- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:143.2-144.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
承接亚里士多德引文的结语,亚历山大阐释了将定义中含混的词项进一步展开为新定义的论题,并以快乐、智者的恋爱、神、灵魂、法律和德性为例,论证了该方法不仅适用于反驳,同样适用于确立全称肯定命题。
οἷον ἐάν τις τὸ σημαντικὸν καὶ τὸ ποιητικὸν ὑγείας τὸ συμμέτρως ἔχον πρὸς ὑγείαν φῇ εἶναι, οὐκ ἀποστατέον ἀλλ’ ἐπισκεπτέον τί τὸ συμμέτρως καθ’ ἑκάτερον εἴρηκεν, οἷον εἰ τὸ μὲν τὸ τοσοῦτον εἶναι ὥστε ποιεῖν ὑγείαν, τὸ δὲ τὸ τοιοῦτον οἷον σημαίνειν ποία τις ἡ ἕξις”. ἂν δή, κειμένου τοῦ τὸ ποιητικὸν ὑγείας σημαντικὸν ὑγείας εἶναι, ἀνασκευάζειν τις τοῦτο βουλόμενος ἑκάτερον αὐτῶν ὁριζόμενος εὕρῃ συμμέτρως ἔχον πρὸς ὑγείαν ἑκάτερον αὐτῶν, δόξει μὲν ὅσον ἐπὶ τοῖς λόγοις ταὐτὰ εἶναι τὰ προκείμενα· οὐ μὴν οὕτως ἔχον τοῦτο εὑρεθήσεται, ἂν τοῦ καθ’ ἑκάτερον αὐτῶν συμμέτρου τὸν λόγον πάλιν ἀποδῷ· εὑρήσει γὰρ τὸ μὲν ὡς ποιητικὸν ὑγείας σύμμετρον λεγόμενον ἐν τῷ τοσοῦτον εἶναι1 τὸ σύμμετρον ἔχον, τὸ δὲ σημαντικὸν ἐν τῷ τοιοῦτον. Λέγει δὲ νῦν τὸ λαμβάνειν δεῖ2 καὶ ἀντὶ τῶν ἐν τοῖς λόγοις ὀνομάτων λόγους καὶ μὴ προαφίστασθαι, ἕως ἄν ἐπί τι γνώριμον ἔλθῃ, οὐκ ἐπὶ τῶν ὁμωνυμίας μόνον ἐχόντων λόγων ἀλλὰ καθόλου, ὅταν μηδέπω σαφὴς καὶ γνώριμος ἡ διαφορὰ τῶν προκειμένων ᾖ διά τινα ὀνόματα ἀσαφῆ ἐν τοῖς ὁρισμοῖς παρειλημμένα. παρεγγυᾷ γὰρ μὴ προαφίστασθαι ἀλλὰ καὶ αὐτὰ τὰ ὀνόματα καὶ τὰ μόρια τοῦ λόγου ὁρίζεσθαι ὥσπερ καὶ τὸ ὅλον· οὕτως γὰρ ἔσται γνώριμον τὸ ζητούμενον. οἷον εἰ λέγοντός τινος τὴν ἡδονὴν ἀγαθὸν ὁ βουλόμενος ἀνασκευάσαι τοῦτο ὁρίσαιτο τὴν ἡδονὴν κίνησιν λείαν, οὐδὲν γνώριμον ἐκ τούτου εἴτε ἀγαθὸν εἴτε μή· ἀλλὰ ἂν τὴν κίνησιν τὴν ἐν τῷ τῆς ἡδονῆς ὁρισμῷ παρειλημμένην αὐτὴν