- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:701.26-702.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注疏了亚里士多德关于推动天球的原因是永恒且依自身不动的实体并且与天球数量相等的论证,解释了为何必须借助天文学来确定天球数量,并阐述了基于欧多克索斯和卡利普斯学说计算与增加天球的过程。
εἰ δὲ εἴη γεγραμμένον ὑπὸ ἀκινήτου τε κινεῖσθαι καθ’ αὑτό, καὶ διὰ ταύτης τῆς γραφῆς τὸ αὐτὸ δηλοῖ. καὶ οὐ μόνον ὑπὸ ἀκινήτου καθ’ αὑτὸ οὐσίας ἀνάγκη αὐτὴν κινεῖσθαι, ἀλλὰ καὶ ὑπὸ ἀϊδίου. καὶ τὴν αἰτίαν τοῦ καὶ ἀΐδια καὶ οὐσίας ἀναγκαῖον εἶναι τὰ κινητικὰ τῶν σφαιρῶν τῶν πλανητῶν ἐπήγαγεν εἰπὼν ἥ τε γὰρ τῶν ἄστρων φύσις ἀΐδιος, ἴσον λέγων τῷ ἐπεὶ τὰ ὑπ’ αὐτῶν κινούμενα ἄστρα ἀεί ἐστιν, ἀνάγκη καὶ τὸ κινοῦν, ἐπειδὴ πρότερόν ἐστι τοῦ κινουμένου, ἀΐδιον εἶναι· ἀλλ’ εἰ πρότερον, ἀνάγκη οὐσίαν αὐτὸ εἶναι· τὸ γὰρ τῶν οὐσιῶν πρότερον οὐσία διὰ τὸ μὴ δύνασθαι χωρὶς οὐσίας τῶν ἄλλων τι εἶναι. εἰ οὖν τὸ ἁπλοῦν αἴτιον μιᾶς καὶ ἁπλῆς ἐστι κινήσεως κινητικόν, ὡς δέδεικται, καὶ ἡ μία καὶ ἁπλῆ κίνησις ὑφ’ ἑνὸς καὶ ἁπλοῦ αἰτίου γίνεται, φανερὸν ὅτι ὅσαι εἰσὶν αἱ κινήσεις, ἤτοι τὰ κινούμενα, καὶ τὰ κινοῦντα τοσαῦτα ἔσται, τήν τε φύσιν ἀΐδια καὶ ἀκίνητα καθ’ αὑτά. καὶ τούτων τὸ μὲν πρῶτον ἔσται, τὸ δὲ δεύτερον, τὸ δὲ τρίτον· ὡς γὰρ ἔχει τὰ ὑπ’ αὐτῶν κινούμενα, οὕτως ἕξει καὶ τὰ κινοῦντα. ἀλλ’ ἡ μὲν τῶν λεγομένων διάνοια εἴρηται, ἡ δὲ λέξις ἡ ὅτι περὶ πλήθους οὐδὲν εἰρήκασιν ὅ τι καὶ σαφὲς εἰπεῖν,1 περιπέφρασται· ἔστι γὰρ τὸ λεγόμενον ἴσον τῷ περὶ πλήθους οὐδὲν σαφὲς εἰρήκασι. ταῦτα εἰπὼν καὶ μέλλων λέγειν ὅσον ἐστὶ τὸ πλῆθος τῶν σφαιρῶν, ἐπειδὴ ἁπλῶς οὕτως καὶ χωρὶς ἀποδείξεως ἐρεῖ ὅτι πεντήκοντα καὶ πέντε εἰσί (τὴν γὰρ αἰτίαν τοῦ τοσαύτας εἶναι ἐν ἄλλοις εἴρηκε), λέγει ὅτι τὸ δὲ πλῆθος ἤδη τῶν σφαιρῶν ἐκ τῆς οἰκειοτάτης φιλοσοφίᾳ τῶν μαθηματικῶν ἐπιστημῶν δεῖ σκοπεῖν ἴσον λέγων τῷ ἡμεῖς μὲν νῦν χωρὶς ἀποδείξεως λέγομεν ὅτι πεντήκοντα