- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:1.3-2.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
这是亚里士多德《论感觉与感觉对象》的开篇导论,在回顾《论灵魂》对灵魂及其诸能力的界定之后,解释了本书探讨感觉器官和感觉对象的目的及其标题的由来,并论证了从作为身心共同活动的感觉器官入手的研究合理性。
Εἰπὼν ἐν τοῖς Περὶ ψυχῆς περί τε ψυχῆς τῆς συμπάσης κοινῶς καὶ καθόλου καὶ ἰδίᾳ περὶ ἑκάστης τῶν δυνάμεων αὐτῆς, πόσαι τέ εἰσι καὶ τίνες καὶ ἐν τίσιν ἑκάστῃ αὐτῶν τὸ εἶναι, ἐν οἷς καὶ περὶ τῆς αἰσθητικῆς δυνάμεως ποιησάμενος τὸν λόγον, καὶ τίς τέ ἐστιν εἰπὼν καὶ εἰς πόσας αἰσθήσεις διαιρεῖται, καὶ ἰδίᾳ περὶ ἑκάστης τῶν αἰσθήσεων διεξελθὼν καὶ εἰπών, τίς μὲν ἡ δύναμις αὐτῶν ἑκάστης, ἀφ’ ἧς τὸ αἰσθάνεσθαι, τίς δὲ ἡ ἐνέργεια καὶ περὶ τί, ποιησάμενος δὲ καὶ περὶ τοῦ καθ’ ἑκάστην αἴσθησιν αἰσθητοῦ λόγον, ἐφ’ ὅσον ἦν χρήσιμον αὐτῷ πρὸς τὴν τῶν αἰσθήσεων ἐνέργειαν, ἐν τούτῳ τῷ βιβλίῳ περί τε τῶν αἰσθητηρίων λέγει,1 τί τὸ αἰσθητήριον ἑκάστης αἰσθήσεως καὶ ἐκ τίνος, ἐπεὶ μὴ οἷόν τε ἦν ἄνευ αἰσθητηρίου αἰσθάνεσθαι (διὰ γὰρ σώματος ἡ τῆς αἰσθητικῆς ψυχῆς ἐνέργεια, ὥσπερ οὖν καὶ αἱ τῶν ἄλλων ἢ τῶν γε πλείστων ἀεί), ἔτι δὲ περὶ τῶν αἰσθητῶν, τί τὸ ἑκάστῃ αἰσθήσει αἰσθητὸν καὶ τίνι ὄντι αὐτῷ κατὰ τὴν οἰκείαν φύσιν τὸ αἰσθητῷ εἶναι ὑπάρχει,2 ἐπεὶ μὴ ταὐτὸν τοῖς αἰσθητοῖς τό τε εἶναι καὶ τὸ αἰσθητοῖς εἶναι, ἦν δὲ εἰρημένον αὐτῷ περὶ αὐτῶν ὡς περὶ αἰσθητῶν. Δηλοῖ δὲ καὶ ἡ ἐπιγραφὴ τοῦ βιβλίου τὴν πρόθεσιν τῆς κατ’ αὐτὸ πραγματείας. λέγων δὲ περὶ αἰσθητηρίων τε καὶ αἰσθητῶν ἐν αὐτῷ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν ἐπέγραψεν αὐτό, ὡς καὶ τοῦ περὶ τῶν αἰσθητηρίων λόγου εἰς τὴν περὶ τῶν αἰσθήσεων συντελοῦντος θεωρίαν· κοινὴ γὰρ ἡ αἴσθησις ψυχῆς καὶ σώματος. ἢ αἰσθήσεων ἀντὶ τοῦ ‘αἰσθητηρίων’· αἰσθήσεις γὰρ καὶ τὰ αἰσθητήρια καλοῦσιν. Ἀρχόμενος δὲ τοῦ βιβλίου πρῶτον λέγει, ὅτι3 ἐστὶν ἀκόλουθος τῇ περὶ ψυχῆς θεωρίᾳ [ὅτι] ἡ περὶ τῶν ζῴων καὶ τῶν ἐμψύχων πάντων καὶ [ἡ] περὶ τῶν ἐνεργειῶν αὐτῶν, τῶν τε κοινῶν καὶ τῶν ἰδίων καθ’ ἕκαστον εἶδος αὐτῶν· ἀρχὴ γὰρ τῶν ψυχὴν ἐχόντων ἁπάντων ἡ ψυχή. λέγει δὲ καὶ τίνες μὲν αὐτῶν κοιναί, τίνες δὲ ἴδιαι. τοῦ δὲ περὶ τῶν τῆς ψυχῆς ἐνεργειῶν λέγοντα εὐλόγως λέγειν περὶ τῶν ἐνεργειῶν τῶν τε ζῴων καὶ τῶν ζωὴν ἐχόντων αἰτίαν ἀποδέδωκε τὴν ὅτι αἱ ἐνέργειαι αὐτῶν αἵ τε κοιναὶ καὶ αἱ καθ’ ἕκαστον ἴδιοι σχεδὸν πᾶσαι κοιναὶ τῆς τε ψυχῆς καὶ τοῦ σώματος· δι’ οὗ καὶ αὐτοῦ βεβαιοῦται τὸ ἐντελέχειαν εἶναι τὴν ψυχὴν σώματος φυσικοῦ ὀργανικοῦ. πίστιν δὲ παραθέμενος τοῦ τὰς τῶν ἐμψύχων ἐνεργείας κοινὰς εἶναι ψυχῆς τε καὶ σώματος τὸ πάσας ἢ δι’ αἰσθήσεως ἢ μετ’ αἰσθήσεως γίνεσθαι,4 ὅτι ἡ αἴσθησις καὶ ἡ κατ’ αὐτὴν ἐνέργεια κοινὴ ψυχῆς τε καὶ σώματος ὡς ἐναργὲς λαβὼν εὐλόγως τοῦ περὶ τῶν αἰσθητηρίων ἄρχεται λόγου, ἐπειδὴ φθάνει μὲν εἰρῆσθαι αὐτῷ ὁ περὶ τῆς αἰσθητικῆς ψυχῆς λόγος, κοινὴ δὲ ἥ τε αἴσθησις καὶ ἡ κατ’ αὐτὴν ἐνέργεια ψυχῆς τε καὶ σώματος, ἔδει δὲ τὸν περὶ τῶν κοινῶν λέγοντα πρῶτον περὶ αἰσθήσεως λέγειν· κοινοτάτη γὰρ αὕτη πᾶσι τοῖς ζῴοις καὶ φανερωτάτη τῶν κατὰ ψυχὴν ἐνεργειῶν.
在《论灵魂》中,[亚里士多德]既共同且普遍地论述了整个灵魂,又专门论述了它的每一种能力——它们有多少种、各是什么,以及它们各自的存在是在什么之中,其中他也论述了感觉能力,既说明了它是什么以及它被划分为多少种感觉,又分别探讨了每一种感觉,说明了它们各自的能力是什么(由之产生感觉),其现实活动是什么以及关涉什么,并且还就对应于每种感觉的感觉对象作了论述(以在诸感觉的现实活动方面对他有用为度);在这部书中,他接着论述感觉器官,说明每种感觉的感觉器官是什么以及由何构成,因为没有感觉器官就不可能进行感觉(因为感觉灵魂的活动是通过身体进行的,正如同其他能力的活动,或者说至少大部分能力的活动始终是这样);此外还论述感觉对象,说明对每种感觉而言感觉对象是什么,以及根据其自身的本性它作为何物而具有作为感觉对象这一存在,因为对感觉对象而言,它们的存在与它们作为感觉对象之存在并不相同,而此前他对它们的论述仅仅是作为感觉对象来论述的。 这本书的标题也阐明了其中研究所关涉的意旨。