πάλιν ὁρίσηται καὶ ἀποδῷ αὐτῆς λόγον ἀτελῆ ἐνέργειαν, δύναιτ’ ἂν δεικνύναι ὅτι μὴ ἀγαθὸν ἡ ἡδονή, τῷ μηδὲν μὲν ἀγαθὸν ἀτελὲς εἶναι, τὴν δὲ ἡδονὴν ἀτελῆ εἶναι οὖσαν κίνησιν τῷ πᾶσαν κίνησιν ἀτελῆ ἐνέργειαν εἶναι. ἔστι δὲ ἐν τούτῳ πάλιν τῷ προβλήματι ὁ ὑποκείμενος ὅρος ὡρισμένος. δῆλον δὲ ὅτι χρὴ πλειόνων ὁρισμῶν περὶ ἑκάστου εὐπορεῖν ἐνδόξων, εἰ μέλλοιμεν χρῆσθαι τῷ προκειμένῳ τόπῳ· οὕτως γὰρ δυνησόμεθα χρησίμως πρὸς τὸ προκείμενον ἡμῖν τὴν ἀπόδοσιν τῶν ὅρων ποιεῖσθαι. οἷον κειμένου τοῦ τὸν σοφὸν ἐρασθήσεσθαι, ἀνασκευάσαι μὲν θέλοντες αὐτὸ ὁρισόμεθα τὸ ἐρασθῆναι, καὶ ληψόμεθα τὸ ἔρωτά τινος λαβεῖν· καὶ ἐπεὶ μηδέπω γνώριμον τὸ προκείμενον, ἐπὶ τὸν ἔρωτα ὁρίζεσθαι προελευσόμεθα. ἂν δὴ ὁριζόμενοι αὐτὸν λάβωμεν ἄλογον ἐπιθυμίαν ἡδονῆς τῆς ἀπὸ τοῦ σωματικοῦ κάλλους ἢ σύντονον ὄρεξιν ἀφροδισίων, ἀνεσκευακότες ἂν εἴημεν τὸ πρόβλημα· δῆλον γὰρ δὴ ὅτι ἀλλότρια ταῦτα τοῦ σοφοῦ. ὁμοίως κἂν ὁρισώμεθα αὐτὸν σφοδρὰν ἐπιθυμίαν, ἐπεὶ τὸ σφοδρὸν ἀσαφές, πάλιν αὐτὸ τοῦτο εἰς λόγον μεταληψόμεθα· καὶ εἰ ἔστι σφοδρὸν τὸ ἐναντιούμενον τῷ ὀρθῷ λόγῳ, ἀνεσκευακότες ἂν εἴημεν καὶ οὕτως τὸ κείμενον. ἂν μέντοι ἀποδῶμεν [τὸν] λόγον τοῦ ἔρωτος ἢ ἐπιβολὴν φιλοποιίας διὰ κάλλος ἐμφαινόμενον ἢ θείαν ἐπίπνοιαν καὶ ἐπιθυμίαν φιλίας δι’ ἔμφασιν τοῦ ποτὲ ὁραθέντος κάλλους, ὡς ἐν τῷ Φαίδρῳ Πλάτων βούλεται, κατεσκευακότες ἂν εἴημεν τὸ πρόβλημα. καὶ δῆλον ὅτι ὁ τόπος καὶ πρὸς κατασκευὴν ἂν εἴη τοῦ καθόλου καταφατικοῦ ποτε χρήσιμος, οὐ πρὸς ἀνασκευὴν μόνον. τούτῳ τῷ τόπῳ χρώμενοι δείξομεν ὅτι ὁ θεὸς οὔτε ὀργίζεται οὔτε λυπεῖται, εἴ γε ὀργίζεσθαι μέν ἐστι τὸ ὀρέγεσθαι τιμωρίας παρὰ τοῦ δοκοῦντος ἠδικηκέναι, λυπεῖσθαι