← 阿莱泰乌斯

论慢性疾病的治疗

§2.7#1

象皮病之险与放血及药物等早期疗法

阐述象皮病波及周身之可怖性质与呼吸传染之虞,提出当及早施治,详述肘踝放血、通下催吐、投用藜芦,以及以蝰蛇肉等配制之内服方药。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.7#1

Κεφ. ιγʼ. Θεραπεία Ἐλέφαντος. τῶν νούσων μέζονα χρὴ τὰ ἄκεα ἐς λύσιν αὐτέων ἔμμεναι. ἐλέφαντος δὲ τηλίκου κακοῦ τίς ἀξιόνικος γίγνοιτʼ ἂν ἰητρείη; οὐ γὰρ μέρεϊ, ἢ σπλάγχνῳ ἑνὶ, ἢ ἔνδον ἐνσκήπτει μοῦνον, ἢ ἔξω τὸ κακὸν ἕρπει, ἀλλὰ ἔνδοθί τε ὅλῳ τῷ ἀνθρώπῳ ἐνοικέει, καὶ ὅλον ἔξωθεν ἀμπέχει. ἀτερπὲς μὲν καὶ φοβερὸν ἰδεῖν· θηρίου γὰρ ἰδέη· δέος δὲ ξυμβιοῦν τε καὶ ξυνδιαιτᾶσθαι, οὐ μεῖον ἢ λοιμῷ. ἀναπνοῆς γὰρ ἐς μετάδοσιν Ῥηϊδίη βαφή.1 τί ἂν ὦν εὕροι τις ἐν ἰητρικῇ τοῦδε ἄξιον ἔχον ἄκος; ἀλλὰ γὰρ πάντα χρὴ ξυμφέρειν φάρμακα, καὶ διαίτην, καὶ σίδηρα, καὶ πῦρ· καὶ τάδε κἢν μὲν ἔτι νεοτόκῳ τῷ πάθεϊ προσβάλῃς, ἐλπὶς ἰήσιος· ἢν δὲ ἐς ἀκμὴν ἥκῃ γενέσιος, καὶ ἐν τοῖσι σπλάγχνοισι ἑδραῖον ἵζῃ, ποτὶ καὶ ἐς τὰ πρόσωπα προσβάλλῃ, ἀνέλπιστος ὁ νοσέων. τάμνειν ὦν τὰς ἐπʼ ἀγκῶνι φλέβας· ἄμφω δέ· τάμνειν δὲ καὶ τὰς ἐπὶ σφυροῖσι μὴ αὐτῆμαρ· κρέσσον γὰρ ἡ διάστασις ἔς τε πολλὴν τὴν τοῦ αἵματος Ῥοὴν, καὶ ἐς ἀνάκλησιν τῆς δυνάμιος. χρεὼν γὰρ αἷμα πολλάκις καὶ πολλὸν ἐκχέαι, τοῦ πάθεος τὴν τροφήν. σμικρὸν δὲ ἐν αὐτέῳ τὸ χρηστὸν, τῆς φύσιος ἡ τροφή. ξυντεκμαίρεσθαι ὦν, ἀφαιρέοντα τὸ πονηρὸν, καὶ ἔντηκτον μεσηγὺ τὸ οἰκεῖον, μέσφι ἂν προαπαυδήσῃ ἀτροφίῃ ἡ νοῦσος.2 ἡ γὰρ νεαρὴ, ξυμπλακεῖσα τῷ σώματι, χρόνῳ μακρῷ ἠμαύρωσε τὴν παλαιήν· ἔπειτα τὴν ἱερὴν πιπίσκειν μὴ ἐσάπαξ· ἀλλὰ γιγνέσθω πάντα πολλάκις ἐξ ἀναλήψιος καὶ παλινδρομίης. ἔστω καὶ ἡ ἄλλη κάθαρσις φαρμακώδης ἐν σιτίῳ· ἡ ἐπὶ τῷ ἰσχίῳ, ἥν ἔλεξα, ἔστω. ἠδὲ γάλα ἀδιάκριτον — πολλὸν δὲ ἔστω τόδε — ἐς διαχώρησιν πιεῖν. ἐχέτω δὲ μοίρην τὴν πέμπτην ὕδωρ, ὡς πᾶν τὸ γάλα διεκθέειν. ἐς ἐμέτους δὲ θᾶσσον ἄγειν, νήστιας τὸ πρῶτον, ἀπὸ σίτων δʼ αὖθις, ἔπειτα ἀπὸ Ῥαφανίδων· πολλάκις δὲ καὶ ξυνεχέως πάντα γιγνέσθω. ἐς ἐλλέβορον ἄγοντα καιρῷ παντὶ, μᾶλλον δὲ ἔαρος καὶ φθινοπώρου διδόναι, ἡμέραν ἀφʼ ἡμέρας, καὶ αὖθις ἐς νέωτα· κἢν ἡ νοῦσος κρατυνθῇ, φαρμάκων ποτῶν ὁκόσα τις γιγνώσκει πιπίσκειν· ἀγαθὸν γὰρ φαρμακεύειν πολλὸν ἐς ὄνησιν. κἀγὼ δὲ ὁκόσα γιγνώσκω γράφω· κεδρίης κύαθον ἕνα, κράμβης δύο μίσγοντα, διδόναι. ἄλλο· σιδηρίτιδος τοῦ χυλοῦ κύαθος εἷς, τριφυλλίου εἷς, οἴνου καὶ μέλιτος κύαθοι δύο. ἄλλο· ἐλέφαντος τοῦ ὀδόντος Ῥινήματος ὁλκῆς δραχμὴ, ξὺν οἴνῳ Κρητὶ ἐς κυάθους δύο· ἀτὰρ καὶ τῶν ἔχεων τῶν ἑρπετῶν θηρίων αἱ σάρκες, καὶ αἵδε ἐς ἀρτίσκους πεπλασμέναι πίνονται· ἀποτάμνοντα δὲ χρὴ τῆς κεφαλῆς καὶ τῆς οὐραίης ἑκάστου, ὁκόσον δακτύλους τέσσαρας, τὸ λοιπὸν ἑψεῖν ἐς διάκρισιν τῶν ἀκανθῶν. τὰς δὲ σάρκας, ἀρτίσκους διαπλάσαντας, ψύχειν ἐν σκιῇ· πιπίσκειν δὲ τούσδε, ὅκως καὶ τὴν σκίλλην· καὶ αὐτοὶ δὲ οἱ ἔχιες ὄψον ἐν δείπνῳ· ὡς ἰχθύας δὲ χρὴ τούτους σκευάσαι· ἢν δὲ τὸ διʼ ἐχιδνῶν, τὸ ποικίλον, παρέῃ φάρμακον, ἀντὶ πάντων πίνειν τόδε· ἴσχει γὰρ πάντα ὁμοῦ· Ῥύπτειν δὲ καὶ τὸ σκῆνος, καὶ τοὺς ὄχθους λεαίνειν.

