← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§702.36-704.6

欧多克索斯同心球理论之字句补充解析

注解者针对亚里士多德在1073b17处关于欧多克索斯学说的文句,补充解释了其《论天》注解中未详尽阐明的内容,包括行星最外层天球何以被称为恒星天球、黄道带倾斜的含义,以及太阳与月亮倾斜宽度的几何图解比较。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.28#1

" Εὔδοξος μὲν οὖν ἡλίου καὶ σελήνης τὴν φορὰν ἐν τρισὶν ἐτίθετο εἶναι." Ὅσας μὲν οὖν τὰς σφαίρας καὶ οἵως κινεῖσθαι καὶ διὰ τίνα αἰτίαν Εὔδοξος καὶ Κάλλιππος καὶ ὕστερον Ἀριστοτέλης ἔλεγον, ἐν τῷ δευτέρῳ τῆς Περὶ οὐρανοῦ κατὰ τὴν τῆς λέξεως ἐξήγησιν τὴν “καὶ ἔτι διὰ τοῦτο δὲ ἓν ἔχουσι σῶμα καὶ αἱ ἄλλαι φοραί, ἕως τοῦ “παντὸς δὲ πεπερασμένου σώματος πρὸς πεπερασμένον ἡ δύναμίς ἐστι,” μετὰ πολλῆς εἴρηται τῆς ἐπιμελείας, σχεδὸν καὶ τὸ ἐνεστὼς χωρίον τὸ Εὔδοξος μὲν οὖν ἡλίου καὶ σελήνης τὴν φορὰν ἐν τρισὶν ἐτίθετο εἶναι ἕως τοῦ τὸ μὲν οὖν πλῆθος τῶν σφαιρῶν ἔστω τοσοῦτον ἐκεῖσε ἐξηγησάμενοι.1 διὸ ἐκεῖθεν τὴν τούτου σαφήνειαν ὁ βουλόμενος ποριζέσθω. ἐπεὶ δέ τινες τῶν λέξεων ἐκεῖσε οὐκ ἐσαφηνίσθησαν, νῦν ἄξιόν ἐστιν αὐτὰς ἐπισκέψασθαι. ὧν διὰ τῆς πρώτης τῆς ὧν τὴν μὲν πρώτην τὴν τῶν ἀπλανῶν ἄστρων εἶναι2 οὐ τοῦτό φησιν, ὡς ἄν τῳ δόξειεν, ὅτι ἡ ἀπλανὴς πρώτη ἐστί, καίτοι καὶ οὔσης πρώτης, ἀλλ’ ὅ φησι τοῦτό ἐστιν, ὅτι τριῶν οὐσῶν σφαιρῶν κατὰ Εὔδοξον τῶν φερουσῶν τὸν ἥλιον, ἡ μὲν πρώτη καὶ περιέχουσα τὰς λοιπὰς δύο καὶ τὴν αὐτὴν τῇ ἀπλανεῖ κινουμένη κίνησιν (ἀπὸ ἀνατολῆς γὰρ ἐπὶ δύσιν ἔλεγον αὐτὴν κινεῖσθαι, καὶ δι’ ἣν αἰτίαν εἴπομεν ἐν τῇ Περὶ οὐρανοῦ), αὕτη οὖν ἡ πρώτη ὡς ἀπλανὴς ἐνομίζετο τῷ Εὐδόξῳ πρὸς τὰς λοιπὰς δύο τὰς ὑπ’ αὐτῆς περιεχομένας. καὶ οὐ μόνον τὴν τοῦ ἡλίου πρώτην σφαῖραν ἀπλανῆ ἔλεγεν, ἀλλὰ καὶ τὴν τοῦ Κρόνου καὶ τὴν τοῦ Διὸς καὶ τὰς ἑκάστου τῶν ἄλλων ἀστέρων πρώτας καὶ μείζονας ἀπλανεῖς ἔλεγεν, ὡς εἶναι μίαν μὲν ἀπλανῆ τὴν πρώτην, ἐν ᾗ τὸ χῦμα τῶν τὰ ζῴδια ἀναπληρούντων ἀστέρων εἰσίν, ἑτέραν δὲ τὴν τοῦ Κρόνου, καὶ ἄλλην τὴν τοῦ Διός, καὶ ἐφεξῆς ἃς ἀνάστρους Θεόφραστος ἔλεγεν. τὸ δὲ τὴν δὲ τρίτην κατὰ τὸν λελοξωμένον ἐν τῷ πλάτει τῶν ζῳδίων λελοξωμένον κύκλον ἐν τῷ πλάτει τῶν ζῳδίων ἔλεγεν, ὡς ἐν τῇ Περὶ οὐρανοῦ εἴρηται, ὃν δοκεῖ ὁ ἥλιος τῷ ἑαυτοῦ κέντρῳ γράφειν φερόμενος ὑπὸ τῆς ἐν ᾗ δέδεται σφαίρας, ὃς καὶ δοκεῖ ἐκπίπτειν τὰ τροπικὰ σημεῖα3 διὰ τὸ μὴ ἀεί, ὅταν τὰς τροπὰς ὁ ἥλιος ποιῆται, ὁρᾶσθαι ἀπὸ τῶν αὐτῶν τόπων ἀνατέλλων. τὸ δὲ ἐν μείζονι δὲ πλάτει λελοξῶσθαι καθ’ ὃν ἡ σελήνη φέρεται ἢ καθ’ ὃν ὁ ἥλιος ἴσον ἐστὶ τῷ τὸ δὲ πλάτος τῆς λοξώσεως τοῦ κύκλου, ὃν ἡ σελήνη τῷ ἑαυτῆς κέντρῳ γράφειν δοκεῖ, μεῖζόν ἐστι τοῦ πλάτους τῆς λοξώσεως τοῦ κύκλου, ὃν ὁ ἥλιος τῷ οἰκείῳ κέντρῳ γράφειν δοκεῖ· κατείληπτο γὰρ καὶ τοῦτο ἐκ τοῦ μὴ ἐκ τῶν αὐτῶν τόπων τὰς ἀνατολὰς ἐν ταῖς τροπαῖς τὸν ἥλιον καὶ τὴν σελήνην ποιεῖσθαι. ἔστω γὰρ ὁ ὁρίζων κύκλος ὁ αηβμγδ, ἰσημερινὸς δὲ ὁ δεβ, ὁ λελοξωμένος δὲ ἐν τῷ πλάτει τῶν ζῳδίων, ὃν ὁ ἥλιος τῷ ἑαυτοῦ κέντρῳ δοκεῖ γράφειν, ἔστω ὁ αεγ, ὃν δὲ πάλιν ἡ σελήνη τῷ ἑαυτῆς κέντρῳ γράφειν δοκεῖ ἔστω ὁ ηεμ· καὶ ἀνατελλέτω ὁ ἥλιος καθ’ ἣν ὥραν ποιεῖται τὴν θερινὴν τροπὴν ἀπὸ τοῦ α σημείου, καθ’ ἣν δὲ τὴν ἰσημερίαν, ἀπὸ τῆς δ σημείου. δῆλον δ’ ὅτι τὸ μεῖζον πλάτος τῆς λοξώσεως ἡ δα περιφέρειά ἐστιν. ἡ δὲ σελήνη ὅταν τὴν πρὸς τὸ βόρειον τροπὴν ποιῆται, ἀνατελλέτω ἀπὸ τοῦ η σημείου· φανερὸν δὴ ὅτι τὸ μεῖζον πλάτος τῆς λοξώσεως αὐτῆς ἡ δη περιφέρειά ἐστι, καὶ ἔστι μεῖζον τῆς δα περιφερείας, ἥτις ἦν τὸ μεῖζον πλάτος τῆς ἡλίου λοξώσεως. τούτου οὖν ἐστι δηλωτικὸν τὸ ἐν μείζονι πλάτει λελοξῶσθαι καθ’ ὃν ἡ σελήνη φέρεται ἢ καθ’ ὃν ὁ ἥλιος.