δὲ τὸ συστέλλεσθαι ἐπὶ παρόντι κακῷ, ὥσπερ καὶ τὸ φοβεῖσθαι τὸ ἐπὶ προσδοκωμένῳ, ὁ δὲ θεὸς οὔτε ἀδικεῖσθαι δοκεῖ οὔτε παρεῖναί τι αὐτῷ κακὸν [ὑπολαμβάνει] ἢ προσδοκᾶσθαι. ἀλλὰ κἂν ζητουμένου εἰ ἡ ψυχὴ ἀθάνατος ὁρισαίμεθα τὴν ψυχὴν πνεῦμα νοητικὸν ἢ αἰσθητικόν, εἴημεν ἂν δεδειχότες ὅτι μὴ ἀθάνατος· πᾶν γὰρ πνεῦμα φθαρτόν. ἀλλὰ καὶ ὅτι οὐ κεχώρισται τοῦ σώματος, δεικνύοιτ’ ἄν, εἰ ὁρισθείη “ἐντελέχεια σώματος φυσικοῦ ὀργανικοῦ”· οὐδεμία γὰρ ἐντελέχεια σώματος χωριστὴ αὐτοῦ. πάλιν δέ, ἂν οὐσίαν αὐτῆς αὐτοκίνητον ὅρον εἶναι λάβωμεν κατὰ Πλάτωνα, εἴημεν ἂν ἀθάνατον αὐτὴν δεδειχότες διὰ τὸ τὸ αὐτοκίνητον ἀεικίνητον εἶναι δοκεῖν τὸ δὲ ἀεικίνητον ἀίδιον εἶναι. ἀλλὰ καὶ τὸν νόμον σπουδαῖον δεικνύοιμεν ἄν, εἰ ὁρισαίμεθα αὐτὸν ὀρθὸν λόγον ἐπὶ σωτηρίᾳ τῶν χρωμένων. ὁμοίως καὶ ἡ ἀρετὴ ὅτι διδακτὸν δεικνύοιτ’ ἄν, εἰ ὅρος εἴη τῆς ἀρετῆς ἐπιστήμη περὶ βίον· πᾶσα γὰρ ἐπιστήμη διδακτόν. οὐκέτι δὲ ἀρετὴ πᾶσα διδακτὸν ἐξ ἀνάγκης, εἰ εἴη ὁ λόγος αὐτῆς ἕξις ἀρίστη ἢ ἕξις, ἀφ’ ἧς αὐτό τε τὸ οὗ ἐστιν ἄριστόν ἐστι3 καὶ τὰς ἐνεργείας τὰς οἰκείας ἄριστα ἀποδίδωσιν.
例如,如果有人说指示健康者与产生健康者都是与健康相称者,不应退缩,而应当考察他在每种情况下所说的相称是指什么;例如,一者是指数量达到足以产生健康的程度,另一者是指具有能够指示处于何种状态的性质”。因此,在设定产生健康者是指示健康者的情况下,若想反驳此点的人在对它们各自作出定义之后,发现它们各自都是与健康相称的,仅就定义说明而言,所提出的项似乎是相同的;然而,如果他再次给出它们各自中“相称”的定义说明,就会发现情况并非如此;因为他将发现,作为产生健康者而被说成相称的东西,是在于它是“如此数量的”之中具有相称,而作为指示健康者则是在于它是“如此性质的”之中。但他现在所说的“也应当用定义说明代替说明中的名称,且不应预先退缩,直到达到某种可知的事物”,不仅适用于含有同名异义的说明,而且普遍适用于因定义中采用了某些不明确的名称而导致所讨论事物之间的差异尚不清晰明确的情况。因为他叮嘱不要预先退缩,而是像对整体作出定义一样,也要对名称本身以及说明的各个部分作出定义;因为这样一来,所探求的事物就会变得可知。例如,如果有人说快乐是善,想反驳此点的人把快乐定义为“平滑的运动”,由此并不能得知它究竟是不是善;但如果他再次对快乐定义中所包含的“运动”本身作出定义,并将其说明表述为“不完全的活动”,他便能够证明快乐不是善,这是由于没有任何善是不完全的,而快乐作为一种运动是不完全的,因为一切运动都是不完全的活动。