὲ τῇ γῇ τίνα τρόπον ἐνυπάρχει τὸ τοιοῦτον, ὃ τῷ ὕδατι μιγνύμενον τῆς ἁλμυρότητος αἴτιον αὐτῷ γίνεται, λεκτέον. οὐχ ὡς γινομένου δὲ οὕτω πως λέγει, ἀλλ’ ὡς ἐκείνων μηκέτι τὸ πῶς καὶ τὸ πόθεν τοῦτο γίνεται εἰρηκότων τε καὶ ἐζητηκότων. ὅλως δὲ πῶς οἷόν τε τοσοῦτον πλῆθος ὕδατος ξηραινομένης καὶ θερμαινομένης αὐτῆς ἐκκριθῆναι; τοιοῦτον γὰρ ὁ ἱδρώς. δεῖ γὰρ πολλοστὸν μέρος αὐτὸ εἶναι τοῦ λειφθέντος ἐν τῇ γῇ· ἐλάττων γὰρ ὁ ἱδρὼς καὶ τὸ οὖρον τοῦ προσφερομένου ποτοῦ καὶ τοῦ ἐνυπάρχοντος ἐν τῷ ζῴῳ ὑγροῦ. ἔτι διὰ τί οὐχὶ καὶ νῦν, ὅταν ξηραινομένη τε καὶ θερμαινομένη ἡ γῆ τύχῃ, εἴτε πλείων οὖσα εἴτε ἐλάττων ἰδίει, καὶ ἰδίει πικρόν; ἡ γὰρ ὑγρότης καὶ ὁ ἱδρὼς πικρόν. εἰ γὰρ καὶ τότε ἐγένετο ἱδρώς τις τῆς γῆς πικρός τε καὶ ἁλμυρός, ἔδει καὶ νῦν γίνεσθαι. οὐ φαίνεται δὲ τοῦτο περὶ αὐτὴν συμβαῖνον, ἀλλὰ ξηρὰ μὲν οὖσα ὑγραίνεται, ξηραινομένη δὲ οὐδένα ἀνίησιν ἱδρῶτα. πῶς οὖν οἷόν τε περὶ τὴν πρώτην γένεσιν τῆς θαλάττης ὑγρὰν οὖσαν τὴν γῆν ξηραινομένην ὑπὸ τῆς ἀπὸ τοῦ ἡλίου θερμότητος ἰδίειν; μᾶλλον γὰρ εὔλογον τὴν θάλασσαν γίνεσθαι τοιαύτην, ὡς καὶ λέγουσί τινες, ἀπελθόντος τοῦ πλείστου καὶ γλυκέος ἀπὸ τοῦ ὕδατος καὶ μετεωρισθέντος διὰ τὸν ἥλιον, τὸ ὑπολειφθὲν διὰ βαρύτητα γεῶδες ὄν, τοῦτο γὰρ εἶναι ἁλμυρόν τε καὶ θάλασσαν· ὑγρὰν δὲ οὖσαν τὴν γῆν ἰδίειν ἀδύνατον. τὰ μὲν οὖν λεγόμενα τῆς ἁλμυρότητος αἴτια διαφεύγειν φαίνεται τὸν λόγον, τουτέστι τὸ εὔλογον· φαίνεται γὰρ οὐκ ἀληθῆ ὄντα. Ἡμεῖς δέ, φησί, λέγομεν περὶ τῆς ἁλμυρότητος αὐτῆς τὴν αὐτὴν ἀρχὴν τῶν λεγομένων λαβόντες ᾗ καὶ πρότερον ἐπὶ τῶν ἤδη δεδειγμένων κεχρήμεθα. ἔστι δὲ αὕτη τὸ διπλῆν γίνεσθαι τὴν ἐκ τῆς γῆς γινομένην ἀναθυμίασιν διὰ τὴν θερμότητα τὴν ἀπὸ τοῦ ἡλίου· αὕτη γὰρ αἰτία πάντων τῶν τοιούτων. πρῶτον δέ φησιν ἀναγκαῖον εἶναι προαπορῆσαί τε καὶ ἐπισκέψασθαι, πότερον καὶ ἡ θάλασσα, ἐπεὶ κεῖται διαμένειν ἀεί, πότερον ὄντως ἀεὶ διαμένει,2 ὡς τὰ αὐτὰ κατ’ ἀριθμὸν φυλάσσειν μόρια, ὥσπερ καὶ τῶν θείων ἕκαστον, ἢ τῷ μὲν εἴδει τῶν αὐτῶν ἐστι μορίων καὶ τῷ ποσῷ, οὐκέτι δὲ καὶ τῷ ἀριθμῷ, ἀλλὰ μεταβάλλει τὰ μόρια αὐτῆς, καὶ τὰ μὲν φθείρεται, ἄλλα δὲ ἐπιγίνεται, καθάπερ ὅ τε ἀὴρ καὶ τὸ πότιμον ὕδωρ καὶ τὸ πῦρ· καὶ γὰρ ταῦτα κατ’ ἀριθμὸν οὐ τὰ αὐτὰ σώζεται, ἀλλὰ κατὰ μὲν τὸ εἶδός ἐστιν ἀίδια, οὐκέτι δὲ καὶ κατὰ τὸν ἀριθμόν, ὡς εἴρηται καὶ πρὸ ὀλίγου. ἡγεῖται δὲ καὶ τὸ ποσὸν ἑκάστου αὐτῶν ὡς ἐπίπαν τὸ αὐτὸ μένειν, ὡς διὰ τῶν ἑξῆς ἔτι μᾶλλον δηλοῖ, ὥσπερ ἔχει ἐπί τε τῶν ῥεόντων ὑδάτων καὶ τοῦ τῆς φλογὸς ῥεύματος· τούτων γὰρ ἀεὶ τὸ κατ’ ἀριθμὸν ἄλλο καὶ ἄλλο. εὔλογον δὴ τὸν αὐτὸν λόγον ἐπὶ πάντων τῶν τοιούτων εἶναι, τουτέστι τῶν γενητῶν, τὸ κατὰ τὸ εἶδος αὐτὰ μένειν τὰ αὐτά, μηκέτι δὲ καὶ κατ’ ἀριθμόν, εἶναι δὲ ἐν αὐτοῖς διαφορὰν τὴν κατὰ τὴν ταχυτῆτα μόνον καὶ βραδυτῆτα τῆς μεταβολῆς.

