← 阿莱泰乌斯

论慢性疾病的治疗

§2.7#2

象皮病的外用药与养生法及白藜芦疗法

本段阐述治疗象皮病的外用药物(包括肥皂与各类软膏)、合理的饮食起居与沐浴调理,并重点论述白藜芦疗法拔除慢性顽疾根源的独特效力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.7#2

φάρμακα δὲ ἄλλα μυρία τῶν Κελτέων, οἳ νῦν καλέονται Γάλλοι, τὰς λιτρώδεις τὰς ποιητὰς σφαίρας,1 ᾗσι Ῥύπτουσι τὰς ὀθόνας, σάπων ἐπίκλην, τῇσι Ῥύπτειν τὸ σκῆνος ἐν λουτρῷ ἄριστον· καὶ ἀνδράχνη καὶ ἀείζωον ξὺν ὄξεϊ, ἀτὰρ καὶ λαπάθου Ῥιζέων ἀφέψημα ξὺν ἀπύρῳ θείῳ Ῥύπτει καλῶς. ποικίλον δὲ, ἁλκυονίου τοῦ λείου, καὶ νίτρου, καὶ τρυγὸς ὄξεος κεκαυμένης, καὶ στυπτηρίης σχιστῆς, καὶ θείου τοῦ ἀπύρου, καὶ κόστου, καὶ ἴριδος, καὶ πεπέριος· τάδε χρὴ πάντα μίσγειν, ἑκάστῳ τὸ πρὸς δύναμιν, ἄλλο δὲ ἄλλῳ ἶσον· καὶ τόδε καταπάσσοντα ἀνατρίβειν. ἐς δὲ τοὺς ὄχθους τοῦ προσώπου, κλημάτων τὴν σποδιὴν ξύν τινι θηρίων στέατι μίσγοντα χρίειν, λέοντος, ἢ παρδάλιος, ἢ ἄρκτου, ἢν δὲ μὴ, χηναλώπεκος. ὅμοιον γὰρ ἐν ἀνομοίῳ, ὅκως πίθηκος ἀνθρώπῳ, ἄριστον·2 καὶ ἀμμωνιακὸν τὸ θυμίημα ξὺν ὄξεϊ, καὶ ἀρνογλώσσου χυλῷ, ἢ πολυγόνου, καὶ ὑποκιστὶς καὶ λύκιον· ἢν δὲ πελιδναὶ ἔωσι αἱ σάρκες, προεγχαράσσειν ἐκχυλώσιος εἵνεκεν· ἢν δʼ ἐπὶ τοῖσι δριμέσι Ῥεύμασι ἀναδαρέντα πρηΰνειν τὰ μέρεα ἐθέλῃς, τήλιος ἀφέψημα, ἢ πτισάνης χυλὸς, Ῥύμμα μαλθακόν· λιπας δὲ Ῥόδινον, ἢ σχίνινον. λουτρὰ δὲ ξυνεχέα ξύμφορα ἐς ὑγρασμὸν καὶ ἐς διαπνοὴν τῶν κακῶν χυμῶν. τροφὴ δὲ καθαρὴ, εὔχυμος, εὔπεπτος, ἁπλῆ· καὶ δίαιτα εὐκρινὴς πάντη, καὶ ἐν ὕπνοισι, καὶ περιπάτοισι, καὶ χώρῃσι· γυμνάσια, δρόμοι, καὶ ἀνειλήσιες, καὶ κωρυκοβολίαι· ἅπαντα ἀκάματα ξὺν ἐμμελεῖ ἐπιτάσι· ἔστω δὲ καὶ ἀναφώνησις, τοῦ πνεύματος γυμνάσιον τὸ καίριον. ἐσθὴς ἔστω καθαρὴ, οὐχ ὡς ὁρῆσθαι μοῦνον ἥδε, ἀλλʼ ὅτι καὶ τὰ πινόεντα ὀδαξώδεα τῷ δέρματι. πιπίσκειν ἀψινθίου τοῦ οἴνου νήστιας. ἄριστον δὲ ἄρτος ἐκ κριθῶν, καὶ τάριχος ὡραῖος, καὶ σμικρόν τι μαλάχης ἢ κράμβης ἡμίεφθον, ξὺν κυμίνου ἐμβάμματι· ἐς δὲ δεῖπνον, σταφυλίνου ἡ Ῥίζα, καὶ χόνδροι, ξὺν τῷ οἴνῳ καὶ τῷ μέλιτι παλαίῳ τὴν μῖξιν, καὶ τὰ θαλάσσια, ὁκόσα τὴν γαστέρα ὑπολύει, τελλίνων ζωμοὶ, ὄστρεα, ἐχῖνοι καὶ τῶν ἰχθύων οἱ πετραῖοι· χερσαίων δὲ, τὰ θηρία, λαγώς, ἢ σῦς. πετεινῶν, πέρδικες πᾶσαι, φάσσαι, πελειάδες, καὶ ὁκόσα ἡ χώρη ἄριστα ἴσχει. ἀκροδρύων τὰ ὡραῖα· οἶνοι γλυκεῖς οἰνωδέων κρείσσονες. λουτρὰ φύσι θερμὰ, θειώδη· καὶ βίος ἐν ὕδασι μακρὸς, ἠδὲ καὶ θάλασσα, καὶ πλοῦς. Ἐλλεβορισμοί· ἐλλέβορος λευκὸς μὲν τῆς ἄνω κοιλίης κάθαρσις· μέλας δὲ τῆς κάτω· καὶ ἔστιν ὁ λευκὸς οὐκ ἐμετήριον μοῦνον, ἀλλὰ καὶ ξυμπάντων ὁμοῦ καθαρτηρίων ὁ δυνατώτατος, οὐ τῷ πλήθεϊ καὶ τῇ ποικιλίῃ τῆς ἐκκρίσιος· τόδε γὰρ καὶ χολέρη πρήσσει· — οὐδʼ ἐντάσεσι καὶ βίῃ τῇσι ἐπὶ τοῖσι ἐμέτοισὶ, — ἐς τόδε γὰρ ναυτίη καὶ θάλασσα κρέσσον· ἀλλὰ δυνάμι καὶ ποιότητι οὔτι φαύλῃ, τῇπερ καὶ ὑγιέας τοὺς κάμνοντας ποιέει, καὶ ἐπʼ ὀλίγῃ τῇ καθάρσι, καὶ ἐπὶ σμικρῇ τῇ ἐντάσι·3 ἀτὰρ καὶ πάντων τῶν χρονίων νοσημάτων ἐς Ῥίζαν ἱδρυμένων, ἢν ἀπαυδήσῃ τὰ λοιπὰ ἄκεα, τόδε μοῦνον ἰητήριον. πυρὶ ἴκελον γὰρ ἐς δύναμιν λευκὸς ἐλλέβορος· καὶ ὅ τί περ πῦρ ἐργάζεται ἐκκαῖον, τοῦδε πλέον ἐλλέβορος εἴσω παρεκθέων πρήσσει, εὔπνοιαν μὲν ἐκ δυσπνοίης, ἐξ ἀχροίης δὲ εὐχροίην, καὶ ἀπὸ σκελετίης εὐσαρκίην.

