← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§79.24-81.11

关于海水咸味诸学说的考察与批判

在结束对德谟克利特的批判后,亚历山大考察了关于海水咸性原因的诸种学说(早期蒸发分离说、河流冲刷泥土盐分汇入说、以及恩培多克勒视海为大地汗水的隐喻说),论证它们皆属荒谬或含混不明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.5#2

δείξας δὲ ὅτι ὡς ἂν ὁ κόσμος ἔχῃ, τῶν μορίων ἕκαστον αὐτοῦ ἕξει, εἰ μὲν ἐκεῖνος φθαρτός, καὶ ταῦτα, εἰ δὲ ἐκεῖνος ἄφθαρτος, καὶ τοῦ κόσμου τὰ μὲν καὶ κατ’ ἀριθμὸν ἄφθαρτα μόρια μένει, τὰ δὲ εἰ μὴ κατ’ ἀριθμὸν μένειν οἷόν τε τοιαῦτα, ἀλλὰ κατ’ εἶδός γε ἀνάγκη μένειν, δείξας δὲ καὶ τὴν Δημοκρίτου δόξαν ἐπιπόλαιον τὴν περὶ τῆς θαλάσσης ὥς ποτε ξηρανθησομένης διὰ τὸ ἀεί τι ἀπ’ αὐτῆς ἀνάγεσθαι, διὰ τὰ πρὸς Δημόκριτον εἰρημένα ἐπήνεγκε τὸ ἀλλὰ περὶ μὲν τούτων πλείω τῆς ἀξίας ἐνδιατέτριψεν ὁ λόγος, ὡς οὐκ ὄντων τῶν λεγομένων περὶ τούτων ὑπ’ αὐτοῦ τοσαύτης ἀντιλογίας ἀξίων. Ἑξῆς δὲ μέτεισιν ἐπὶ τὸ ἕτερον πρόβλημα τὸ τῆς ἁλμυρότητος τῆς θαλάσσης, καὶ λέγει τοῖς μὲν γεννῶσι τὴν θάλασσαν ὡς οὐ πρότερον οὖσαν ἀδύνατον εἶναι τὸ ἁλμυρὰν αὐτὴν ποιεῖν. εἴτε γὰρ παντὸς τοῦ ὑγροῦ, τουτέστι τοῦ ὕδατος περὶ τὴν γῆν πρότερον ὄντος, ὥς φασιν, ἀναχθέντος ὑπὸ τοῦ ἡλίου τοῦ γλυκέος ἀπ’ αὐτοῦ, τὸ ὑπολειφθὲν ἐγένετο θάλασσά τε καὶ ἁλμυρόν, εἴτε διὰ τὸ ἐνυπάρχειν τοσοῦτόν τε καὶ τοιοῦτον χυμὸν ἐν τῷ ὅλῳ ὕδατι καὶ γλυκεῖ τῷ συμμιχθῆναί τινα γῆν αὐτῷ τοιαύτην ἡ τοῦ τοιούτου ἐν αὐτῷ χυμοῦ αἰτία, οὐδὲν ἧττον κατελθόντος πάλιν ἐκείνου τοῦ τὴν ἀρχὴν ἐξατμισθέντος ὕδατος καὶ ὑσθέντος, δι’ ὃ πρότερον ἀνενεχθὲν ἁλμυρὰ ἐγένετο, ἔδει γλυκεῖαν αὐτὴν γίνεσθαι.1 εἰ γὰρ τὸ πρῶτον ὄντος τούτου ἐν τῇ θαλάσσῃ οὐκ ἦν ἁλμυρὸν τὸ ὕδωρ, οὐδ’ ὅταν πάλιν ἐν αὐτῇ γένηται, ἔτι ἁλμυρὰ ἂν εἴη· ἴσον γὰρ ὅσον ἀνηνέχθη κάτεισι πάλιν, ὡς προείρηται· εἰ δὲ ἐξ ἀρχῆς καὶ πρὸ τοῦ ἀναχθῆναί τι ἀπ’ αὐτῆς ἦν ἁλμυρά, δεῖ λέγειν τὴν αἰτίαν, δι’ ἣν ἀπ’ ἀρχῆς τοιοῦτον τὸ τῆς θαλάσσης ὕδωρ. ἔτι δὲ εἰ ἁλμυροῦ τοῦ παντὸς ὕδατος ὄντος τὴν ἀρχὴν ἀνηνέχθη τι ἀπ’ αὐτοῦ ἁλμυρόν, διὰ τί οὐ καὶ νῦν τοῦτο γίνεται; ὅτι γὰρ μὴ τοιοῦτο τὸ ἀναγόμενον, δῆλον