← 阿莱泰乌斯

论急性疾病的病因和症状

§1.6#1

破伤风的三种形态、病因与初始症状

本章论述破伤风的性质与分类(直立型、角弓反张、前弓反张)、创伤与寒冷等诱因、季节与性别及年龄对发病率和死亡率的影响,以及牙关紧闭、吞咽困难等初始症状。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6#1

Κεφ. ς. περὶ Τετάνου. σπασμοὶ οἱ τέτανοι, κάρτα μὲν ἐπίπονοι, ὀξύτατοι δὲ κτεῖναι, ἀτὰρ οὐδὲ Ῥηΐδιοι λυθῆναι.1 μυῶν τῶν ἐν γνάθοισι καὶ τενόντων τάδε πάθεα· ξυνδιδοῖ δὲ τὸ κακὸν εἰς τὸ πᾶν· ἅπαντα γὰρ ξυμπαθέα τῇσι ἀρχῇσι γίγνεται· ἰδέαι δὲ τῆς ξυνολκῆς ἔασι τρεῖς· ἐς εὐθὺ, ἐς τὸ κατόπιν, ἐς τοὔμπροσθεν. ἐς εὐθὺ μὲν ὁ τέτανος, εὖτε ἀστραβὴς ὥνθρωπος καὶ ἀκαμπὴς ἐντέταται· αἱ δὲ ἐς τοὐπίσω, ἢ ἐς τοὔμπροσθεν ξυνολκαὶ ξὺν τῇ τάσι καὶ τῷ χωρίῳ ἴσχουσι τὴν ἐπίκλησιν. τὴν μὲν γὰρ κατόπιν τοῦ νοσέοντος ἀνάκλισιν ὀπισθότονον καλέομεν, τῶν τῇδε πεπονθότων νεύρων. ἐμπροσθότονον δὲ, ἢν ἐς τοὔμπροσθεν καμπύλληται ὥνθρωπος ἐπὶ τοῖσι πρόσθεν νεύροισι· τόνος γὰρ νεύρων καὶ ἐντάσιος οὔνομα. προφάσιες δὲ τῶνδε μυρίαι. καὶ γὰρ ἐπὶ τρώματι φιλέουσι γίγνεσθαι ὑμένος, ἢ μυῶν, ἢ νεύρων νυγέντων, εὖτε τὰ πολλὰ θνήσκουσι, ἐπὶ τρώματι γὰρ σπασμὸς θανάσιμον· σπᾶται δὲ καὶ ἐπὶ ἀμβλώματι ἡ γυνὴ, ἀτὰρ καὶ ἥδε οὐ μάλα περιγίγνεται. καί τευ πατάξαντος μεγάλως τὸν αὐχένα μετεξέτεροι σπῶνται. καὶ ψύξις δὲ κάρτα ἰσχυρὴ γίγνεται αἰτίη. διὰ τόδε χεῖμα μὲν μάλιστα πάντων τίκτει τάδε τὰ πάθεα, δεύτερον δὲ ἦρ σὺν τῷ μετοπώρῳ, θέρος δὲ ἥκιστα, εἰ μὴ κατάρξῃ τρῶμα ἢ νούσων ἀλλοδαπῶν ἐπιδημίη· γυναῖκες δὲ ἀνδρῶν σπῶνται μὲν μᾶλλον, ὅτι ψυχραί· ἀτὰρ αἵδε περιγίγνονται μᾶλλον, ὅτι ὑγραί. ἡλικίαι δὲ, παῖδες μὲν συνεχὲς, ἀλλʼ οὐ μᾶλλον θνήσκουσι, ὅτι ξύνηθες καὶ οἰκεῖον πάθος· νέοι δὲ τουτέων ἧσσον πάσχουσι, μᾶλλον δὲ θνήσκουσι, ἀκμάζοντες ἥκιστα· γέροντες δὲ πάντων μᾶλλον καὶ πάσχουσι καὶ θνήσκουσι. αἰτίη γὰρ ψύξις καὶ ξηρότης γήραος, καὶ θανάτου ἥδε φύσις. ἢν δὲ ἡ ψύξις ἔῃ σὺν ὑγρῷ, ἀσινέστεροί τε καὶ ἀσφαλέστεροι εἰς κίνδυνον οἱ σπασμοί. ξύνεστι μὲν αὐτέοισι, ἀθρόον μὲν εἰρῆσθαι,2 ἅπασι πόνος καὶ ἔντασις τενόντων καὶ Ῥάχεος, καὶ μυῶν τῶν ἐν γνάθοισι καὶ θώρηκι, ἐρείδουσι γὰρ τὴν κάτω γένυν πρὸς τὴν ἄνω, ὡς μηδὲ μοχλοῖσιν ἢ σφηνὶ διὰ Ῥηϊδίως στῆσαι3 δύνασθαι. ἢν δὲ καὶ βίῃ διαγαγὼν τοὺς ὀδόντας ἐνστάξῃ τις ὑγρὸν, οὐ καταπίνουσι, ἀλλʼ ἐκχέουσι, ἢ ἐν τῷ στόματι ἴσχουσι, ἤ ἐς τὰς Ῥῖνας ἀνακόπτεται. ὅ τε γὰρ ἰσθμὸς συνερείδεται καὶ τὰ παρίσθμια σκληρὰ καὶ ἐντεταμένα ἐόντα οὐ ξυμπίπτει εἰς τὴν ἔνθλιψιν τοῦ καταπινομένου. πρόσωπα ἐρυθρὰ, πεποικιλμένα, ὀφθαλμοὶ μικροῦ δεῖν ἀτενέες, μόλις περιδινούμενοι, πνὶξ ἰσχυρὴ, ἀναπνοὴ κακὴ, χειρῶν καὶ

