- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:1.3-3.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作为《论题篇》卷八注疏的开篇,阿芙洛狄西亚的亚历山大梳理了斯多亚派、柏拉图和逍遥学派对“辩证术”定义的分歧,并从逍遥学派的立场出发,通过对推论的三重分类(前提种类、格、质料),将辩证术定义为基于公认意见的推论方法。
Τὴν μὲν πρόθεσιν τὴν κατὰ τὴν τοπικὴν πραγματείαν, καὶ πρὸς πόσα τε καὶ τίνα χρήσιμός ἐστι τῷ φιλοσοφοῦντι ἥδε ἡ μέθοδος, καὶ τί τὸ τέλος αὐτῆς, αὐτὸς λέγει,1 τὸ μὲν ἀρχόμενος εὐθύς, τὸ δὲ ὀλίγον προελθών, δι’ ὧν γνώριμον ποιεῖται ὅτι καὶ τοῖς προηγουμένως φιλοσοφοῦσιν ἀξία σπουδῆς ἡ διαλεκτική, πρὸς τὴν εὕρεσιν τῆς ἀληθείας αὐτοῖς συντελοῦσα, ὃ τέλος ἐστὶ τῆς φιλοσόφου θεωρίας. ἡμᾶς δὲ καλῶς ἔχει προειδέναι ὅτι τὸ τῆς διαλεκτικῆς ὄνομα οὐκ ἐπὶ τὸ αὐτὸ σημαινόμενον πάντες οἱ φιλόσοφοι φέρουσιν, ἀλλ’ οἱ μὲν ἀπὸ τῆς Στοᾶς ὁριζόμενοι τὴν διαλεκτικὴν ἐπιστήμην τοῦ εὖ λέγειν, τὸ δὲ εὖ λέγειν ἐν τῷ τὰ ἀληθῆ καὶ τὰ προσήκοντα λέγειν εἶναι τιθέμενοι, τοῦτο δὲ ἴδιον ἡγούμενοι τοῦ φιλοσόφου κατὰ τῆς τελειοτάτης φιλοσοφίας φέρουσιν αὐτό·2 καὶ διὰ τοῦτο μόνος ὁ σοφὸς κατ’ αὐτοὺς διαλεκτικός. Πλάτων δὲ τὴν διαιρετικὴν μέθοδον ἐξυμνῶν καὶ τριγχὸν αὐτὴν φιλοσοφίας λέγων, ταύτης δὲ θέμενος ἔργον εἶναι τὸ δύνασθαι τό τε ἓν πολλὰ ποιεῖν καὶ τὰ πολλὰ εἰς ἓν ἀνάγειν, ὅπερ εἴη ἂν ἴσον τῷ τὰ γένη δύνασθαι διαιρεῖν εἴς τε τὰ εἴδη καὶ τὰ ὑπὸ ταῦτα καὶ πάλιν τὰ ἄτομα συντιθέναι τε καὶ εἰς ἓν γένος ἀνάγειν τε καὶ συγκεφαλαιοῦσθαι, τὴν αὐτὴν ταύτην καὶ διαλεκτικὴν καλεῖ. Ἀριστοτέλης δὲ καὶ οἱ ἀπ’ αὐτοῦ οὐ ταὐτὰ περὶ τῆς διαλεκτικῆς φέρουσιν, ἀλλὰ τίθενται μὲν αὐτὴν μέθοδόν τινα εἶναι συλλογιστικήν, ἡγούμενοι δὲ τὸν συλλογισμόν, καθ’ ὃ συλλογισμός ἐστι, μηδὲν ἄλλον ἄλλου διαφέρειν, εἶναι δὲ αὐτῶν τὴν διαφορὰν τὴν μὲν κατὰ τὰ εἴδη τῶν προτάσεων, τὴν δὲ κατὰ τοὺς τρόπους καὶ τὰ σχήματα, τὴν δὲ κατὰ τὴν ὕλην περὶ ἥν εἰσιν, ὧν ἡ μὲν πρώτη διαφορὰ ποιεῖ τῶν συλλογισμῶν τοὺς μὲν δεικτικούς, οὓς κατηγορικοὺς καλοῦμεν, τοὺς δὲ ὑποθετικούς, ἡ δὲ δευτέρα καθ’ ἣν τοὺς μὲν τελείους τοὺς δὲ ἀτελεῖς,3 καὶ τοὺς μὲν ἐν πρώτῳ τοὺς δὲ ἐν δευτέρῳ τοὺς δὲ ἐν τρίτῳ σχήματι, ὡς ἐν τοῖς Προτέροις ἀναλυτικοῖς δείκνυται· οἱ γὰρ δὴ συλλογισμοί, ὅ τε λέγων ‘πᾶς ἄνθρωπος γελαστικόν, οὐδὲν γελαστικὸν ἵππος’ καὶ ὁ λέγων ‘πᾶς ἄνθρωπος γελαστικόν, οὐδεὶς ἵππος γελαστικόν’ ἔτι τε ὁ λέγων ‘πᾶν γελαστικὸν ἄνθρωπος, οὐδὲν γελαστικὸν ἵππος’, τὴν αὐτὴν ὕλην ἔχοντες οὐκ εἰσὶν ἀλλήλοις οἱ αὐτοὶ παρὰ τὴν διάφορον τῶν προτάσεων λῆψίν τε καὶ θέσιν· ἔστι γὰρ αὐτῶν ὁ μὲν ἐν τῷ πρώτῳ, ὁ δὲ ἐν τῷ δευτέρῳ, ὁ δὲ ἐν τῷ τρίτῳ σχήματι. ἡ δὲ τρίτη ἡ κατὰ τὴν ὕλην τοὺς μὲν ποιεῖ ἀποδεικτικοὺς τοὺς δὲ διαλεκτικοὺς τοὺς δὲ ἐριστικούς. ὡς γὰρ αἱ τέχναι μηδὲν ἀλλήλων, καθ’ ὃ τέχναι εἰσί, διαφέρουσαι παρὰ τὴν τῆς ὕλης περὶ ἥν εἰσι διαφορὰν καὶ τὸν τῆς χρήσεως τρόπον τὴν διαφορὰν λαμβάνουσιν, ὡς εἶναι τὴν μὲν αὐτῶν τεκτονικὴν τὴν δὲ οἰκοδομικὴν τὴν δὲ ἄλλην τινά, οὕτω καὶ οἱ συλλογισμοί. ὁ μὲν γὰρ ἐξ ἀληθῶν τε καὶ οἰκείων τῷ προκειμένῳ καὶ πρώτων τε καὶ γνωριμωτέρων δεικνὺς καὶ συνάγων τὸ προκείμενον συλλογισμὸς ἀποδεικτικὸς ὑπὸ τῶν παλαιῶν καλεῖται, καὶ ἀπόδειξιν λέγουσι τὴν μέθοδον τὴν διὰ τοιούτων συλλογιστικήν, τὸν δὲ δι’ ἐνδόξων συλλογιζόμενον διαλεκτικὸν καὶ διαλεκτικὴν ἀκολούθως τὴν διὰ τοιούτων συλλογιστικήν, τὸν δὲ ἐκ φαινομένων ἐνδόξων σοφιστικὸν καὶ σοφιστικὴν τὴν τούτοις χρωμένην. κατὰ γὰρ τὸ εἶδος οὐδὲν ἀλλήλων διαφέροντες οἱ συλλογισμοί, ὅ τε λέγων ‘ἡ ἡδονὴ ἀτελές, οὐδὲν ἀγαθὸν