- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:3.12-4.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大论证了辩证术为何是通过公认意见而非真实前提进行推论,并阐明了辩证术与修辞术如何作为不局限于单一划定之属、能够论证相反两面的“能力”而彼此对应。
οὔτε γὰρ πᾶν τὸ προτιθέμενον ἀληθές (προτίθεται γοῦν καὶ τὰ ἀντικείμενα, οἷον ὅτι ἡ ἡδονὴ ἀγαθόν, καὶ πάλιν ὅτι οὐκ ἀγαθόν, καὶ ὅτι ἡ ψυχὴ ἀθάνατος, καὶ πάλιν ὅτι οὐκ ἀθάνατος· ἀδύνατον δὲ τὰ ἀντικείμενα ἀλλήλοις ἄμφω ἀληθῆ εἶναι), οὔτε τὸ μὴ ἀληθὲς δι’ ἀληθῶν οἷόν τε συλλογίζεσθαι· πᾶν γὰρ τὸ δι’ ἀληθῶν δεικνύμενον ἀληθές. καθ’ ὅσον δ’ αὖ διὰ τῶν ἐκ τῶν ἐρωτήσεων συγχωρουμένων, δι’ ἐνδόξων· τὰ γὰρ ἔνδοξα καὶ πιθανὰ διδόασί τε καὶ συγχωροῦσιν οἱ ἀποκρινόμενοι. οὐ πάντα δὲ τὰ ἔνδοξα καὶ κυρίως ἀληθῆ· ἔργον γοῦν τῶν ἐρωτώντων ἐστὶ καὶ εἰς παραδόξους ἀποκρίσεις ἀγαγεῖν τοὺς ἀποκρινομένους, ὥσπερ καὶ τὸ εἰς ἀντίφασιν. ὥστε οὐκ ἐν τῷ δι’ ἀληθῶν συλλογίζεσθαι ἡ διαλεκτικὴ τὸ εἶναι ἂν ἔχοι ἀλλ’ ἐν τῷ δι’ ἐνδόξων.1 διὸ οἱ ἐπ’ ἄλλο τι σημαινόμενον μεταφέροντες αὐτὴν οὐκ οἰκείως καταχρῶνται τῷ τῆς διαλεκτικῆς ὀνόματι. Τοιαύτην δὲ οὖσαν αὐτὴν εἰκότως καὶ ἀντίστροφόν φησιν Ἀριστοτέλης εἶναι τῇ ῥητορικῇ, ἐπειδὴ κἀκείνη περὶ τὰ πιθανά, ἃ τῷ ἔνδοξα εἶναι καὶ αὐτά ἐστι τοιαῦτα· τὸ γὰρ ἀντίστροφον ἀντὶ τοῦ ἰσόστροφόν τε καὶ περὶ τὰ αὐτὰ στρεφομένην καὶ καταγινομένην λέγει.2 οὐ γὰρ ὡς τῶν ἐπιστημῶν ἑκάστη περί τι γένος ἀφωρισμένον οὖσα τὰ οἰκεῖα ἐκείνῳ τῷ γένει καὶ καθ’ αὑτὰ ὑπάρχοντα δείκνυσί τε καὶ λαμβάνει διὰ τῶν οἰκείων ἀρχῶν ἐκείνῳ τῷ γένει, οὕτως καὶ αὗται. οὔτε γὰρ ἕν τι γένος τὸ ὑποκείμενον αὐτῶν ἑκατέρᾳ, οὔτε περὶ οὗ ἂν τὸν λόγον ποιῶνται, διὰ τῶν οἰκείων ἐκείνῳ καὶ ἐν τῇ οὐσίᾳ ὄντων αὐτοῦ δεικνύουσιν ἃ δεικνύουσιν, ἀλλ’ ἥ τε πραγματεία αὐταῖς περὶ κοινά (διαλεκτικοῦ γὰρ ὁμοίως μὲν περὶ μουσικῶν, ὁμοίως δὲ περὶ ἰατρικῶν, ἔτι δὲ γεωμετρικῶν, φυσικῶν τε καὶ ἠθικῶν καὶ λογικῶν καὶ περὶ πάντων τῶν προτεθέντων ἐπιχειρεῖν), αἵ τε δείξεις διὰ κοινῶν τε καὶ ἐνδόξων καὶ οὐκ οἰκείων τοῖς προκειμένοις· οὐ γὰρ διὰ ἰατρικῶν ἀρχῶν ὁ διαλεκτικὸς τῶν κατὰ τὴν ἰατρικὴν τι δείκνυσιν (ἰατροῦ γὰρ τοῦτο), οὐδὲ διὰ γεωμετρικῶν τὰ γεωμετρικά (ἦν γὰρ ἂν γεωμέτρης), ἀλλ’ ἔστιν ἴδιον αὐτῷ τὸ περὶ πάντων τῶν προτεθέντων δι’ ἐνδόξων συλλογίζεσθαι. τίνα δέ ἐστι τὰ ἔνδοξα, ὀλίγον ὕστερον ἔσται γνώριμον. καὶ ὁ ῥήτωρ δέ, εἰ καὶ μὴ περὶ πάντων ὁμοίως τῷ διαλεκτικῷ, ἀλλ’ οὖν οὐδὲ αὐτὸς περὶ ἕν τι γένος ἀφωρισμένον· καὶ γὰρ περὶ ἰατρικῶν ὁ ῥήτωρ λέγει καὶ περὶ φιλοσόφων καὶ περὶ μουσικῶν, μάλιστα δὲ περὶ πολιτικῶν· δοκεῖ γὰρ τοῦ ῥήτορος οἰκεία ὕλη εἶναι ἡ ἐν τοῖς πολιτικοῖς τε καὶ πρακτοῖς. καὶ περὶ ἁπάντων, περὶ ὧν ἂν λέγῃ, καὶ αὐτὸς ἐκ πιθανῶν τινων καὶ ἐνδόξων τὰς ἐπιχειρήσεις ποιήσεται ὁμοίως τῷ διαλεκτικῷ· καὶ γὰρ καὶ αὐτὸς εἰς τὰ ἀντικείμενα ἐπιχειρεῖ, τὸ αὐτὸ ποτὲ μὲν καλὸν ποτὲ δὲ οὐ καλόν, καὶ ποτὲ μὲν συμφέρον ποτὲ δὲ μή, καὶ ποτὲ μὲν δίκαιον ποτὲ δὲ μὴ δεικνύς. ὥστε κοινὸν αὐταῖς καὶ τοῦτο, τὸ ὁμοίως πρὸς ἀμφότερα τὰ ἀντικείμενα ταῖς δυνάμεσι χρῆσθαι. οἱ μὲν γὰρ κατὰ τὰς ἐπιστήμας, εἰ καὶ γνῶσιν ἔχουσι τῶν ἀντικειμένων, ἀλλὰ σκοπός γε αὐτοῖς ὁ κατὰ τὴν ἐπιστήμην θάτερον μέρος τῶν ἀντικειμένων ἀφωρισμένως, τὸ βέλτιον· ἰατροῦ μὲν γὰρ τὸ ὑγιάζειν, ἀλείπτου δὲ τὸ εὐεξίαν περιποιεῖν, ἄλλῳ δὲ ἄλλο τι ἀφωρισμένως, τὸ βέλτιον τῶν ἀντικειμένων τῶν περὶ ἃ πραγματεύεται. καὶ γὰρ ἡ γνῶσις αὐτοῖς ἡ τῶν τούτοις ἀντικειμένων οὐ προηγουμένη ἀλλ’ ἑπομένη τῇ τούτων γνώσει· ἕπεται γὰρ τῇ τῶν ὑγείας ποιητικῶν ἐπιστήμῃ καὶ ἡ τῶν νοσοποιεῖν δυναμένων γνῶσις. ὁ δὲ διαλεκτικός τε καὶ ὁ ῥήτωρ ὁμοίως τὴν τῶν ἀντικειμένων δεῖξιν σκοπὸν ἔχουσι. διὸ καὶ δυνάμεις αὐτὰς καλοῦσι· τὸ γὰρ κυρίως δυνάμενόν τι τὰ ἀντικείμενα δύναται.3 λέγουσι μὲν γάρ τινες αὐτὰς δυνάμεις καλεῖσθαι διὰ τὸ ἐν δυνάμει τινὶ καὶ ὑπεροχῇ ποιεῖν τοὺς χρωμένους αὐταῖς· οἱ γὰρ πολλοὶ τοὺς τοιούτους τεθαυμάκασιν ὡς πλέον τῶν ἄλλων δυναμένους· ἀλλὰ καὶ διὰ τὸ δύνασθαι καὶ εὖ καὶ κακῶς αὐταῖς χρῆσθαι τοὺς ἔχοντας· διὰ τοῦτο γὰρ καὶ τῶν ἀγαθῶν τὰ ὀργανικὰ δυνάμεις καλεῖσθαι.