第六章论破伤风 破伤风这种痉挛,极其痛苦,夺命极快,且绝不易缓解。这些是颌部肌肉与肌腱的疾患;然而这祸患扩散至全身,盖因所有部位皆与发端同感共振。抽搐的形态有三:径直、向后与向前。径直之形称为破伤风,此时人僵直伸展而不可弯曲;至于向后或向前的抽搐,则随其张力与部位而得名。盖患者向后仰折,乃因彼处神经受害,我们称之为角弓反张;若人因前方神经而向前弯折,则称为前弓反张;盖tonos既是神经之名,亦是紧张之名。 诱发这些疾患的起因数不胜数。盖在膜、肌肉或神经刺伤的创口之后常易发作,此时死者大多,因创伤后的痉挛乃是致命的;妇人流产后亦会发痉,然而亦极难幸存。在有人猛烈击打颈部之后,有些人亦会抽搐。极度的寒冷亦成为极强的原因。正因如此,冬季最易滋生这些病症,其次是伴随秋季的春季,夏季则最少,除非由创伤或外来异疾流行所诱发。妇人比男子更易发痉,因其体寒;然而她们亦更易幸存,因其体润。至于年龄,儿童频繁发病,但致死率不高,因这是他们惯常且相宜的疾患;青年人受此折磨少于儿童,但致死率更高;壮年人最不易患病;老人则在所有人中最易发病且最易死亡,因衰老的寒冷与干燥乃是原因,而这正是死亡的本性。但若寒冷伴随湿气,痉挛的害处较小,就危险而言亦更为安全。 对所有人而言——总括而言——伴随有肌腱、脊柱以及颌部与胸部肌肉的剧痛与紧绷;盖他们将下颌抵紧上颌,以致即使用杠杆或楔子亦不易撬开。纵使有人强行撬开牙齿滴入流质,他们亦不咽下,反而吐出,或含在口中,或倒呛入鼻孔;盖咽喉紧闭,且扁桃体坚硬紧绷,无法合拢以挤压咽下之物。面色潮红而斑驳,双眼近乎凝滞,难以转动,窒息剧烈,呼吸恶化,双手与

语法注3 条
  1. 1.6ὀξύτατοι δὲ κτεῖναι, ἀτὰρ οὐδὲ Ῥηΐδιοι λυθῆναι

    紧随形容词 ὀξύτατοι(最高级)和 Ῥηΐδιοι 之后的不定式 κτεῖναι(主动态)与 λυθῆναι(被动态)为限定性(副词性)不定式,用于限定形容词适用的方面。前者意为“在致死上最为迅速”,后者意为“在得以缓解上绝非容易”。

  2. 1.6ἀθρόον μὲν εἰρῆσθαι

    完成时被动态不定式 εἰρῆσθαι 与副词性中性词 ἀθρόον 连用,构成插入语性质的绝对不定式(infinitive absolute),意为“总括而言/一言以蔽之”,用于修饰整个句子。

  3. 1.6διά Ῥηϊδίως στῆσαι

    复合动词 διαστῆσαι(撬开、分开)的前缀 διά 与动词 στῆσαι 分离,中间插入副词 Ῥηϊδίως,形成构词分离(tmesis)。在句法上等同于 Ῥηϊδίως διαστῆσαι,与前面的否定词 μηδέ 及后面的 δύνασθαι 连用,表示“不能容易地撬开”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg001.humanitext-grc2:1.6#1