“于是,欧多克索斯设定太阳和月亮的运行在三个[天球]之中。” 关于天球究竟有多少,如何运动,以及出于何种原因,欧多克索斯、卡利普斯以及后来的亚里士多德曾论及这些,在《论天》第二卷中解释从“此外,正因如此其他的运行也各自具有一个物体”直到“而一切有限物体的能力都是相对于有限者的”这一文句时,已经极其详尽地论述过了,我们在那里几乎连当前从“于是,欧多克索斯设定太阳和月亮的运行在三个[天球]之中”直到“因此天球的数量就算作这么多吧”这一段落也已经解释过了。因此,愿求明了此事者可从该处获取清晰的说明。但既然那里的某些文句当时未予阐明,现在便值得对它们加以考察。 在这些文句中,通过第一句“其中第一者[他说]是恒星的[天球]”,他并不是像某些人可能以为的那样在说恒星[天球]居于第一(尽管它确实是第一),但他所说的是:按照欧多克索斯,承载太阳的天球有三个,其中第一者包容着其余两个,并且以与恒星[天球]相同的运动被推动(因为他们说它是自东向西运动的,其原因我们在《论天》中已经讲过)——于是这第一者相对于被它包容的其余两者,被欧多克索斯视同恒星[天球]。而且他不仅把太阳的第一天球称为恒星[天球],也将土星的、木星的以及其余各星体各自第一且较大的天球称为恒星[天球],以至于那包含充满黄道诸星宿的群体之第一天球是一个恒星[天球],而土星的天球是另一个,木星的天球是又一个,以此类推,泰奥弗拉斯托斯称这些为“无星之天球”。 而“第三个沿着在黄道带宽度中倾斜的[圆圈]”这句话意味着,正如在《论天》中所述,他把太阳被其所系的天球承载着运行时似乎以自身中心所描画出的圆圈,称为在黄道带宽度中倾斜的圆圈;这个圆圈也显得偏离了至点,乃是因为太阳在产生至点时,并非总是被观察到从相同的地方升起。 而“月亮所沿之运行的[圆圈]比太阳所沿之运行的在更大的宽度中倾斜”这句话,等同于:月亮似乎以自身中心所描画的圆圈的倾斜宽度,大于太阳似乎以其固有中心所描画的圆圈的倾斜宽度。因为这也是从太阳和月亮在至点时并非从相同位置升起这一现象中被把握到的。 事实上,设地平圈为 αηβμγδ,赤道圈为 δεβ,太阳似乎以自身中心描画出的在黄道带宽度中倾斜的圆圈设为 αεγ,月亮似乎以自身中心描画出的圆圈又设为 ηεμ;并设太阳在发生夏至的时辰从 α 点升起,而在发生分点时从 δ 点升起。显然,倾斜的较大宽度就是 δα 弧。而当月亮发生向北的转折时,设它从 η 点升起;那么显而易见,其倾斜的较大宽度就是 δη 弧,并且它大于作为太阳倾斜的较大宽度的 δα 弧。因此,“月亮所沿之运行的[圆圈]比太阳所沿之运行的在更大的宽度中倾斜”这句话所表明的就是这一点。