在这个命题中,主词项同样已被定义。显而易见,如果我们打算使用当前的论题,就必须就每一事物拥有丰富的符合普遍意见的定义;因为只有这样,我们才能针对摆在我们面前的目的,以有用的方式给出定义。例如,在设定智者会恋爱的情况下,若想反驳它,我们将对“恋爱”作出定义,并将其理解为“对某人产生爱意”;而且由于所讨论的事物尚不可知,我们将进而去定义“爱意”。因此,如果我们通过定义而将它理解为“对源自肉体美的快乐的非理性欲望”或“对性事的强烈渴求”,我们就已经反驳了这一命题;因为显然这些都与智者格格不入。同样地,即使我们将其定义为“激烈的欲望”,由于“激烈”并不明确,我们将再次把这个词本身转化为定义说明;而如果“激烈”就是与正确理性对立的,那么即使这样我们也已经反驳了所设定的主张。然而,如果我们像柏拉图在《淮德罗篇》中所意图的那样,将爱的说明表述为“因显现之美而致力于结交友谊”或者“由于曾见之美的显现而产生的神圣灵感以及对友谊的欲望”,我们就已经确立了这一命题。显然,这一论题有时对于全称肯定命题的确立也是有用的,而不仅仅适用于反驳。使用这一论题,我们将证明神既不动怒也不感到痛苦,只要动怒是对被认为行了不公者寻求惩罚的欲求,而感到痛苦是对眼前的恶退缩内缩,正如恐惧是对预期的恶一样,而神既不被认为遭受不公,也[不认为]有任何恶降临于自身或被预期。再如,在探究灵魂是否不死时,如果我们把灵魂定义为“理智的气息或感觉的气息”,我们就证明了它不是不死的;因为一切气息都是会毁灭的。此外,如果它被定义为“具有器官的自然物体的隐德来希”,也可以证明它没有脱离身体;因为物体的任何隐德来希都不能脱离身体自身。另一方面,如果我们按照柏拉图的观点,把自我运动的实体作为它的定义,我们就证明了它是不死的,因为自我运动者被认为是恒动的,而恒动者是永恒的。此外,如果我们把法律定义为“为了使用它的人们的保全而设的正确理性”,我们也能证明法律是优良的。同样地,如果德性的定义是“关于生活的知识”,那么德性是可教的这一点也可以得到证明;因为一切知识都是可教的。但如果它的说明是“最优秀的品质”或“使得拥有它的事物本身成为最优秀、并使其最优秀地发挥固有活动的品质”,那么就不再必然是每种德性都是可教的了。
- 2.8τῷ μηδὲν μὲν ἀγαθὸν ἀτελὲς εἶναι, τὴν δὲ ἡδονὴν ἀτελῆ εἶναι οὖσαν κίνησιν τῷ πᾶσαν κίνησιν ἀτελῆ ἐνέργειαν εἶναι
依附于 δύναιτ’ ἂν δεικνύναι 的冠词不定式构成的表原因与格结构。句式呈现嵌套状态:在主因(没有任何善是不完全的,而快乐是不完全的)之内,又嵌着一个第二层的原因与格从句(τῷ πᾶσαν κίνησιν ἀτελῆ ἐνέργειαν εἶναι),用以说明为何快乐作为运动是不完全的活动。
- 2.8Λέγει δὲ νῦν τὸ λαμβάνειν δεῖ
冠词 τό 将包含无人称动词 δεῖ 的整个规范性命题(δεῖ καὶ ἀντὶ τῶν ἐν τοῖς λόγοις ὀνομάτων λόγους λαμβάνειν...)名词化,作为动词 λέγει 的直接宾语,从而在句法上将亚里士多德的方法性规则作为实质性引语加以统辖。
- 2.8ἀφ’ ἧς αὐτό τε τὸ οὗ ἐστιν ἄριστόν ἐστι
在关系从句内部的主语短语 αὐτό... τὸ οὗ ἐστιν 中,属格关系代词 οὗ 是省略了先行词的浓缩表达(=τοῦτο οὗ ἐστιν ἕξις,“该品质所从属的那个事物本身”),指代该品质的所有者或主体本身。