ἐκ τοῦ τὸ ὑόμενον πότιμον ἀλλὰ μὴ ἁλμυρὸν εἶναι· τοῦτο δ’ ἦν τὸ ἀνενεχθέν. εἰπὼν δὲ ὅτι τοῖς γεννῶσι τὴν θάλασσαν οὐ ῥᾳδία ἡ περὶ τῆς ἁλμυρότητος αὐτῆς ἀπόδοσις τῆς αἰτίας, ὅτι μηδὲ οἱ λέγοντες παρὰ τῆς γῆς ἐγγίνεσθαι τῇ θαλάσσῃ τὸν τοιοῦτον χυμὸν ὑγιῶς λέγουσι λέγει.2 φασὶ μὲν γὰρ ἔχειν αὐτὴν πολλοὺς χυμοὺς καὶ δὴ καὶ τὸν ἁλμυρόν· τοὺς δὲ ποταμοὺς τοὺς διὰ τῆς τοιαύτης ῥέοντας καὶ τῆς ποιότητος αὐτῆς μεταλαμβάνοντας ἐμβάλλοντας εἰς τὴν θάλασσαν ἁλμυρὰν αὐτὴν ποιεῖν. ἄτοπον δὲ τὸ αὐτοὺς τοὺς ποταμοὺς μὴ πρῶτον ἁλμυροὺς γίνεσθαι. πῶς γὰρ οἷόν τε ἐν μὲν τοσούτῳ πλήθει ὕδατος ἐπίδηλον ἔτι γίνεσθαι τὴν ὑπὸ τῶν ποταμῶν τούτων καταφερομένην ποιότητα, ὡς πᾶν αὐτὸ μεταβάλλειν, τὸ δὲ τοῦ ποταμοῦ ὕδωρ ὀλίγον ὂν μὴ πολὺ πρότερον αὐτὸ γίνεσθαι τοιοῦτον; ἀπὸ τούτων γάρ. καὶ εἰ ἡ θάλασσα οὐδενὶ ἄλλῳ ἢ τῷ ἁλμυρὰ εἶναι τοῦ τῶν ποταμῶν ὕδατος διαφέρει, εἰ πρὸ αὐτῆς οἱ ποταμοὶ τοῦτο ἔχοιεν, οὐκέτ’ ἂν αὐτῶν διέφερεν, εἴ γε ἡ θάλασσά ἐστιν ἠθροισμένον τὸ ἐκείνων ὕδωρ. γελοῖον δέ φησιν εἶναι καὶ τὸ ἡγεῖσθαι τὴν αἰτίαν ἀποδεδωκέναι τῆς ἁλμυρότητος τῆς θαλάσσης τοὺς εἰπόντας ἱδρῶτα τῆς γῆς εἶναι τὴν θάλασσαν, ὡς Ἐμπεδοκλῆς λέγει· οὐδὲν γὰρ σαφὲς τοῦτο εἰπὼν λέγει. πρὸς μὲν γὰρ ποίησιν ἴσως ἱκανὸν τὸ οὕτως εἰπεῖν· ποιητικὸν γὰρ τὸ χρῆσθαι μεταφοραῖς. οὐδὲ γὰρ εἰ εἴποι τις πάλιν τὸν ἱδρῶτα τὸν τοῦ σώματος τῶν ζῴων θάλασσαν, τί ποτ’ ἐστὶν ὁ ἱδρὼς εἴρηκεν ὁμοίᾳ κεχρημένος μεταφορᾷ.3 ὡς γὰρ ἐπὶ τῆς θαλάσσης ἄδηλος ἡ ποιότης ἡ τοιαύτη, οὕτως καὶ ἐπὶ τοῦ ἱδρῶτος ἄδηλον, διὰ ποίαν αἰτίαν γλυκέος ὄντος τοῦ πόματος ἁλμυρὸς γίνεται ὁ ἱδρώς· πότερον ἀπελθόντος τινὸς καὶ ἐναναλωθέντος μόνον ἀπ’ αὐτοῦ εἰς τὸ σῶμα, οἷον τοῦ γλυκυτάτου, ἢ συμμιχθέντος χυμοῦ τινος αὐτῷ ἀπὸ τοῦ σώματος, καθάπερ τοῖς διὰ τέφρας ἠθουμένοις ὕδασιν, ἢ δι’ ἄμφω. ταὐτὸν δὲ αἴτιόν φησιν ὃ ἐπὶ τοῦ ἱδρῶτος, τοῦτο καὶ ἐπὶ τοῦ εἰς τὴν κύστιν ἀθροιζομένου περιττώματος εἶναι· καὶ γὰρ ἐπὶ τούτου αὐτὸ πικρόν τε καὶ ἁλμυρὸν γίνεται γλυκέος ὄντος τοῦ πινομένου.