亦有凯尔特人——即今所谓高卢人——的无数其他药物:即彼等用以浣洗亚麻布的含碱制成球丸,通称“肥皂”,以此在浴中洗涤体躯最为有益。马齿苋与长生草和醋并用,以及牛西西根煎剂和生硫磺,亦能良好涤除。复方药物则用光滑石华、碱、煅醋糟、裂状明矾、生硫磺、木香、鸢尾及胡椒;凡此诸物皆当调和,各依药力,或彼此等量,撒布此粉而摩搓之。对头面之结节,取葡萄藤蔓之灰烬与某种野兽之脂膏调匀而涂抹:或狮、或豹、或熊,若无,则用冠麻鸭之脂。盖以不类中之相似者为上,正如猿猴之于人类。氨草烟熏剂和以醋与车前草汁,或萹蓄汁,以及岩蔷薇寄生与刺檗汁亦皆适用。若肉色发黑发绀,当预先划切以导引秽汁排出。若欲抚慰因辛烈流注而擦破之部位,则胡芦巴煎汁或麦粥之清露可为柔润涤药;敷油则用蔷薇油或乳香木油。频仍沐浴大有裨益,利于滋润及发散恶浊体液。食物当纯洁、生良液、易消化而简素;起居调理随处皆当井然有秩,于睡眠、散步与居所皆然。体操运动包括奔跑、翻转旋转之动作及悬囊击打;凡此皆须适度,伴以协调之张力而不致疲乏。亦当有发声训练,此乃气息之适时锻炼。衣着当整洁,非仅为悦目,更因污秽衣物刺激皮肤。当乘饥空腹饮苦艾酒。午餐为大麦面包、应时的腌鱼,以及少量半熟的锦葵或甘蓝并佐以孜然蘸汁。晚餐则用胡萝卜根、麦米并调入陈年葡萄酒与蜂蜜,以及诸般滑肠下泄之海产:帘蛤肉汁、牡蛎、海胆与礁石鱼类;陆生者则取野生动物如野兔或野猪;禽鸟中则用诸般鹧鸪、斑尾林鸽、鸽子及该地所产最佳之物;树生坚果果实取应令者;甜葡萄酒胜于醇烈者。天然温热之硫磺温泉、于水域附近长期生活,乃至海洋与航行皆为合宜。论藜芦疗法:白藜芦泻除上部腹腔(催吐),黑藜芦则下通(导泻);且白藜芦不仅是一催吐剂,更是众通利药中最强力者,并非因排泄物之繁多与杂乱——盖霍乱亦能致此——亦非因催吐所伴随之紧张与剧烈——盖晕船与航海对此力道更甚——而是因其绝非平庸之效力与质性,籍此即便在微量通导与微弱紧张之下亦能令患病者复元。况且对于深固结底之一切慢性顽疾,若其余诸药尽告无效,唯独此药能为救治。盖白藜芦在效能上近似烈火;凡烈火藉灼烧所成之功,藜芦在体内奔行贯通则成就更甚,能使呼吸急促转为气息调顺,枯黄无华化为面色润泽,羸弱骨立复为肌肉充盈。

