← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《气象学》注解

§76.3-77.30

对塔尔塔罗斯学说的批判与大海的本然场所

亚历山大阐述了亚里士多德对《斐多篇》中塔尔塔罗斯学说的批判,指出流水逆行上坡之不可能、该学说排除了雨水与蒸发等生成转化、以及与河流皆汇入大海的经验观察相悖,并重申大海乃是水的本然场所与残余。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.4#5

τὸ γὰρ ἀπὸ τοῦ τῆς γῆς μέσου πάλιν κινούμενον οὐκέτι κάτω κινεῖται ἀλλ’ ἄνω, τῷ τὸν κάτω τόπον λεγόμενον εἶναι τὸ τῆς γῆς μέσον. τοὺς δὲ χυμοὺς καὶ τὰ χρώματα λαμβάνειν τὸ ὕδωρ παρὰ τῆς γῆς δι’ ἧς ἂν ῥέῃ, ὁποία ἂν ᾖ αὕτη. Θεὶς δὲ τὴν δόξαν εὐθὺς ἄρχεται πρὸς αὐτὴν λέγειν, καὶ πρῶτον μὲν τίθησι τοῦτο ὅτι συμβήσεται τοὺς ποταμοὺς καὶ τὰ ἄλλα ὕδατα ῥέοντά τε ἀπὸ τοῦ Ταρτάρου καὶ πάλιν εἰς ἐκεῖνον ἐκδιδόντα οὐ κατὰ ταὐτὸν ἀεὶ ῥεῖν οὐδ’ εἰς ταὐτὸν ἐκδιδόναι. ἐπεὶ γὰρ ἐπὶ τὸ μέσον φέρονται καὶ ἐπὶ τὸν Τάρταρον, ὁ δὲ Τάρταρος οὐκ ἠρεμεῖ ἀλλ’ ἀεὶ κινεῖται καὶ κυμαίνει, ἔνθα ἂν οὗτος ᾖ ῥέπων, ἐνταῦθα ῥευσοῦνται. οὕτως δὲ ῥέοντες οὐ μᾶλλον κάτω ἀπὸ τοῦ ἄνω ῥέουσιν ἢ ἄνω ἀπὸ τοῦ κάτω· ὅταν γὰρ ὁ Τάρταρος ἐπέκεινα τοῦ μέσου κυμαίνῃ, τὰ ἐντεῦθεν ἐπ’ αὐτὸν φερόμενα ῥεύματα παραλλάξει τὸ μέσον καὶ ἐπ’ αὐτὸν ἐνεχθήσεται· οὕτως δ’ ἔσται ἀπὸ τῶν κάτωθεν ἄνω φερόμενα, συμβαίνοι τ’ ἂν τὸ λεγόμενον ἐν τῇ παροιμίᾳ “ἄνω ποταμῶν χωροῦσι πηγαί,” ὅπερ ἐστὶν ἀδύνατον. ἢ οὐκ ἂν εἴη τοῦτο λεγόμενον·1 προείρηκεν γὰρ ὁ Πλάτων, ὡς καὶ αὐτὸς εἴρηκεν εἰπὼν εἶναι δὲ μέχρι τοῦ μέσου τὴν κάθεσιν· τὸ γὰρ λοιπὸν πρὸς ἄναντες ἤδη πάλιν εἶναι τὴν φοράν· ἀλλ’ ἴσως ἂν εἴη λέγων ὅτι εἰ οἱ ποταμοὶ εἰς τὸ μέσον καὶ εἰς τὸν Τάρταρον εἰσρέουσι, καὶ οὐκ ἀεὶ διὰ τῶν αὐτῶν, ἀλλὰ πολλάκις διὰ τῶν ἐναντίων ἐξῄεσαν, συμβήσεται αὐτοὺς συρρεύσαντας εἰς τὰ κοῖλα τῆς γῆς πάλιν ἀπὸ τούτων εἰς ὑψηλότερα ῥεῖν, ὅπως περιελθόντες ἔλθωσιν εἰς τὰ ἀντικείμενα τῶν ἀφ’ ὧν ἀνέσχον· οὕτως δ’ ἂν εἶεν πρὸς ἄναντες ῥέοντες, καὶ ἔσται τὸ “ἄνω τῶν ποταμῶν ῥέουσι πηγαί”, ὂν ἀδύνατον· ἔτι δὲ καὶ τοῦτο ἄτοπον· εἰ γὰρ τὸ αὐτὸ ὕδωρ ἀεὶ στρέφεταί τε καὶ ῥέον ἀπὸ τῆς ἀρχῆς ἐπ’ αὐτὴν πάλιν καταφέρεται, τὸ γινόμενόν τε καὶ ὑόμενον ὕδωρ καὶ τὸ πάλιν ἀτμιζόμενόν τε καὶ ἀναθυμιώμενον πόθεν ἔσται; τοῦτο γὰρ ὅλον ἐξαιρεῖ ὁ λόγος καὶ τὴν τοιαύτην γένεσίν τε τοῦ ὕδατος καὶ μεταβολὴν