他在其中既论述感觉器官又论述感觉对象,却将其题为《论感觉与感觉对象》,这是因为关于感觉器官的讨论也有助于关于感觉的考察;因为感觉乃是灵魂与身体所共有的。或者说,他是用“感觉”指代“感觉器官”;因为人们也将感觉器官称为感觉。 在本书的开端,他首先指出,紧随关于灵魂的考察之后的,乃是关于动物及所有有灵魂之物的考察,以及关于它们的活动的考察——无论这些活动是共有的还是依其各个种而言固有的;因为对于所有具有灵魂者而言,灵魂乃是其本原。他也指出它们当中哪些是共有的,哪些是固有的。对于何以论述灵魂活动的人合乎情理地要论述动物和具有生命之物的活动,他给出的理由是:它们那些共有的活动以及各个固有的活动,几乎全都是灵魂与身体所共有的;通过这一点本身也确证了灵魂乃是有机自然身体的实现。他提出有灵魂之物的活动乃灵魂与身体所共有的一项明证,即所有这些活动要么是通过感觉要么是伴随着感觉而发生的,在把感觉及其相应的活动乃灵魂与身体所共有这一点作为显明事实接受之后,他合乎情理地从关于感觉器官的讨论开始,因为关于感觉灵魂的论述此前已被他完成,而感觉及其相应的活动又是灵魂与身体所共有的,并且探讨共有事物的人理应首先探讨感觉;因为感觉对于所有动物而言是最为普遍的,也是依据灵魂的各项活动中最显而易见的。
- 1.0Εἰπὼν ἐν τοῖς Περὶ ψυχῆς ... ἐν τούτῳ τῷ βιβλίῳ περί τε τῶν αἰσθητηρίων λέγει
由开头的分词 Εἰπὼν 引出的一系列分词分句(Εἰπὼν ..., ποιησάμενος ..., καὶ εἰπὼν ..., καὶ ... διεξελθὼν καὶ εἰπών ..., ποιησάμενος δὲ ...)形成长距离的分隔结构(hyperbaton),最终接入主动词 λέγει(语境中省略的主语为亚里士多德)。这一结构先以分词句系统总结前作《论灵魂》已述之内容,随后在主句中引出本书所要讨论的论题。
- 1.0τίνι ὄντι αὐτῷ κατὰ τὴν οἰκείαν φύσιν τὸ αἰσθητῷ εἶναι ὑπάρχει
在引出间接疑问的结构中,τίνι ὄντι αὐτῷ 是由动词 ὑπάρχει 所要求的与格(“对依据其自身本性而言作为何物者,作为感觉对象这一存在属于它”)。主语是带冠词不定式短语 τὸ αἰσθητῷ εἶναι,其中表语名词 αἰσθητῷ 依随逻辑主语而采用与格。
- 1.0τοῦ δὲ περὶ τῶν τῆς ψυχῆς ἐνεργειῶν λέγοντα εὐλόγως λέγειν ... αἰτίαν ἀποδέδωκε τὴν ὅτι
此处 τοῦ ... λέγειν 是带冠词不定式,构成接在 αἰτίαν ἀποδέδωκε 之后的关联属格(“就……合乎情理地论述给出了理由”)。不定式 λέγειν 的逻辑主语由宾格分词 λέγοντα 承担。紧随其后的 τὴν ὅτι ... 中,阴性定冠词 τὴν 回指 αἰτίαν,并引出同位语性的 ὅτι 从句(“即……这一理由”)。
- 1.0πίστιν δὲ παραθέμενος τοῦ τὰς τῶν ἐμψύχων ἐνεργείας κοινὰς εἶναι ψυχῆς τε καὶ σώματος τὸ πάσας ἢ δι’ αἰσθήσεως ἢ μετ’ αἰσθήσεως γίνεσθαι
分词 παραθέμενος 的直接宾语是带冠词的不定式短语 τὸ ... γίνεσθαι(“……这一事实”),而 πίστιν 则作表语性宾格(“作为明证提出”)。属格短语 τοῦ τὰς τῶν ἐμψύχων ἐνεργείας κοινὰς εἶναι ... 依附于 πίστιν,说明所确证的内容(“关于有灵魂之物的活动乃共有的这一点的明证”)。