语法注3 条
  1. 2.7τὰς λιτρώδεις τὰς ποιητὰς σφαίρας

    该对格名词短语紧承属格 τῶν Κελτέων(“凯尔特人的”),在句法上作为悬垂或先行对格(prolepsis),由后随的关系代词 ᾗσι 及指示代词 τῇσι(与不定式 Ῥύπτειν 搭配)承接其语义。

  2. 2.7ὅμοιον γὰρ ἐν ἀνομοίῳ, ὅκως πίθηκος ἀνθρώπῳ, ἄριστον

    此为紧凑的省略句结构,主语 ὅμοιον(“相似者”)与表语 ἄριστον(“最佳”)之间夹入介词短语 ἐν ἀνομοίῳ(“于不相似者之中”),并插入明喻 ὅκως πίθηκος ἀνθρώπῳ(“如猿之于人”),概括以异类中之相肖者入药的原则。

  3. 2.7καὶ ἐπʼ ὀλίγῃ τῇ καθάρσι, καὶ ἐπὶ σμικρῇ τῇ ἐντάσι

    介词 ἐπί 支配处于谓语位形容词(ὀλίγῃ, σμικρῇ)修饰的与格名词,表示伴随情况或让步性条件(“即使排泄甚微、张力甚弱”),以此突出白藜芦凭其特有品质而非剧烈泻下致效。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg004.humanitext-grc2:2.7#2