- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:3.1-4.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释了亚里士多德的开篇题记(436a1),阐明了本篇与《论灵魂》探讨的承接关系、“就灵魂自身”的含义、补充提及包括植物在内的“具有生命之物”的理由,以及“行为”一词的广义用法。
" Ἐπεὶ δὲ περὶ ψυχῆς καθ’ αὑτὴν διώρισται πρότερον καὶ περὶ τῶν δυνάμεων ἑκάστης κατὰ μόριον αὐτῆς." Ἀρχόμενος τοῦ βιβλίου, ὅτι ἀκόλουθος ἡ ἐν αὐτῷ πραγματεία τῇ περὶ ψυχῆς δείκνυσιν, ὡς εἶπον· ἀκόλουθος μὲν γὰρ τῷ περὶ ψυχῆς λόγῳ ὁ περὶ τῶν ζῴων τε καὶ ψυχὴν ἐχόντων λόγος καὶ τῶν ἐνεργειῶν τῶν τούτων, τῶν τε ἰδίων καθ’ ἕκαστον εἶδος τῶν ζῴων καὶ τῶν κοινῶν. αἱ δὲ ἐνέργειαι αὐτοῖς οὐκ ἄνευ σώματος· διὰ γὰρ αἰσθήσεως αἱ πλεῖσται σχεδόν, ἡ δὲ αἴσθησις κοινὴ ψυχῆς τε καὶ σώματος. καθ’ αὑτὴν δὲ εἶπε περὶ ψυχῆς διωρίσθαι ἀντὶ τοῦ ἰδίᾳ τε κοινῶς καὶ καθόλου περὶ ὅλης ψυχῆς καὶ ἰδίᾳ περὶ τῶν μορίων τε καὶ δυνάμεων αὐτῆς ἑκάστης. ἐν γὰρ τοῖς Περὶ ψυχῆς πρῶτον μὲν καθόλου περὶ ψυχῆς ἐποιήσατο τὸν λόγον καὶ ὡρίσατο αὐτήν, ὡς ἦν οἷόν τε τὰ ἔχοντα ἐν αὑτοῖς τὸ μέν τι πρῶτον καὶ ἀτελέστερον τὸ δὲ δεύτερον καὶ τελειότερον ὁρίσασθαι·1 ἔπειτα περὶ ἑκάστης τῶν δυνάμεων διεξῆλθε, περὶ τῆς θρεπτικῆς, περὶ τῆς αἰσθητικῆς, περὶ τῆς φανταστικῆς, περὶ τῶν ἄλλων ἑκάστης. ἢ περὶ ψυχῆς καθ’ ἑαυτήν, ὅτι μὴ καὶ περὶ τοῦ σώματος,2 σὺν ᾧ τῇ ψυχῇ καὶ τὸ εἶναι· διὰ τοῦτο γὰρ νῦν περὶ τῶν αἰσθητηρίων ἐρεῖ. εἰπὼν δὲ περὶ τῶν ζῴων ἑπόμενον εἶναι τὴν ἐπίσκεψιν ποιήσασθαι, προσέθηκε τὸ καὶ περὶ τῶν ζωὴν ἐχόντων, ὅτι μὴ πάντα τὰ ψυχὴν ἔχοντα ζῷα, εἴ γε ὥρισται τὸ ζῷον, ὡς ἐν τοῖς Περὶ ψυχῆς εἴρηται, αἰσθήσει. ἡ δὲ θρεπτικὴ ψυχὴ πρὸ τῆς αἰσθητικῆς οὖσα ἐν οἷς ἐστι μόνη, ταῦτα ἔμψυχα μέν ἐστι καὶ ζωὴν ἔχει, οὐ μὴν καὶ ζῷά ἐστιν· ὁποῖά ἐστι τὰ φυτά. λέγοι δ’ ἄν ζωὴν ἔχειν καὶ τὰ μόρια τῶν ζῴων. τίς δὲ ἡ περί τε τῶν ζῴων καὶ ἡ περὶ τῶν ζωὴν ἐχόντων πραγματεία, ἔδειξε διὰ τοῦ εἰπεῖν τίνες εἰσὶν ἴδιαι καὶ τίνες κοιναὶ πράξεις αὐτῶν. εἴη δ’ ἂν τὸ τίνες εἰσὶ ἴδιαι καὶ τίνες κοιναὶ ἴσον τῷ ‘περὶ τῶν ἰδίων καὶ τῶν κοινῶν’·3 οὐ γὰρ διαίρεσιν αὐτῶν προτίθεται ποιήσασθαι, ἀλλ’ εἰπεῖν περὶ αὐτῶν. τῷ δὲ τῆς πράξεως ὀνόματι καὶ νῦν, ὥσπερ οὖν καὶ ἐν ἄλλοις εἴωθε, κοινότερον ἀντὶ τοῦ τῆς ἐνεργείας κέχρηται· κυρίως γὰρ πρᾶξις λογικὴ ἡ ἐνέργειά ἐστιν, ἧς οὐδὲν τῶν ἀλόγων οἷόν τε κοινωνεῖν.