因为既非每一个被提出的论题都是真实的(无论如何,相反的事物也会被提出,例如快乐是善,以及反过来快乐不是善;灵魂是不朽的,以及反过来灵魂不是不朽的;然而相互对立的事物不可能两者都是真实的),也不可能通过真实的前提推论出不真实的事物;因为凡通过真实前提证明的事物都是真实的。另一方面,只要它是通过提问中所认可的事物进行的,它就是通过公认意见进行的;因为应答者所给予并认可的是公认且具说服力的事物。但并非所有公认意见都在严格意义上是真实的;无论如何,引导应答者作出悖论式的回答也是提问者的工作,正如引导他们陷入矛盾一样。因此,辩证术的存在本质并不在于通过真实前提推论,而在于通过公认意见推论。因此,那些将其转移到某种其他含义的人,是不恰当地滥用了辩证术这一名称。 既然辩证术是这样一种东西,亚里士多德合乎情理地说它是修辞术的“对应物”,因为修辞术也关涉具说服力的事物,而这些事物由于是公认意见,其自身也是此类事物。因为他使用“对应物”来代替“同等地运转”以及“围绕相同事物运转并致力于其中”。因为这两者也并不像诸科学中的每一门那样——每门科学由于关涉某个被划定的属,就通过该属所特有的始基,来证明并选取那些切合该属且依自身属于该属的事物。因为对于它们两者中的任一者来说,既不存在一个作为其底层主题的属,它们也不就所论证的论题,通过切合该论题且存在于其本质中的始基来证明它们所证明的事物;相反,它们的探究是关涉普遍事物的(因为辩证家的工作同样在于就音乐之事、医术之事、进而几何学之事、自然学、伦理学与逻辑学之事,以及就所有提出的论题进行论驳),而且它们的证明是通过普遍且公认的前提,而非切合手头论题的前提进行的。因为辩证家并不通过医术始基来证明属于医术的事情(因为这是医生的工作),也不通过几何学始基证明几何学的事情(因为那样他就成几何学家了),相反,通过公认意见就所有提出的论题进行推论才是他特有的事情。究竟什么是公认意见,稍后就会明了。修辞学家也是如此,即使并非像辩证家那样关涉所有事物,但无论如何他自己也不关涉单一的被划定的属。因为修辞学家也谈论医术之事、哲学之事以及音乐之事,但最主要是谈论政治之事;因为修辞学家特有的质料似乎在于政治与实践的事务之中。并且对于他所谈论的所有事物,他自己也将同样类似于辩证家,从某些具说服力且公认的前提来进行论驳;因为他自己也确实致力于相互对立的两面,证明同一事物有时是高尚的,有时是不高尚的,有时是有益的,有时是不益的,有时是正义的,有时是不正义的。因此,这也是它们所共有的:同样地将自身的能力用于相反的两面。因为按照诸科学行事的人,即使他们拥有对相反事物的知识,但他们按照科学所追求的目标,却是相反事物中确定被划分出的其中一部分,即较优良的一部分;因为使人康复属于医生,使人身体强健属于体能教练,另一个人则有确定的另一件事,即他在所从事的相反事物中追求较优良的一方。因为他们对与这些相反的事物的知识并非初始的,而是伴随着对这些事物的知识而来的;因为伴随着关于产生健康之物的科学,关于能致病之物的知识也随之而来。然而辩证家与修辞学家都同样将对相反两面的证明作为目标。因此他们也将它们称为能力;因为在严格意义上能够成就某事的事物,乃是能够成就相反两面的。实际上,有人说它们被称为能力,是因为它们使运用它们的人处于某种力量和优越地位之中;因为大众赞赏这样的人,认为他们比其他人更有能力;但也因为拥有它们的人能够既妥善又恶劣地运用它们;正是由于这个缘故,在善物之中,工具性的善物也被称为能力。
- 1.0ὥστε οὐκ ἐν τῷ δι’ ἀληθῶν συλλογίζεσθαι ἡ διαλεκτικὴ τὸ εἶναι ἂν ἔχοι ἀλλ’ ἐν τῷ δι’ ἐνδόξων
带有 ἄν 的希求法 ἔχοι ἂν 表示推论性的委婉断言。带冠词的不定词 τὸ εἶναι 用作 ἔχοι 的直接宾语,意为“本质”或“存在”;前置词短语 ἐν τῷ ... συλλογίζεσθαι 与 ἀλλ’ ἐν τῷ δι’ ἐνδόξων 构成了表语性的补充说明(在……之中具有其本质)。
- 1.0τὸ γὰρ ἀντίστροφον ἀντὶ τοῦ ἰσόστροφόν τε καὶ περὶ τὰ αὐτὰ στρεφομένην καὶ καταγινομένην λέγει
τὸ ἀντίστροφον 是 λέγει 的宾语,引述亚里士多德的用词。在由前置词 ἀντί 及属格冠词 τοῦ 引出的短语中,中性形容词 ἰσόστροφον 与阴性单数宾格分词短语 περὶ τὰ αὐτὰ στρεφομένην καὶ καταγινομένην 相并列;后者的阴性格是顺应了语境中的指称对象 ἡ διαλεκτική(或 τέχνη / μέθοδος)而发生的构词呼应。
- 1.0τὸ γὰρ κυρίως δυνάμενόν τι τὰ ἀντικείμενα δύναται
主语是带冠词的中性分词短语 τὸ ... δυνάμενόν τι(“严格意义上能够成就某事的事物”),主谓动词 δύναται 支配宾格复数 τὰ ἀντικείμενα(“相反的两面”)作为直接宾语。此处体现了动词 δύναμαι 及物性地支配能力所及之对象的句法结构。
