← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§144.28-146.13

将问题转化为全称前提并通过异议反驳

亚历山大就亚里士多德《论题篇》第八卷(110a10)进行注解,阐释了将问题转换为全称前提向自身提出、并通过寻找反例异议来构建反驳论证的告诫性论题,并列举了德性与快乐等具体实例进行说明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.9

" Ἔτι τὸ πρόβλημα πρότασιν ἑαυτῷ ποιούμενον ἐνίστασθαι." Ἔστι μὲν καὶ ὁ τόπος οὗτος παραγγελματικός. τὸ δὲ δι’ αὐτοῦ λεγόμενόν ἐστιν, ὅτι δεῖ τὸ πρόβλημα εἰς καθολικὴν πρότασιν μεταλαβόντα, αὑτῷ προτείνοντα ταύτην ἔνστασιν πειρᾶσθαι φέρειν πρὸς αὐτήν, ὡς ἂν εἰ καὶ ἄλλου προτείνοντος αὐτὴν καὶ λαβεῖν [ἀξιοῦντος ἐνέστημεν.1 ἣν γὰρ ἔνστασιν εὑρίσκομεν πρὸς τὴν πρότασιν, αὕτη ἐπιχειρήματος ἡμῖν ἀρχὴ καὶ ἀφορμὴ γένοιτ’ ἂν2 πρὸς τὴν τοῦ προκειμένου προβλήματος ἀνασκευήν· τοῦτο δ’, ἐπεὶ συνηθεστέρα ἡ πρὸς τὰς προτάσεις ἔνστασις τῆς εἰς τὰ προβλήματα ἐπιχειρήσεως. ἐπεὶ δὲ ἡ πρὸς τὰς καθόλου προτάσεις ἔνστασις ἀπό τινος τῶν ὑπὸ τὸ καθόλου γίνεται, ὃ τῷ ἐπιβλέπειν τὰ ὑπὸ τὸ καθόλου εὑρίσκεται, σχεδόν φησι τὸν αὐτὸν τόπον εἶναι τοῦτον τῷ πρὸ ὀλίγου εἰρημένῳ τῷ ἐκ τῆς τοῦ καθόλου διαιρέσεως, ἐν ᾧ ἔλεγεν ἐπιβλέπειν δεῖν οἷς ὑπάρχειν ἢ πᾶσιν ἢ μηδενὶ εἴρηται. ὡς γὰρ ἐπ’ ἐκείνου ἀπὸ τῆς τοῦ καθόλου εἰς τὰ ὑπ’ αὐτὸ διαιρέσεως εὑρόντες, ᾧ μὴ ὑπῆρχε τῶν ὑπὸ τὸ καθόλου, ἀνεσκευάζομεν τὸ πρόβλημα, οὕτως καὶ ἐπὶ τοῦ προκειμένου ἡ ἔνστασις πρὸς τὴν καθόλου πρότασιν γίνεται· ἐφοδεύσαντες γὰρ τῇ διανοίᾳ τὰ ὑπὸ τὸ καθόλου, οὕτως ᾧ μὴ ὑπάρχει τῶν ὑπὸ τὸ καθόλου εὑρόντες ἐνιστάμεθα. οὐ μὴν πάντῃ ὁ αὐτὸς τόπος οὗτος ἐκείνῳ, ἀλλ’ ἔστιν αὐτῶν διαφορὰ κατὰ τὸν τρόπον, ὡς εἶπεν· ἐκεῖ μὲν γὰρ εὐθέως διαίρεσιν ἐποιούμεθα τοῦ καθόλου εἰς τὰ προσεχῆ εἴδη· ἐνταῦθα δὲ πρότασιν ποιήσαντες ὡς πρὸς πρότασιν τὴν ἔνστασιν ποιησόμενοι, ἐπεὶ συνηθεστέρα ἡ πρὸς τὰς προτάσεις ἔνστασις τῆς πρὸς τὰ προβλήματα ἐπιχειρήσεως, τὴν ἔνστασιν ἀρχὴν τῆς πρὸς τὸ πρόβλημα ἐπιχειρήσεως ποιούμεθα. οἷον εἰ τὸ τιθέμενον ὑπό τινος εἴη τὸ τὴν ἀρετὴν ἐπιστήμην εἶναι, μεταληψόμεθα εἰς πρότασιν τὸ κείμενον τὴν ‘ἆρά γε πᾶσα ἀρετὴ ἐπιστήμη;’, καὶ ἑαυτοῖς προτείναντες τοῦτο ζητήσομεν ἔνστασιν πρὸς αὐτὸ ἐπὶ τὰ εἴδη τῶν ἀρετῶν ἐπιβλέποντες· καὶ εὑρόντες ὅτι αἱ τοῦ παθητικοῦ μορίου τῆς ψυχῆς οὐ τοιαῦται (οὐ γὰρ ἐκ διδασκαλίας περιγίνονται ἀλλὰ δι’ ἐθῶν, οὐδὲ ἐν τῷ εἰδέναι αὐτάς, αἵτινές εἰσιν, ἐστὶ τὸ καὶ ἐν αὐταῖς εἶναι καὶ ἔχειν αὐτάς), ταύτην τὴν ἔνστασιν εἰς ἐπιχείρημα μεταλαβόντες χρησόμεθα αὐτῷ πρὸς ἀνασκευὴν τοῦ προβλήματος λέγοντες ‘αἱ ἠθικαὶ ἀρεταὶ οὐκ ἐν γνώσει τῶν πρακτέων τὸ εἶναι ἔχουσιν, οὐδὲ διὰ διδασκαλίας ἐγγίνονται· πᾶσα δὲ ἐπιστήμη ἐν γνώσει τῶν ὑπ’ αὐτὴν τὸ εἶναι ἔχει καὶ διὰ διδασκαλίας· οὐδεμία ἄρα ἠθικὴ ἀρετὴ ἐπιστήμη· εἰ δὲ τοῦτο, οὐ πᾶσα ἀρετὴ ἐπιστήμη’. πάλιν εἰ εἴη κείμενον ὑπό τινος ὅτι πᾶσα ἡδονὴ ἀγαθόν, μεταληψόμεθα τὸ πρόβλημα εἰς πρότασιν καὶ ἑαυτοὺς ἐρωτήσομεν ‘ἆρα πᾶσα ἡδονὴ ἀγαθόν;’· καὶ εὑρόντες ἔνστασιν διὰ τῆς τῶν ἡδονῶν διαιρέσεως τὴν ὅτι αἱ τῶν ἀκολάστων ἡδοναὶ οὐκ ἀγαθαί, ἣν πρὸς τὴν πρότασιν ἐφ’ ἑαυτῶν ζητοῦντες ἔνστασιν εὕρομεν, ταύτην ἀφορμὴν ἐπιχειρήσεως ἕξομεν εἰς ἀνασκευὴν τοῦ κειμένου ἐρωτῶντες ‘ἆρά γε αἱ τῶν κιναίδων ἡδοναὶ ἡδοναὶ οὖσαι καὶ ἀγαθαί εἰσιν;’. ἢ οὐδεὶς ἂν τούτῳ συγχωρήσαι ὁμοῦ ψευδεῖ τε ὄντι καὶ ἀδόξῳ. λαβόντες γὰρ τοῦτο δεδειχότες ἂν εἴημεν ὅτι μή ἐστιν ἡδονὴ πᾶσα καὶ ἁπλῶς ἀγαθόν. ὁμοίως ποιήσομεν, κἂν ᾖ τὸ πρόβλημα τὸ μόνον τὸ καλὸν ἀγαθὸν εἶναι· ὡς γὰρ πρὸς πρότασιν αὐτὸ εὑρόντες ἔνστασιν3 ὅτι ἡ ὑγεία ἀγαθὸν οὖσα οὐκ ἔστι καλόν, χρώμενοι τῇ ἐνστάσει ταύτῃ ἀνασκευάσομεν τὸ πρόβλημα. ἔστι δὲ ὁ τόπος, ὡς καὶ αὐτὸς εἴρηκεν, ἀνασκευαστικὸς μόνον.