ἀτελές’ καὶ ὁ λέγων ‘τὸ ἀγαθὸν ἀγαθοὺς ποιεῖ, ἡ ἡδονὴ δὲ οὐ ποιεῖ ἀγαθούς’ (ἀμφότεροι γὰρ ἐν δευτέρῳ σχήματι), κατὰ τὴν ὕλην ἔχουσι τὴν διαφοράν. ὁ μὲν γὰρ πρῶτος ἀποδεικτικὸς εἶναι βούλεται· ἐκ γὰρ τοῦ ἀποδεδομένου τῆς ἡδονῆς ὁρισμοῦ τὴν ἀρχὴν ἔχει· λέγουσιν γὰρ τὴν ἡδονὴν εἶναι γένεσιν εἰς φύσιν αἰσθητήν, ἡ δὲ γένεσις ἀτελής. ὁ δὲ δεύτερος δι’ ἐνδόξων πρόεισι· τὸ γὰρ ἀγαθὸν ἀγαθοὺς ποιεῖν οὐκ ὂν ἀληθὲς ἔνδοξόν ἐστι. φέροντες δὲ τὸ τῆς διαλεκτικῆς ὄνομα ἐπὶ τῆς οὕτω καὶ διὰ τοιούτων συλλογιζομένης μεθόδου, ἀκολούθως ὁρίζονται αὐτὴν μέθοδον δι’ ἐνδόξων περὶ παντὸς τοῦ προκειμένου συλλογιστικήν. καὶ εἰκότως ἡ τοιαύτη μέθοδος διαλεκτικὴ καλεῖται. εἰ γὰρ ἡ διαλεκτικὴ ἀπὸ τοῦ διαλέγεσθαι, τὸ δὲ διαλέγεσθαι ἐν ἐρωτήσει τε καὶ ἀποκρίσει, ὁ δὲ ἐρωτῶν ἐρωτᾷ περὶ παντὸς τοῦ προβεβλημένου ὑπὸ τοῦ ἀποκρινομένου, δι’ ὧν ἂν ἐκ τῆς ἐρωτήσεως λάβῃ πάντως συλλογιούμενος,4 καθ’ ὅσον μὲν περὶ παντὸς τοῦ προτεθέντος πειρᾶται συλλογίζεσθαι, οὐκ ἐξ ἀληθῶν ἔσται συλλογιζόμενος.
关于在《论题篇》探讨中的意图,以及该方法对于从事哲学思考者在多少以及何种事情上有用,还有它的目的是什么,〔亚里士多德〕自己说到了这些,一部分是在刚开篇时,一部分是在稍微推进之后;通过这些,他表明辩证术对于主要从事哲学思考的人们来说也是值得认真从事的,因为它有助于他们发现真理,而这正是哲学观照的目的。但我们最好预先知晓,并非所有哲学家都将辩证术这一名称用于相同的意义。来自斯多亚学派的人将辩证术定义为“妥善言说的知识”,将妥善言说设定为言说真实且得当的事物,并认为这是哲学家所特有的,从而将这一名称用于最完满的哲学;因此,在他们看来只有智者才是辩证家。而柏拉图颂扬划分的方法,称其为哲学的顶石,并设定其功用在于能够化一为多并将多归还于一——这等同于能够将属划分为种以及种之下的事物,并且再次组合不可分之物,将其归还于一个属并加以统括——,他也称这同一方法为辩证术。然而亚里士多德及其追随者关于辩证术却并非持有同样的见解,而是设定它是一种推论性的方法,他们认为推论就其作为推论而言,彼此之间毫无差异,但它们之间的差异一部分是按照前提的种类,一部分是按照样式和格,一部分是按照它们所涉及的质料。其中第一种差异使得推论有的成为直言的——我们称之为断言的——,有的成为假言的;第二种差异使得推论有的完满,有的不完满,有的处于第一格,有的处于第二格,有的处于第三格,正如在《前分析篇》中所表明的。因为实际上,断言“每个人皆能笑,没有能笑者是马”的推论,与断言“每个人皆能笑,无马能笑”的推论,以及进而断言“凡能笑者皆是人,没有能笑者是马”的推论,拥有相同的质料,却由于前提的不同选取和位置而彼此并不相同;因为它们之中一个在第一格,一个在第二格,一个在第三格。