ὁ λέγων ἀεὶ τὸ αὐτὸ σωζόμενον περιφέρεσθαι, καὶ τὸ ἀπορρέον ἀπὸ τῆς ἀρχῆς πάλιν ἐπιρρεῖν ἐπ’ αὐτήν. ἔτι ἀνομολογούμενον τὸ λεγόμενον τοῖς φαινομένοις· πάντες γὰρ οἱ ποταμοί, ὅσοι μὴ μίγνυνται ἀλλήλοις, φαίνονται ἐκδιδόντες εἰς τὴν θάλασσαν καὶ τελευτῶντες, εἰς δὲ τὴν γῆν οὐδείς· καὶ γὰρ εἴ τινες εἰς γῆν ἀφανίζονται, πάλιν ἐκδιδόντες φαίνονται κατ’ ἄλλο μέρος τῆς γῆς καὶ ῥέοντες ἕως τῆς θαλάσσης. μεγάλους δὲ λέγει τῶν ποταμῶν γίνεσθαι τοὺς μακρὸν διάστημα ῥέοντας καὶ μὴ πλησίον τῶν πηγῶν ἔχοντας τὴν θάλασσαν, καὶ ἔτι διὰ κοίλης γῆς· ὑποδεχόμενοι γὰρ πολλῶν ῥεύματα ποταμῶν διά τε τὴν κοιλότητα εἰς ἣν ἐπιρρέουσιν ἐκ τῶν ὑψηλοτέρων καὶ διὰ τὸ μῆκος πληθύνονται. διὰ τοῦτο γάρ φησι τόν τε Ἴστρον καὶ τὸν Νεῖλον μεγίστους εἶναι τῶν εἰς τὴν θάλασσαν ἐκδιδόντων ποταμῶν, ὅτι διὰ κοίλων τε ῥέουσι τόπων, καὶ πόρρω τὰς πηγὰς ἔχουσιν, ὡς μὴ εἶναι αὐτὰς γνωρίμους, ἀλλὰ διὰ τὸ πολλοὺς αὐτοὺς δέχεσθαι ποταμοὺς οἰκείας πηγὰς ἔχοντας δοκεῖν τὰς τῶν ποταμῶν τούτων πηγὰς τῶν ἐμβαλλόντων τινὸς εἰς αὐτοὺς ποταμῶν εἶναι, καὶ διὰ τοῦτο διαφέρεσθαί τινας περὶ τῶν πηγῶν αὐτῶν καὶ ἄλλους ἄλλας λέγειν. ταῦτα δὴ πάντα, ὅσα προείρηκε, φανερὸν ὡς ἀδύνατα συμβαίνει, ἂν εἴη ὁ Τάρταρος ἀρχὴ τῶν ὑδάτων, ὡς ἐν τῷ Φαίδωνι εἴρηται. εἰ γὰρ καὶ ἡ θάλασσα ἐκεῖθεν ἔχει τὴν ἀρχὴν ὁμοίως τοῖς ποταμοῖς, ἔδει μὴ τοὺς ποταμοὺς εἰς τὴν θάλασσαν ἐμβάλλειν, ἀλλ’ ὁμοίως καὶ τὴν θάλασσαν καὶ τοὺς ποταμοὺς εἰς τὸν Τάρταρον, ὅθεν καὶ τὰς ἀρχὰς ὁμοίως ἔχουσιν. Ὅτι μὲν οὖν ὕδατός τέ ἐστιν ὁ τόπος οὗτος.2 ὑπομιμνήσκει τῶν εἰρημένων· ὅτι γὰρ ὁ τόπος, ἐν ᾧ ἡ θάλασσά ἐστιν, ὕδατός ἐστιν ἀλλ’ οὐ θαλάσσης, καὶ διὰ τί τὸ μὲν πότιμον ὕδωρ ἐν τοῖς ποταμοῖς μόνοις σώζεται καὶ ταῖς κρήναις, καὶ εἴ τις τούτων ῥεόντων λίμνη που γίνεται πάλιν ἀπορρέουσα, τὸ δὲ ἁλμυρόν ἐστι τὸ ὑπομένον ἐν τῷ τοῦ ὕδατος οἰκείῳ τόπῳ, καὶ ὅτι πέρας καὶ τελευτὴ μᾶλλον ὕδατός ἐστιν ἡ θάλασσα (εἰς γὰρ ταύτην οἱ ποταμοὶ ῥέοντες παύονται), ἀλλ’ οὐκ ἀρχὴ καὶ πηγὰς οἰκείας ἔχουσα· ἀνάλογον γὰρ ἔχουσα ἡ θάλασσα πρὸς τὸ ὕδωρ ἐδείχθη τῷ περιττώματι τῆς ἐν τοῖς ζῴοις τροφῆς, καὶ μάλιστα τῆς ὑγρᾶς· τὸ γὰρ οὖρον περίττωμα ὂν τοῦ ποτοῦ ἁλμυρόν.

