- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:74.14-76.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释了亚里士多德将海水之咸比作动物体内的食物残渣的论证,借助蒸发表面积的原理解释了为何河流注入海中而海不增大,并引介了亚里士多德对《斐多篇》中塔尔塔罗斯地下水系学说的批判。
ὡς γὰρ ἐν τοῖς τῶν ζῴων σώμασι τῆς τροφῆς εἰσελθούσης γλυκείας ἥ τε τῆς ὑγρᾶς τροφῆς ὑπόστασις καὶ ἡ τῆς ξηρᾶς πικραί τε καὶ ἁλμυραὶ φαίνονται τῷ τὸ πότιμον καὶ τὸ γλυκὺ πᾶν τὸ ἐν αὐτῇ ὑπὸ τῆς ἐμφύτου θερμότητος ἕλκεσθαί τε καὶ εἰς τὰς σάρκας καὶ τὸ ἄλλο σῶμα ἀναδίδοσθαι, ὡς πέφυκεν, οὕτω χρὴ ὑπολαμβάνειν γίνεσθαι καὶ ἐπὶ τοῦ ὕδατος ὄντος γλυκέος ἀθρόου, τῷ ἀποκρίνεσθαι αὐτοῦ τὸ πότιμόν τε καὶ γλυκὺ διὰ τῶν ἀναθυμιάσεων τὸ καταλειπόμενον καὶ ὥσπερ περίττωμα ὂν τοῦ παντὸς ἁλμυρὸν εἶναι.1 ὡς οὖν ἐπὶ τῆς κοιλίας ἄτοπον, εἴ τις μὴ νομίζοι τῆς γλυκείας τροφῆς τόπον εἶναι τὴν κοιλίαν, ἐπεὶ τὸ μὲν γλυκὺ ταχὺ ἀναλίσκεται, τὸ δ’ ὑπολειπόμενον ἐν αὐτῇ πικρόν τε καὶ ἁλμυρὸν καὶ οὔτε γλυκύ ἐστιν οὔτε τρόφιμον, οὕτως καὶ ἐπὶ τοῦ τόπου τοῦ ἐν ᾧ ἐστιν ἡ θάλασσα ἄτοπον τὸ μὴ νομίζειν τοῦτον ὕδατος εἶναι τόπον, ὅ ἐστι γλυκὺ τῇ αὑτοῦ φύσει, διὰ τὸ ὁρᾶσθαι ἐν αὐτῷ ὂν ἁλμυρόν τε καὶ ἄποτον τὸ ὕδωρ, ὅπερ ἐστὶν ἡ θάλασσα· ἔστι γάρ, ὡς προείρηται, οὗτος ὁ τόπος ὕδατος. διὸ καὶ οἱ ποταμοὶ ὕδωρ ὄντες εἰς τοῦτον ὡς κατὰ φύσιν ὄντα αὐτοῖς ἅπαντες ῥέουσιν, ὁμοίως δὲ καὶ πᾶν τὸ γινόμενόν τε καὶ γεννώμενον ὕδωρ· εἴς τε γὰρ τὸ κοιλότερον ἡ ῥύσις κατὰ φύσιν τῷ ὕδατι καὶ ἡ θάλασσα τοῦτον φαίνεται κατέχουσα τὸν τόπον· ἐν γὰρ τοῖς κοίλοις τῆς γῆς μένει. τοῦ δὲ ταύτην ἐν τούτῳ μένειν ἡ εἰρημένη αἰτία, ὅτι τὸ μὲν γλυκύ τε καὶ πότιμον ταχὺ ἀναφέρεται διὰ τὸν ἥλιον πᾶν, τὸ δὲ ἁλμυρὸν ὑπολείπεται διὰ βαρύτητα ὥσπερ ὂν περίττωμα τοῦ ὕδατος. τὸ δὲ ζητεῖν τὴν ὑπὸ τῶν ἀρχαίων ζητουμένην ἀπορίαν, διὰ τί τοσούτου πλήθους ὕδατος ἑκάστης ἡμέρας εἰς τὴν θάλασσαν ἐμβάλλοντος οὐδὲν πλείων θάλασσα γίνεται, οὐδὲν μὲν ἄτοπον ἀπορῆσαί τινας, οὐ μὴν ἐπιβλέψαντι χαλεπὸν αὐτοῦ τὴν αἰτίαν εὑρεῖν. τὸ γὰρ ἴσον ὕδατος πλῆθος οὐκ ἐν ἴσῳ χρόνῳ ἀναλίσκεταί τε καὶ ἀναξηραίνεται ἀθρόον τε μένον καὶ εἰς πλάτος ἐκτεινόμενόν τε καὶ διαχεόμενον, ἀλλὰ τοσοῦτον διαφέρει, ὡς τὸ δι’ ὅλης ἡμέρας διαμεῖναν ἂν2 εἰς κύαθον μικρὰν ὄν, τοῦτο εἰ ἐκταθείη εἰς πλάτος ὥσπερ τὸ ἐπὶ τῶν πλατειῶν τραπεζῶν, ἅμα νοήματι ἀφανίζεσθαί τε καὶ ἀναξηραίνεσθαι. τοῦτο δὴ καὶ περὶ τοὺς ποταμοὺς συμβαίνει· καίτοι γὰρ συνεχῶς αὐτῶν καὶ ἀθρόως ἐκδιδόντων εἰς τὴν θάλασσαν, ἀεὶ τὸ ἐμβάλλον εἰς αὐτὴν σκιδνάμενον εἰς ἀχανῆ τε καὶ πλατὺν τόπον ταχύ τε καὶ ἀδήλως ἀναξηραίνεται. Ἑξῆς δὲ δείκνυσι τὸ ἐν τῷ Φαίδωνι ὑπὸ Πλάτωνος εἰρημένον περί τε τῶν ποταμῶν καὶ τῆς θαλάσσης ἀδύνατον ὄν. λέγεται γὰρ ἐν τῷ Φαίδωνι ὡς ἄρα πάντα τὰ ὕδατα εἰς ἄλληλα συντέτρηται ὑπὸ γῆν, ὡς ἀπὸ μιᾶς ἀρχῆς ὄντα, ἀρχὴ δὲ καὶ πηγὴ πάντων εἴη τῶν ὑδάτων ὁ καλούμενος Τάρταρος, ὢν ὕδατός τι πλῆθος περὶ τὸ μέσον τῆς γῆς, ἐξ οὗ τὰ ῥέοντα καὶ μὴ ῥέοντα ὑπὲρ τὴν γῆν ὕδατα ἀναδίδωσι πάντα. γίνεσθαι δὲ ἀπ’ ἐκείνου τὴν ἀπόρρυσίν τε καὶ ἐπίρρυσιν τοῖς ὑπὲρ γῆν ὕδασι διὰ τὸ κινεῖσθαι ἀεὶ καὶ ῥεῖν τὸ πρῶτον ὕδωρ καὶ τὴν ἀρχὴν τῷ μὴ ἔχειν ἕδραν τε καὶ τόπον ἐν ᾧ μενεῖ· τὸ μὲν γὰρ παρ’ ἡμῖν ἐπὶ τῆς γῆς βέβηκεν, ἐκεῖνο δὲ ὂν ἐν τῷ κέντρῳ τῆς γῆς καὶ περὶ τὸ κέντρον οὐκ ἔχειν ἕδραν, ἀλλὰ περὶ τὸ μέσον εἱλεῖσθαί τε καὶ ῥεῖν· κινούμενον δὲ καὶ σαλεῦον οὕτως ποτὲ μὲν ἐπὶ τὰ πρὸς ἡμᾶς μέρη τοῦ κέντρου, ποτὲ δὲ ἐπὶ τὰ ἐπέκεινα τὴν ἐπίρρυσιν ἐπὶ ταῦτα ποιεῖσθαι, ἐφ’ ἃ ἂν κυμαίνῃ· τὰ δ’ ἀπ’ ἐκείνου ἀπορρέοντα ῥεύματα πολλαχοῦ μὲν καὶ λιμνάζειν, ὥσπερ αἱ παρ’ ἡμῖν θάλασσαι, πάντα δὲ ῥεῖν τε πάλιν καὶ ἐπανιέναι ἐπὶ τὴν ἀρχήν, ὅθεν ἤρξατο ῥεῖν, τουτέστι τὸν Τάρταρον, πολλὰ μὲν κατὰ τὸ αὐτὸ περιιόντα πάλιν καὶ ἐκδιδόντα ὅθεν καὶ τὴν ἀρχὴν ἀπερρύη (ἐπὶ γὰρ τὸ πρὸς ἡμᾶς μέρος τοῦ κέντρου), τὰ δὲ καὶ κατὰ τὸν ἀντικρὺ τόπον τῆς ἐκροῆς, ἕως περιελθόντα τὴν καθ’ ἡμᾶς3 οἰκουμένην ἀπὸ τῶν κάτωθεν ὡς πρὸς ἡμᾶς ἐμβάλλειν εἰς αὐτὸν ἢ κἂν κάτωθεν ἤρξατο ῥεῖν, ἄνωθεν πάλιν ἐμβάλλειν εἰς αὐτὸν ἀπὸ τῶν πρὸς ἡμᾶς. εἶναι δὲ τὴν ἄνωθεν εἰς τὸ κάτω ῥύσιν τῷ ὕδατι μέχρι τοῦ τῆς γῆς μέσου.