“此外,把问题作为给自己的前提来提出异议。” 这一个论题也是告诫性的。通过它所表达的意思是:应当把问题转换成一个全称前提,并将其向自己提出,尝试对它提出异议,就如同当另一个人提出它并要求接受时我们提出异议一样。因为我们针对这一前提所找到的异议,将成为我们用来反驳所提出的问题之论证的出发点和契机;而这是因为,针对前提提出异议比针对问题展开论证更为寻常熟知。再者,由于对全称前提的异议来自该全称之下的某一事物,而这是通过审视该全称之下者而被发现的,因此他说,这一论题与不久前所提到的源于全称之划分的论题几乎相同——在那个论题中,他曾说应当审视〔谓词〕被说成归属于其全部或全不归属于它的事物。因为正如在那种情形下,我们从全称向其下属者的划分中,发现了全称之下那些不具有[该属性]者从而反驳了问题一样,在当前的情形下对全称前提的异议也是如此产生的;因为我们在思想中审视了全称之下者,从而发现了全称之下不具有[该属性]者,进而提出异议。然而,这个论题并非在所有方面都与那个论题相同,正如他所说的,它们在方式上存在差异;因为在那里,我们直接对全称向其紧邻的种进行划分;而在这里,我们设立了一个前提,以便如同针对前提一样提出异议——由于针对前提的异议比针对问题的论证更为熟知——我们将异议作为针对问题展开论证的出发点。例如,如果某人设立的主张是德性是知识,我们将把所设立的主张转换成“果真每种德性都是知识吗?”这样一个前提,在向我们自己提出这个问题后,我们将通过注视德性的各个种来寻求对它的异议;当我们发现灵魂的情感部分的德性并非如此时(因为它们不是源于教导,而是通过习惯养成的,并且身处其中以及拥有它们并不在于知道它们是什么),我们将这一异议转化为论证,并用它来反驳该问题,说道:“伦理德性并不在于对可行之事的认知中拥有其存在,也不是通过教导产生的;但一切知识都在于对其管辖之事的认知中拥有其存在,且通过教导产生;因此,没有任何伦理德性是知识;如果这是真的,那么并非一切德性都是知识。”再如,如果某人主张一切快乐都是善,我们将把该问题转换成前提并自问:“一切快乐都是善吗?”;并且通过对快乐的划分找到异议,即放荡者的快乐不是善——这是我们在自己探究该前提时所找到的异议——我们将以此作为展开论证的契机来反驳所设立的主张,问道:“难道娈童的快乐作为快乐也是善吗?”。或者说,没有人会赞同这一点,因为它既是假的也是声名狼藉的。因为一旦确立了这一点,我们就证明了快乐并非全称且绝对地是善。即使问题是“唯有高尚者才是善”,我们也将同样处理;因为如同针对前提一样,我们针对它找到了“健康虽是善却非高尚者”这一异议,使用这一异议我们将反驳该问题。正如他自己也说过的,这一论题仅适用于反驳。

语法注3 条
  1. 2.9ὡς ἂν εἰ καὶ ἄλλου προτείνοντος αὐτὴν καὶ λαβεῖν [ἀξιοῦντος] ἐνέστημεν

    连词 ὡς ἂν εἰ 后接直陈式过去时(ἐνέστημεν),表达与事实相反或假设性的情境(“就如同……我们曾提出异议一样”)。独立属格结构 ἄλλου προτείνοντος ... 补充了该从句内部的假设条件。

  2. 2.9ἣν γὰρ ἔνστασιν εὑρίσκομεν πρὸς τὴν πρότασιν, αὕτη ἐπιχειρήματος ἡμῖν ἀρχὴ καὶ ἀφορμὴ γένοιτ’ ἂν

    先行词(ἔνστασιν)以宾格形式被包孕吸收进关系代词从句中(先行词内嵌)。主句中的指示代词 αὕτη 承接该名词充当主语(句式结构上相当于 αὕτη γὰρ ἡ ἔνστασις ἣν εὑρίσκομεν ...)。

  3. 2.9ὡς γὰρ πρὸς πρότασιν αὐτὸ εὑρόντες ἔνστασιν

    代词 αὐτό 为宾格,指代前文的 τὸ πρόβλημα。插入的状语短语 ὡς πρὸς πρότασιν(“如同针对前提一样”)造成了语序倒装,其结构整体表达“针对它[即该问题]如同针对前提一样找到异议”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:144.28-146.13