因为从大地中心重新运动之物便不再是向下运动,而是向上运动,这是由于被称为“下”的场所正是大地的中心。并且[柏拉图说]水从它所流经的大地中获取味道和颜色,无论那大地是何种性质。在提出了这一观点之后,他随即开始予以反驳,首先提出这一点:从塔尔塔罗斯流出并重新注入其中的诸河流以及其他水体,将不会始终循着相同的路径流动,也不会注入相同的地方。因为既然它们奔向中心并奔向塔尔塔罗斯,而塔尔塔罗斯并不静止,而是始终在运动和激荡,那么塔尔塔罗斯倾向哪里,它们就将流向哪里。然而以这种方式流动,它们从上向下流并不比从下向上流更多;因为每当塔尔塔罗斯激荡到中心对面时,从这边奔向它的溪流就会越过中心并奔向它;这样一来,它们就将是从下向上被运送,从而就会出现谚语中所说的“江河之源向上流”,而这是不可能的。或者,这里所说的并非如此;因为柏拉图已经预先说明过,正如他〔亚里士多德〕自己也曾提到并说过的那样:下落只到达中心为止,因为剩下的运动已经重新成为向上倾斜的坡道;但他或许是说,如果诸河流流入中心和塔尔塔罗斯,并且并非总是穿过相同通道,而是常常穿过相反通道流出,那么其结果就是,它们在汇流进大地的凹陷处之后,又从这些地方流向更高之处,以便环绕之后到达与它们当初涌出之处相对立的地方;这样一来,它们就将是迎着上坡流动,就会出现“江河之源向上流”,这是不可能的。此外,这一点也是荒谬的:因为如果同一批水始终循环往复,从始原流出又重新落回始原,那么生成并降下的雨水,以及再次化为蒸气和蒸发的水,又从何而来呢?因为主张始终保持同一批水周而复始、从始原流出又重新流入始原的理论,完全排除了水具有的这一生成与转化。此外,所说之言与现象不合;因为所有未曾彼此汇合的河流,都显现为注入海中并达到终结,而没有一条注入大地中;因为即便有某些河流消失在大地之中,它们也会显现为在大地的另一部分重新流出,并一直流到海中。他还说,在诸河流中成为大河的,是那些流淌很长距离、源头附近没有海洋、并且还流经凹陷大地的河流;因为它们既由于〔诸河流〕从更高处流入其中的凹陷地势,又由于其漫长的距离而接纳许多河流的水流,因而水量充沛。正因如此,他说伊斯特罗斯河和尼罗河是注入海中的河流中最大的,因为它们流经凹陷的地域,且源头遥远,以至于它们的源头为人所不知,但由于它们接纳了许多具有自身源头的河流,以至于这两条大河的源头被误认为是注入它们的某条支流的源头,正因如此,人们对于它们的源头产生分歧,不同的人各执一词。显然,如果真如《斐多篇》中所说的那样塔尔塔罗斯是一切水体的始原,那么他之前所列举的所有这一切不可能的后果便都会发生。因为如果海洋也同样从那里获得始原,一如诸河流那样,那么诸河流本不该注入海中,而是海洋与诸河流应当同样注入塔尔塔罗斯,既然它们同样以塔尔塔罗斯为始原。 “因此,这场所固然是属于水的”。他提醒读者回忆前文所言之事:因为海所在的场所乃是属于水而非属于海的;以及为什么可饮用的水仅保存在诸河流、泉水以及由这些流水在某处形成并再度流出的湖泊中,而发咸的水则是留存在水所特有的场所之中的东西;以及海更应是水的界限与终局(因为诸河流通过注入海中而止息),而不是具有自身特有泉源的始原;因为海相对于水所具有的对应关系,已被证明正如动物体内的食物残余,尤其是流质残余;因为作为饮品残余的尿液便是发咸的。

语法注2 条
  1. 2.4ἢ οὐκ ἂν εἴη τοῦτο λεγόμενον

    连词 ἢ 引出对前述解读(即塔尔塔罗斯越过中心激荡直接导致逆流)的修正意见。下文 προείρηκεν γὰρ ὁ Πλάτων 指出柏拉图本人已知越过中心即是上坡,随后通过 ἀλλʼ ἴσως ἂν εἴη λέγων 将论证重构为真正的批评焦点(即河流绕行至相对面时迎坡倒流)。

  2. 2.4Ὅτι μὲν οὖν ὕδατός τέ ἐστιν ὁ τόπος οὗτος.

    这是引自亚里士多德原文的要点概括句,在句法上作为紧随其后的 ὑπομιμνήσκει τῶν εἰρημένων(“他提醒读者回忆前文所言之事”)的对象。随后的 ὅτι γὰρ ὁ τόπος... 具体展开了所重申的内容要点(为何海的场所属于水、淡水与咸水的分布、以及海作为残余)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:76.3-77.30