在证明了无论宇宙的状态如何,其各个部分也将处于同样的状态——如果宇宙是可毁灭的,这些部分也是如此;如果宇宙是不灭的,宇宙的部分中有些甚至在数量上也保持不灭,而另一些部分即使不可能在数量上如此长存,但至少在形式上必然长存——并且也证明了德谟克利特关于海由于始终有东西从中被抽引上去因而有朝一日将干涸的观点是肤浅的之后,[亚里士多德]鉴于针对德谟克利特所说的那些话,补充说道:“但是关于这些问题,讨论逗留得超出了它们的价值”,因为德谟克利特就这些问题所说的话并不值得如此多的反驳。随后,他转向另一个课题,即海的咸性问题,并指出,对于那些假定海从前并不存在而使其生成的人来说,要把海说成是咸的是不可能的。因为,无论如他们所说,当从前环绕大地的全部湿气即水被太阳抽引走其中的甘甜部分时,所留下的东西变成了海且是咸的;还是由于某种此类泥土与全部甘甜之水混合,以致在其中内在具有如此多且如此性质的滋味,成为其中具有此类滋味的原因——无论如何,当最初蒸发并降雨的那部分水(海先前正是因其被抽引上去而变咸的)重新降下时,海本应当变甜。因为如果最初这部分水在海中时海水并不咸,那么当它再次进入海中时,海也就不应再是咸的;因为正如前文所述,降下的水量与抽引上去的水量相等。但如果海从一开始、在任何东西从中被抽引上去之前就是咸的,就必须说明海水从一开始就是如此性质的原因。此外,如果当全部水都是咸的时候,最初从中抽引上去的也是某种咸的东西,那么为什么现在不发生这种情况呢?因为被抽引上去的并非此类东西,这从降雨之水是可饮用的甘泉而非咸水这一点便显而易见;而这正是先前被抽引上去的东西。在说明了对于使海生成的人而言提出关于其咸性的原因并非易事之后,他[亚里士多德]说,那些声称这种滋味是从大地产生于海中的人所说的也是不健全的。因为他们声称大地含有许多滋味,特别是咸味;而流经此类土地并分有其性质的河流汇入海中,便使海变咸。然而,河流自身并不首先变咸,这是荒谬的。因为在如此巨大的水量中,由这些河流带来的性质竟然依然显著以至于改变整个水体,而河水虽然量少,自身却不远远更早地变成这种性质,这怎有可能呢?因为[咸味]正是来源于它们。而且,如果海除了是咸的之外与河水毫无不同,那么如果河流在海之前就具有这种性质,海也就不再与它们有何区别,倘若海正是汇聚起来的河水的话。他又说,那些声称海是大地的汗水的人(正如恩培多克勒所说),自以为已经指明了海之咸性的原因,这也是可笑的;因为他说出这话并没有说明任何清楚的事情。因为对于诗歌而言,这样说或许是足够的;因为使用隐喻是诗性的。事实上,如果有人反过来把动物身体的汗水称为“海”,在使用类似的隐喻时,他也并未说明汗水究竟是什么。因为正如关于海而言这种性质是不明确的,关于汗水而言也是不明确的:在所饮之物是甘甜的情况下,汗水究竟是出于何种原因而变成咸的——究竟是因为某种东西(例如最甜的部分)从其中离去并仅仅被消耗到身体之中,还是因为某种来自肉体的滋味与它混合(如同过滤过草木灰的水一样),抑或由于这两者。他说,适用于汗水的同一原因,也适用于膀胱中聚集的排泄物[尿液];因为就尿液而言,尽管所饮之物是甜的,它本身也变得又苦又咸。

语法注3 条
  1. 2.5εἴτε γὰρ παντὸς τοῦ ὑγροῦ ... εἴτε διὰ τὸ ἐνυπάρχειν τοσοῦτόν τε καὶ τοιοῦτον χυμὸν ἐν τῷ ὅλῳ ὕδατι καὶ γλυκεῖ τῷ συμμιχθῆναί τινα γῆν αὐτῷ τοιαύτην ἡ τοῦ τοιούτου ἐν αὐτῷ χυμοῦ αἰτία, οὐδὲν ἧττον ... ἔδει γλυκεῖαν αὐτὴν γίνεσθαι.

    通过 εἴτε ... εἴτε ... 相关结构提出两种对立假设、并最终导向主句 οὐδὲν ἧττον ... ἔδει γλυκεῖαν αὐτὴν γίνεσθαι 的复合条件句。在第一个 εἴτε 分句中,独立属格 παντὸς τοῦ ὑγροῦ ... ἀναχθέντος 之后接主语 τὸ ὑπολειφθὲν 与谓语 ἐγένετο;在第二个 εἴτε 分句中省略了系动词(ἐστίν 或 ἐγένετο),主语为 ἡ τοῦ τοιούτου ἐν αὐτῷ χυμοῦ αἰτία,介词短语 διὰ τὸ ἐνυπάρχειν ... 表原因。

  2. 2.5εἰπὼν δὲ ὅτι τοῖς γεννῶσι τὴν θάλασσαν οὐ ῥᾳδία ἡ περὶ τῆς ἁλμυρότητος αὐτῆς ἀπόδοσις τῆς αἰτίας, ὅτι μηδὲ οἱ λέγοντες παρὰ τῆς γῆς ἐγγίνεσθαι τῇ θαλάσσῃ τὸν τοιοῦτον χυμὸν ὑγιῶς λέγουσι λέγει.

    主动词 λέγει 置于句末的倒装与嵌套结构:在分词短语 εἰπὼν δὲ ὅτι ... 之后,由第二个连词 ὅτι 引导主动词 λέγει 的宾语从句(ὅτι μηδὲ οἱ λέγοντες ... ὑγιῶς λέγουσι)。前一个 ὅτι 从属于分词 εἰπών,后一个 ὅτι 则从属于主动词 λέγει。

  3. 2.5οὐδὲ γὰρ εἰ εἴποι τις πάλιν τὸν ἱδρῶτα τὸν τοῦ σώματος τῶν ζῴων θάλασσαν, τί ποτ’ ἐστὶν ὁ ἱδρὼς εἴρηκεν ὁμοίᾳ κεχρημένος μεταφορᾷ.

    条件从句使用现在祈愿式(εἰ εἴποι τις),归结句则使用直陈式完成时(εἴρηκεν)。在此处使用直陈式完成时,是为了断定性地指出:即便这一假定成立,说话者也“并未由此说明”汗水究竟是什么,表明其断言在事实上并未达成。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:79.24-81.11