καὶ πέντε εἰσίν, ἵν’ ἐκ τούτων εὕροιμεν καὶ τὸ τῶν κινούντων πλῆθος· οὐ γὰρ νῦν ἡμῖν πρόκειται περὶ τῶν σφαιρῶν δεικνύναι ὅσαι τυγχάνουσιν οὖσαι· εἰ δέ τις καὶ τὴν ἀπόδειξιν τούτου ζητεῖ, μετερχέσθω ἀστρονομίαν. εἰπὼν δὲ ὅτι ἐκ τῆς ἀστρολογίας τῆς οἰκειοτάτης τῇ φιλοσοφίᾳ δεῖ θεωρεῖν ὅσον ἐστὶ τὸ πλῆθος τῶν σφαιρῶν, τοῦ πῶς ἡ ἀστρολογία οἰκειοτάτη παρὰ τὰς ἄλλας μαθηματικὰς ἐπιστήμας, γεωμετρίαν ἀριθμητικήν, ἐστὶ τῇ φιλοσοφίᾳ τὴν αἰτίαν ἐπήγαγεν εἰπὼν ὅτι αὕτη περὶ οὐσίας αἰσθητῆς μὲν ἀιδίου δὲ τὴν θεωρίαν ποιεῖται, ἡ δὲ γεωμετρία καὶ ἡ ἀριθμητικὴ ἡ μὲν τὰ τοῖς μεγέθεσι συμβεβηκότα, ἡ δὲ ἀριθμητικὴ περὶ τὰ τοῖς ἀριθμοῖς. ἐπεὶ δὲ ἀνωτέρω εἴρηκεν ὅτι πλείους εἰσὶν αἱ φοραί, ἐπάγει ὅτι μὲν οὖν πλείους εἰσὶν αἱ φοραὶ φανερόν ἐστι τῷ καὶ μετρίως ἡμμένῳ μαθημάτων. καὶ ὅτι μὲν πλείους εἰσὶ δῆλον. πόσαι δὲ τυγχάνουσιν αἱ φοραί, ἤτοι αἱ σφαῖραι, ἡμεῖς λέγομεν ἅ φασι τῶν μαθηματικῶν τινες (λέγει δὲ τὸν Εὔδοξον καὶ τὸν Κάλλιππον) χάριν ἐννοίας καὶ τοῦ ὁρίσαι πόσον αὐτῶν τὸ πλῆθός ἐστιν, ἵν’ ἐκ τούτων ὁδηγηθείημεν πρὸς τὴν τῶν κινητικῶν αἰτίων εὕρεσιν. δεῖ δέ, φησίν, ἡμᾶς μὴ ἐμμένειν τοῖς πρὸ ἡμῶν ῥηθεῖσι περὶ τοῦ πλήθους τῶν σφαιρῶν, ἀλλὰ ζητεῖν καὶ ἡμᾶς καὶ εὑρίσκειν τι, πυνθάνεσθαι δὲ καὶ τοὺς λοιπούς, ὅσοι περὶ τούτων ζητοῦσι, καὶ ὅ τι φαίνεται λεγόμενον τοῖς περὶ ταῦτα πραγματευομένοις παρὰ τὰ νῦν ὑφ’ ἡμῶν λεγόμενα, φιλεῖν τοὺς ἐς ὕστερον2 καὶ ἡμᾶς καὶ τοὺς πρὸ ἡμῶν ὡς εὑρηκότας τι, πείθεσθαι δὲ τοῖς ἀκριβεστέροις. τοῦτο εἰπὼν εὐθὺς ἱστορεῖ ἅ τε Εὔδοξος περὶ τῶν σφαιρῶν ἔλεγε καὶ τοῦ πλήθους αὐτῶν καὶ ἃ ὁ Κάλλιππος· καὶ δεξάμενος τὴν προσθήκην τῶν σφαιρῶν, ἣν ὁ Κάλλιππος προσέθηκεν (ὁ γὰρ Εὔδοξος εἴκοσι καὶ ἓξ τὰς πάσας ἐτίθετο, Κάλλιππος δὲ τριάκοντα καὶ τρεῖς), οὕτως αὐτὸς ταῖς τριάκοντα καὶ τρισὶν ἄλλας εἴκοσι καὶ δύο προστίθησιν.
如果写成“被依自身不动的[东西]所推动”,通过这个异文他也表明了同样的意思。而且不仅必然被依自身不动的实体推动,也必然被永恒的实体推动。关于行星天球的动因必然既是永恒的又是实体这一原因,他通过说“因为星体的本性是永恒的”而补充说明,其意等于说:既然被它们推动的星体常在,那么动因由于先于被推动者,也就必然是永恒的;但如果先于,它就必然是实体;因为先于诸实体者必是实体,乃是由于离开实体其他事物皆不可能存在。因此,如果单纯的原因是一且单纯运动的推动者(正如已证明的那样),并且一且单纯的运动由一且单纯的原因产生,那么显然,运动有多少个——即被推动者有多少个——推动者也将有这么多,在自然本性上是永恒且依自身不动的。在这些推动者中,一个将居第一,另一个居第二,另一个居第三;因为被它们推动的事物处于何种状态,推动者也将处于何种状态。 以上所说之事的意义已经阐明,但文字上的表述“关于数量他们未曾说过任何值得称为明确的事情”则是迂回的;因为所说的等于“关于数量他们未曾说过任何明确的事情”。在说了这些并且即将说明天球的数量有多少之后,既然他将就这样简单且不加论证地说它们是五十五个(因为关于它们为何是这么多个的原因,他在其他地方已经说过),他就说“然而天球的数量如今必须从数学诸门科学中与哲学最相契合的那门科学来考察”,其意等于说:我们现在不加论证地说它们是五十五个,以便根据这些我们也能找出推动者的数量;因为现在摆在我们面前的任务并不是证明天球究竟有多少个;如果有人也寻求这方面的证明,就请他去研究天文学。在说明了必须从与哲学最相契合的天文学来观察天球的数量有多少之后,他接着说明了天文学为何比其他数学科学(几何学和算术)与哲学更相契合的原因,他说这门科学考察的是感性但永恒的实体,而几何学和算术[则不然],前者考察大小的附带属性,算术则考察数的附带属性。 既然他在前文说过运行不止一种,他就补充说:“因此,运行不止一种,这对于哪怕只是稍涉数学的人而言也是显而易见的。”而且它们不止一种是显而易见的。然而运行——即天球——究竟有多少个,我们陈述某些数学家(他指的是欧多克索斯和卡利普斯)所说的话,是为了形成概念并规定它们的数量有多少,以便我们从这些出发被引导去发现动因。他说:“我们不应当固守在我们之前关于天球数量所说的话,而应当由我们自己也去探究并发现某些东西,并且也要向其余探究这些问题的人请教;如果在从事这些研究的人那里,有什么显露出来的说法与我们现在所说的不合,后世的人应当既爱戴我们又爱戴我们之前的人,把我们当作发现了某些东西的人,但应当听从更为精确者。”说完这些之后,他随即记述了欧多克索斯关于天球及其数量所说的话,以及卡利普斯所说的话;在接受了卡利普斯所添加的天球的增补之后(因为欧多克索斯总共设定了二十六个,而卡利普斯设定了三十三个),〔亚里士多德〕自己就这样在三十三个之外又增加了二十二个。
- 12.27ὅ τι καὶ σαφὲς εἰπεῖν
在关系从句 ὅ τι... εἰπεῖν 中,不定式 εἰπεῖν 采取了表示限制或结果的绝对用法(“值得一提的”、“可以说得上的”)。正如亚历山大紧接着指出的,整句是迂回表达(περιπέφρασται),在意义上等同于单纯的 οὐδὲν σαφές(“没有任何明确的东西”)。
- 12.27τοὺς ἐς ὕστερον
这是由无人称动词 δεῖ 所支配的不定式 φιλεῖν 与 πείθεσθαι 的逻辑主语(宾格)。其后的 καὶ ἡμᾶς καὶ τοὺς πρὸ ἡμῶν 是动词 φιλεῖν 的直接宾语,构成“后世之人应当既爱戴我们又爱戴我们之前的人,但服从更为精确者”的句法结构。