“如果正如滤过草木灰的水变苦那样[……]”现在[亚里士多德]证明,既不能妥当地说海是大地的汗水,海也不是像恩培多克勒所说的那样如同滤过草木灰的水那般生成的。因为他说,如果汗水变咸、膀胱中所生成的湿气残余物变苦、以及海水变咸,正如他们所说的那样,是像滤过草木灰的水从甘甜变成苦的那样生成的——在尿液中是伴随着这样一种性质沉降并一同排泄出来的(正如同在人们排尿的器皿中可见沉淀下来的那种咸性沉淀物),而在汗水中则是〔此类性质〕从肉体中一同排泄出来的(排出体外的湿气仿佛将身体中的此类性质和滋味冲洗出来)——那么显然,在海中,其咸性的原因也应当是来自大地而与湿气相混合的东西。在身体中,由于不消化,此类东西在食物的残渣中生成;但是此类与水混合而成为其咸性原因的东西究竟以何种方式内在存在于大地之中,则是必须予以说明的。然而他[亚里士多德]说这话并非认为事情真是如此生成的,而是认为那些思想家不再说明也不再探讨这是如何以及从何处生成的。而且大体而言,在大地被干燥并加热时,排泄出如此巨大数量的水,这怎有可能呢?因为汗水就是此类性质的。它必定只是大地中所留存之物的极小一部分;因为汗水和尿液少于所摄入的饮品以及动物体内内在具有的湿气。此外,为什么即使在现在,每当大地恰好被干燥并加热时,无论大地范围较大还是较小,都不流汗,且不流出苦[咸]汗呢?因为湿气即汗水是苦[咸]的。因为如果当时大地确实生成了某种又苦又咸的汗水,现在也理应生成。但关于大地似乎并未发生这种事;相反,当它干燥时便被湿润,而在被干燥时却不析出任何汗水。那么,在海最初生成之际,大地本是湿润的,却在被来自太阳的热量干燥时流汗,这怎有可能呢?因为正如某些人也指出的那样,更合理的倒是海生成为这种性质:水的大部分甘甜成分因太阳而离去并上升之后,由于重量而被留下的东西是土性的,而这正是咸的且是海;至于湿润的大地会流汗,则是不可能的。因此,关于咸性所被表述的原因看来脱离了理路,即脱离了合理性;因为它们看来并非真实。 他说:“然而我们讨论海的咸性,采取了与先前在已经证明的问题上所使用的相同的论述原理。”而这一原理就是:因来自太阳的热量而从大地产生的蒸发气是双重的;因为这是所有此类现象的原因。但他指出,既然已经假定海是永远存续的,首先必须预先探讨并考察:海是否像每一种神圣之物那样,真正永远存续以至于在数量上保持相同的部分;还是说它在形式上和在数量规模上由相同的部分构成,但在具体的数量上却不再相同,而是其部分处于转变之中,一部分毁灭而另一部分相继生成(正如空气、可饮用水和火那样)。因为这些东西在数量上也不保持为同一,而是在形式上是永恒的,但在数量上不再如此,正如不久之前也已经说过的。而且他也认为,正如他在后文中进一步表明的那样,它们各自的数量规模大体上保持不变,如同在流动的水和火焰的流动中所见到的那样;因为在这些事物中,数量上的具体个体始终是一个接一个各不相同的。因此,在所有此类事物(即生成的事物)上存在同一道理解释是合理的:它们在形式上保持同一,但在数量上不再如此,而它们之间仅仅存在着按照转变的快慢而区分的差异。