第十三章象皮病(麻风)的治疗 治疗之法若要消除疾患,其力道必须胜过疾病本身。然而面对象皮病如此巨大的灾厄,何种医术方足以克敌制胜?盖此灾异并非仅侵害某一局部或单一脏腑,亦非仅爆发于体内,或仅蔓延于体外,而是在内栖居于全人之中,在外将整个身体缠裹包覆。其状丑恶可怖,宛如野兽之貌;与之同居共处之恐惧,实不亚于瘟疫;盖其恶浊借由呼吸极易传布。既如此,人在医术之中又能寻得何种与此相当之良药?然而,一切药物、养生调理、金石刀刃与烈火烙治皆当并用。若在病痛初萌之时投用此等疗法,尚存救治之望;但若已达发病之极期,牢固盘踞于脏腑,更进一步侵袭头面,则病者已无可救药矣。 故当切开肘弯之静脉——且须两臂皆切;亦当切开踝部之静脉,但不可在同一日行之;盖拉开间隔,对于大量放血以及体力的恢复皆更为有利。因往往需要频繁且大量地泻出血,此血实乃该病之养料;而其中可充作自然生机之滋养的正血却甚微少。因此当详加审察,一面除去有害之败血,一面在间歇中使身体本具之营气消融吸收,直至该病因缺乏滋养而先行衰竭。盖融于机体的新生滋养,经长久之时日自能磨灭旧疾之浊质。随后当给服“圣药”,不可仅投一次;凡事皆当在休养恢复与重新开始的循环中反复行之。于进食中亦当行其他药物性通导;可投用我论坐骨神经痛时所言之法。并当饮用纯正未杂之乳汁——且量宜充沛——以通利下泄;其中当加入五分之一的水,俾使乳汁能完全流经通下。当较快地引向催吐:先乘饥空腹,继而于饭后,其后再用莱菔;凡此皆当频仍且连续行之。于一切季节皆可导向藜芦,尤以春秋两季为宜,隔日给药,次年复行之。若病势加剧,凡人所知之饮用汤药皆可与服;盖广施药力大有裨益。我亦将我所知者笔之于书: 雪松油一合,配甘蓝汁二合,调和与服。又方:铁苋草汁一合,三叶草汁一合,葡萄酒与蜂蜜二合。又方:锉象牙粉末一德拉克马重,配克里特葡萄酒至二合。此外,毒蛇此等爬行野兽之肉,亦可制成小药饼饮服;当于每条蛇之首尾各切除四指之长,余部煮至骨肉分离。取其肉捏成饼剂,于阴凉处阴干;与服此药饼正如用海葱之法。蛇肉本身亦可作晚餐之肴馔;当如烹鱼一般调治之。若备有以蝰蛇配制之复合良药(解毒神膏),则饮此一药即可代诸方;盖其已兼备一切药效。此外,亦须洗涤体躯,并使周身凸起之硬结平复平滑。

语法注2 条
  1. 2.7ἀναπνοῆς γὰρ ἐς μετάδοσιν Ῥηϊδίη βαφή.

    名词 βαφή(原意为“浸渍”、“染色”)在此处作为医学术语转引,意为“沾染”、“传染”(contagion)。属格 ἀναπνοῆς 表来源或手段(“借由呼吸的感染”),与接置词短语 ἐς μετάδοσιν(“对于传播”)紧密结合。全句省略系动词 ἐστί,作名词谓语句。

  2. 2.7ξυντεκμαίρεσθαι ὦν, ἀφαιρέοντα τὸ πονηρὸν, καὶ ἔντηκτον μεσηγὺ τὸ οἰκεῖον, μέσφι ἂν προαπαυδήσῃ ἀτροφίῃ ἡ νοῦσος.

    不定式 ξυντεκμαίρεσθαι 作祈使性不定式(“当详加权衡/审度”),其逻辑主语由阳性单数宾格分词 ἀφαιρέοντα 呼应。ἔντηκτον μεσηγὺ τὸ οἰκεῖον 结构较为省略紧凑,形容词 ἔντηκτον 作表语性理解,意为在放血的间歇期“使身体固有的正气(τὸ οἰκεῖον)消融吸收/保持充盈”。接续词 μέσφι ἄν(直至……)接虚拟式 προαπαυδήσῃ,指示通过剥夺疾病营养使其预先衰竭的时限终点。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg004.humanitext-grc2:2.7#1