因为正如在动物的身体中,甘甜的食物进入之后,由于其中所有可饮用且甘甜的部分被天生的热所吸引并按照其本性分配到肌肉和身体的其他部分,流质食物的沉淀物和干质食物的沉淀物都显为苦而咸的;同样应当认为,在作为整体为甘甜的水的情形中也是如此:通过蒸发物将其可饮用且甘甜的部分分离出去,留存下来并如同全体的残余之物便是发咸的。因此,正如在胃的情形中,如果有人因为甘甜之物被迅速耗尽、留在其中的东西苦而咸且既非甘甜也无营养,便不认为胃是甘甜食物的场所,那是荒谬的;同样,在海所在的场所的情形中,仅仅因为在其中所见到的水(也就是海)发咸且不可饮用,便不认为这是自身本性为甘甜的水的场所,也是荒谬的;因为正如前述,这场所正是属于水的。因此,诸河流既然也是水,便全都流入这场所,视其为合乎它们本性的场所,同样,所有正在生成和被产生的水也皆如此;因为对于水而言,向更凹陷处的流淌是合乎本性的,而海显然占据了这一场所;因为海留存在大地的凹陷处。而它留存在此处的已被阐明的缘由,就是所有甘甜可饮用的部分因太阳而被迅速引向高处,而发咸的部分则因重量作为水的一类残余留存下来。至于探讨古人所探讨的那个疑难——为何每天有如此巨大总量的水注入海中,海却没有变得更大——某些人提出这一疑难固然毫无荒谬之处,但对于加以审察的人而言,找出其原因绝非难事。因为同等总量的水,凝聚留存与被伸展播撒于广阔空间之中,绝不会在同等的时间内被消耗并彻底干燥,而是相差如此悬殊,以至于若是盛在小杯中本可维持一整天的水,如果被展布在广阔的表面上,就像在宽阔桌面上一样,就会在转瞬之间消失并干涸。这同样发生于诸河流;因为尽管它们持续不断且汹涌地注入海中,但汇入其中的水总是散布于浩瀚广阔的场所,迅速且不为人知地干涸了。随后,他证明了柏拉图在《斐多篇》中关于诸河流与海洋的说法是不可能的。因为在《斐多篇》中说,所有水在地下彼此贯通,宛如出自单一的始原,而一切水体的始原与泉源就是所谓的塔尔塔罗斯,这是环绕大地中心的一团巨量之水,地上所有流动的与不流动的水全都由此涌出。而地上的水之所以因它产生流出与回流,是因为最初之水与始原由于没有固定安立的居所与可以留存的场所,便始终在运动并流动;因为我们这里的水是立于大地之上的,而那个位于大地中心且环绕中心的水却没有稳固之座,而是在中央旋转流动;它如此运动与震荡,时而向着中心朝向我们这边的部分,时而向着对面的部分,向着它所激荡的地方引发回流;由它流出的溪流在许多地方汇聚成湖,如同我们这边的海洋一样,但最终全都重新流动并返回其开始流淌的始原,即塔尔塔罗斯,许多水流循着同一路径环绕归来,并在当初流出之处重新注入(即在中心朝向我们这边的部分),另一些水流则注入流出地的相对侧,直到环绕了我们居住的世界之后,从相对于我们的下方注入它,或者哪怕它们是从下方开始流淌的,也会从朝向我们这边的上方重新注入它。而水由上至下的流动,仅仅到达大地的中心为止。
- 2.4τῷ ἀποκρίνεσθαι αὐτοῦ τὸ πότιμόν τε καὶ γλυκὺ διὰ τῶν ἀναθυμιάσεων τὸ καταλειπόμενον καὶ ὥσπερ περίττωμα ὂν τοῦ παντὸς ἁλμυρὸν εἶναι
与格带冠词不定式短语 τῷ ἀποκρίνεσθαι 表示原因,其后跟随的带宾格的不定式结构(主语为 τὸ καταλειπόμενον...,不定式为 εἶναι,表语为 ἁλμυρόν)从属于统辖短语 χρὴ ὑπολαμβάνειν。整体形成嵌套结构:“[应当理解为]:通过蒸发将甘甜可饮用的部分分离出去,留存下来的东西……是咸的”。
- 2.4τὸ δι’ ὅλης ἡμέρας διαμεῖναν ἄν
分词 διαμεῖναν 带有小词 ἄν,构成潜势或虚拟假定的表达,意为“[若在小杯中]本可持存一整天的事物”。它与后文的条件从句 εἰ ἐκταθείη(祈愿语气)相呼应,用以说明容器形状及表面积大小所导致的蒸发速度差异。
- 2.4ἕως περιελθόντα τὴν καθ’ ἡμᾶς οἰκουμένην ἀπὸ τῶν κάτωθεν ὡς πρὸς ἡμᾶς ἐμβάλλειν εἰς αὐτὸν ἢ κἂν κάτωθεν ἤρξατο ῥεῖν, ἄνωθεν πάλιν ἐμβάλλειν εἰς αὐτὸν ἀπὸ τῶν πρὸς ἡμᾶς
由 λέγεται 统辖的间接引语延伸到了连词 ἕως 所引导的从句中,使用了不定式 ἐμβάλλειν 代替直陈式动词。分词 περιελθόντα 为中性复数宾格(与前面的 τὰ δέ 一致),通过 ἢ 并列展示了水流环绕居住地后注入塔尔塔罗斯的两种对立路径(自下方或自上方)。