语法注2 条
  1. 2.6εἰ γὰρ οὕτως, φησί, γίνεται ὅ τε ἱδρὼς ἁλμυρὸς καὶ τὸ ἐν τῇ κύστει γινόμενον περίττωμα τοῦ ὑγροῦ πικρὸν καὶ τὸ τῆς θαλάττης ὕδωρ ἁλμυρόν

    整句的句法骨架为:由 εἰ 引导的冗长条件从句(εἰ γὰρ οὕτως... γίνεται...)在包含 ὥσπερ λέγουσι 及平行修饰成分后展开,最终落实到主句 δῆλον ὡς καὶ ἐν τῇ θαλάττῃ... εἴη ἄν(“显然,在海中……也应当是……”)。在条件从句内部,属格独立结构(συγκαταφερομένης... δυνάμεως 与 συνεκκρινομένης...)分别依附于与格短语 τῷ μὲν οὔρῳ... τῷ δὲ ἱδρῶτι,且后者内部还嵌套了一个作比喻性说明的属格独立结构(οἷον καταπλύνοντος... τοῦ ἐξιόντος ὑγροῦ)。

  2. 2.6πότερον καὶ ἡ θάλασσα, ἐπεὶ κεῖται διαμένειν ἀεί, πότερον ὄντως ἀεὶ διαμένει

    引导间接疑问的虚词 πότερον 在插入原因从句(ἐπεὶ κεῖται διαμένειν ἀεί)之后被重复使用(复述性/再开性 πότερον)。第一个 πότερον 先行引出作为主语的 καὶ ἡ θάλασσα,在插入语之后由第二个 πότερον 紧接着限定动词 διαμένει 重新启动疑问从句的主体结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:81.12-82.31