而第三种按照质料的差异,使得推论有的成为证明的,有的成为辩证的,有的成为争辩的。正如诸技艺就其作为技艺而言彼此毫无差异,却因其所涉及的质料的差异以及使用方式而获得差异,从而使得其中一种是木工,另一种是建筑,另一种是其他某种技艺,推论也是如此。因为从真实、切合论题、初始且更可知的前提来进行证明并推导出论题的推论,被古人称为证明的推论,他们将通过此类前提进行推论的方法称为证明;而通过公认意见进行推论的〔推论〕则被称为辩证的,相应地通过此类前提进行推论的方法被称为辩证术;从表面的公认意见出发的推论被称为智者的,而使用这些的方法则被称为智者术。因为在形式上彼此毫无差异的推论,即断言“快乐是不完满的,无善是不完满的”的推论,与断言“善使人成为善人,而快乐并不使人成为善人”的推论(因为两者都在第二格中),其差异在于质料。因为前者力图成为证明的;它从所给出的快乐之定义出发获得其始基;因为他们说快乐是通向本性的可感觉的生成,而生成是不完满的。后者则是通过公认意见来进行的;因为善使人成为善人,虽非真实,却是公认的。他们将辩证术这一名称用于以这种方式并通过此类前提进行推论的方法,相应地将其定义为“通过公认意见就每一个提出的论题进行推论的方法”。这样一种方法被称为辩证术是合乎情理的。因为如果辩证术源于对话,而对话在于提问与回答,提问者就应答者所提出的每一个论题进行提问,无论如何都要通过他从提问中所能获得的材料进行推论,那么只要他试图就每一个提出的论题进行推论,他就不会是从真实的前提进行推论的。
- 1.0Τὴν μὲν πρόθεσιν τὴν κατὰ τὴν τοπικὴν πραγματείαν, καὶ πρὸς πόσα τε καὶ τίνα χρήσιμός ἐστι τῷ φιλοσοφοῦντι ἥδε ἡ μέθοδος, καὶ τί τὸ τέλος αὐτῆς, αὐτὸς λέγει
句首宾格短语(Τὴν μὲν πρόθεσιν...)以及与其并列的两个间接疑问句作主要动词 λέγει 的宾语。宾语被倒置(hyperbaton)于主语 αὐτός(指亚里士多德)之前,起到了主题先置(prolepsis)的作用。
- 1.0κατὰ τῆς τελειοτάτης φιλοσοφίας φέρουσιν αὐτό
介词短语 κατὰ τῆς τελειοτάτης φιλοσοφίας 与动词 φέρουσιν 结合,意为“运用于/归属于……”(与前文的 ἐπὶ τὸ αὐτὸ σημαινόμενον ... φέρουσιν 结构同义)。前面的 τοῦτο δὲ ἴδιον ἡγούμενοι τοῦ φιλοσόφου 为分词从属句,αὐτό 指代 τὸ τῆς διαλεκτικῆς ὄνομα。
- 1.0ἡ δὲ δευτέρα καθ’ ἣν τοὺς μὲν τελείους τοὺς δὲ ἀτελεῖς
承接前句(ὧν ἡ μὲν πρώτη διαφορὰ ποιεῖ τῶν συλλογισμῶν τοὺς μὲν...)的省略结构。可补足为 ἡ δὲ δευτέρα [διαφορά ἐστι] καθ' ἣν [ποιεῖ] τοὺς μὲν τελείους...,关系从句 καθ' ἣν 中承前省略了动词 ποιεῖ。
- 1.0δι’ ὧν ἂν ἐκ τῆς ἐρωτήσεως λάβῃ πάντως συλλογιούμενος
分词 συλλογιούμενος 为将来分词,表示意图或必然性(“无论如何都要推论”),与不定关系从句 δι' ὧν ἂν ... λάβῃ(“通过他从提问中所获得的任何材料”)以及副词 πάντως(“无论如何”)连用,说明提问者的特征与姿态。