“既然此前已经就灵魂自身,以及依其各个部分而就其每种能力作出了界定。” 在本书的开端,[亚里士多德]如我所说的那样表明,其中的探讨乃是紧随关于灵魂的探讨而来的;因为紧随关于灵魂的论述之后的,乃是关于动物及具有灵魂之物的论述,以及关于它们的活动的论述——无论是各个动物种所固有的活动还是共有的活动。而它们的活动并非脱离身体而存在;因为绝大多数活动几乎都是通过感觉进行的,而感觉又是灵魂与身体所共有的。他之所以说“就灵魂自身作出了界定”,是用以代替说:既专门就整个灵魂作出了共同且普遍的界定,又专门就其各个部分和每种能力作出了界定。因为在《论灵魂》中,他首先普遍地就灵魂进行了论述并对它作了定义,正如有可能去定义那些自身内部包含着在先且较不完满者与在后且较完满者的事物一样;随后他依次详述了每种能力——摄养能力、感觉能力、想象能力以及其余的每一种能力。或者说,“就灵魂自身”是因为此前并未同时论述身体,而灵魂就连存在也是与身体同在的;正因如此,他现在将要论述感觉器官。在说明紧接着应当对动物进行考察之后,他又补充了“以及关于具有生命之物”,因为并非所有具有灵魂者都是动物,倘若动物确实如《论灵魂》中所说的那样由感觉来定义的话。在感觉灵魂之先的摄养灵魂,凡在它单独存在的事物中,这些事物虽是有灵魂的且具有生命,但绝不是动物;植物便是如此。人们也可以说动物的部分具有生命。关于动物和关于具有生命之物的探讨究竟是什么,他通过说明“它们的行为中哪些是固有的,哪些是共有的”予以指明。“哪些是固有的,哪些是共有的”应当等同于“关于固有的和共有的”;因为他并非打算对它们进行划分,而是要对它们进行论述。而在这里,正如他在其他地方所习惯的那样,他把“行为”这一名称在更一般的意义上用以代替“现实活动”;因为严格意义上的行为乃是理性的现实活动,任何无理性的存在者都不可能分有它。
- 1.1ὡς ἦν οἷόν τε τὰ ἔχοντα ἐν αὑτοῖς τὸ μέν τι πρῶτον καὶ ἀτελέστερον τὸ δὲ δεύτερον καὶ τελειότερον ὁρίσασθαι
在由连词 ὡς 引导的从属从句中,不定式 ὁρίσασθαι 依附于非人称短语 ἦν οἷόν τε(“有可能”),并以中性复数分词短语 τὰ ἔχοντα... 作为其直接宾语。在分词短语内部,相互对照的两个名词化短语 τὸ μέν τι πρῶτον καὶ ἀτελέστερον(在先且较不完满者)与 τὸ δὲ δεύτερον καὶ τελειότερον(在后且较完满者)与介词短语 ἐν αὑτοῖς 一同修饰 ἔχοντα,并充当其宾语。
- 1.1ἢ περὶ ψυχῆς καθ’ ἑαυτήν, ὅτι μὴ καὶ περὶ τοῦ σώματος
省略主要动词的省略句结构。此处引出对前述解释的替代方案(意即“或者说,[之所以说]‘就灵魂自身’,是因为……”)。析取连词 ἢ(词条作 ἡ 系OCR误植)之后的引语 περὶ ψυχῆς καθ’ ἑαυτήν 隐含了 [εἶπεν] 或 [εἴρηται] 等谓语,其后接表示原因的 ὅτι 从句,该从句在 περὶ τοῦ σώματος 处同样省略了谓语动词(如 [ἐποιήσατο τὸν λόγον] 等),需在理解上补足。
- 1.1τὸ τίνες εἰσὶ ἴδιαι καὶ τίνες κοιναὶ ἴσον τῷ ‘περὶ τῶν ἰδίων καὶ τῶν κοινῶν’
间接疑问从句 τίνες εἰσὶ ἴδιαι καὶ τίνες κοιναί 由中性单数定冠词 τό 实词化(名词化),用作潜势祈愿语气句 εἴη δ’ ἄν 的主语。表语 ἴσον 与与格短语 τῷ ‘περὶ τῶν ἰδίων καὶ τῶν κοινῶν’(由定冠词 τῷ 名词化的介词短语)相呼应。