语法注3 条
  1. 12.28σχεδὸν καὶ τὸ ἐνεστὼς χωρίον τὸ Εὔδοξος μὲν οὖν ἡλίου καὶ σελήνης τὴν φορὰν ἐν τρισὶν ἐτίθετο εἶναι ἕως τοῦ τὸ μὲν οὖν πλῆθος τῶν σφαιρῶν ἔστω τοσοῦτον ἐκεῖσε ἐξηγησάμενοι

    主句动词 εἴρηται 是被动或非人称用法,而分词 ἐξηγησάμενοι 却使用了主格复数,构成了破格句(anacoluthon)。此处分词反映了注解者(以复数“我们”自称)作为先前注释活动的主体。

  2. 12.28ὧν διὰ τῆς πρώτης τῆς ὧν τὴν μὲν πρώτην τὴν τῶν ἀπλανῶν ἄστρων εἶναι

    句首的 ὧν 是关系代词属格,先行词为前文的“某些文句”(τινες τῶν λέξεων),作其后介词短语 διὰ τῆς πρώτης [λέξεως]的修饰语;冠词 τῆς 之后则直接同格引述了所要考察的原文词句(ὧν τὴν μὲν πρώτην...)。

  3. 12.28ὃς καὶ δοκεῖ ἐκπίπτειν τὰ τροπικὰ σημεῖα

    关系代词 ὃς 的先行词是倾斜的圆圈(ὁ λελοξωμένος κύκλος)。动词 ἐκπίπτειν 在此带宾格 τὰ τροπικὰ σημεῖα,作及物性用法,意为“偏离至点/超出回归点”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:702.36-704.6