← 阿莱泰乌斯

论急性疾病的病因和症状

§1.5

癫痫发作的前兆与发作全过程的身体症状

详尽记述癫痫发作的全过程,从先兆症状、抽搐时的躯体与面部畸变,到极期的窒息状态,以及通过排泄与吐沫而缓解后的极度衰竭与羞愧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.5

Κεφ. ε. περὶ Παροξυσμοῦ Ἐπιληπτικῶν. ἀμβλύτητες, ἴλιγγοι, τενόντων βάρεα, φλεβῶν ἐν τῷ τραχήλῳ πληρώσιες καὶ διατάσιες, ναυτία τε πολλὴ μὲν ἐπὶ σιτίοις, οὐχ ἥκιστα δὲ καὶ ἐπʼ ἀσιτίῃσι καὶ βληχρή· καὶ φλέγμα ἐμεῖται συχνόν· ἀποσιτίη καὶ ἀπεψίη ἐπὶ σμικροῖσι ἐδέσμασι· φυσώδεες, ἐπηρμένοι ὑποχόνδρια. τάδε μὲν οὖν διηνεκέα. Ἢν δὲ πλησίον ἤδη ᾖ τοῦ παροξυσμοῦ, κύκλῳ μαρμαρυγαὶ πρὸ τῆς ὄψιος πορφυρέων ἢ μελάνων, ἢ πάντων ὁμοῦ συμμεμιγμένων, ὡς δοκέειν τὴν ἐν οὐρανῷ τετανύσθαι ἶριν.1 ἦχοι ὤτων, βαρυοδμίη· ὀργίλοι, πικρόχολοι παραλόγως· κατέπεσον γοῦν τινες ὑπὸ προφάσιος, ἐξ ἀθυμίης· μετεξέτεροι δὲ Ῥεύματι ποταμοῦ ἀτενὲς ἐνιδόντες, ἢ τροχῷ δινευμένῳ, ἢ βέμβικι ἑλισσομένῃ· ἄλλοτε δὲ ὄσφρησις βαρεῶν ὀσμῶν κατέβαλε, ὥσπερ γαγάτου λίθου. τοῖσδε μὲν οὖν ἐν τῇ κεφαλῇ τὸ κακὸν ἐστηρίχθη τε, καὶ ἐντεῦθεν πημανθὲν ἄρχεται· μετεξετέροισι δὲ καὶ ἀπὸ τῶν πορρωτέρῳ τῆς κεφαλῆς νεύρων, ὁκόσα ξυμπαθέα τῇ ἀρχῇ γίγνεται. δάκτυλοι γοῦν μεγάλοι χειρῶν ἢ ποδῶν ξυνέλκονται, καὶ πόνος καὶ νάρκη καὶ τρόμος ἕπεται, καὶ ἐς κεφαλὴν τουτέων ἡ ὁρμὴ ἧκεν. ἢν ἕρπον τὸ κακὸν εἰς τὴν κεφαλὴν ἵκηται, πάταγος τουτέοισι γίγνεται ὡς ἀπὸ πληγῆς ἢ ξύλου, ἢ λίθου. καὶ ἐξαναστάντες ἐκδιηγεῦνται, ὡς ὑπό τευ ἐξ ἐπιβουλῆς παταχθέντες. ἥδε μέντοι ἀπάτη γίγνεται ὁκόσοισι τόδε πρῶτον τὸ κακὸν ξυνέπεσε· οἷς δὲ ξύνηθες τὸ πάθος, ἢν ἐπίῃ μὲν ἡ νοῦσος, ἐς δάκτυλον δὲ ἤδη ἀφίκηται, ἢ ἀπό τευ ἄρξηται, ξυνήθεας ἀρωγοὺς καλέουσι τοὺς παρεόντας, προγνώσι τοῦ μέλλοντος ὑπʼ ἐμπειρίης· διασφίγγειν τε καὶ ἀνακλάειν καὶ συντείνειν δέονται τὰ κατάρχοντα μέρεα· καὶ αὐτοὶ δὲ ἑωυτέοισιν ἕλκουσι τὰ μέρεα, ὅκωσπερ τὴν νοῦσον ἐξαιρούμενοι· καὶ σφέων ἡ τοιήδε ἐπικουρίη κοτὲ καὶ ἐς ἡμέρην τὴν σημασίην διώσατο. πολλοῖσι δὲ φόβος ἐστὶ ὡς ἐπιόντος θηρίου, ἢ σκιῆς φαντασίη, καὶ οὕτω κατέπεσον. ἐν δὲ τῇ σημασίῃ ἀναισθήτως μὲν κέεται ὥνθρωπος, χεῖρες δέ οἱ σπασμῷ ξυνέρχονται, σκέλεα οὐ διαπεπλιγμένα μοῦνον, ἀλλὰ τῇδε κἀκεῖσε βαλλόμενα αὐτοῖς ἀπὸ τῶν τενόντων. ἐσφαγμένοισι ταύροισι ἥδε ἰκέλη ἡ ξυμφορή· αὐχὴν ἀγκύλος, κεφαλὴ ποικίλως διάστροφος· ἄλλοτε μὲν γὰρ ἐς τὸ πρηνὲς τοξοῦται, εὖτε ἐς τὸ στέρνον ἡ γένυς ἐρείδει, ἄλλοτε δὲ ἐς τὸ μετάφρενον ἀνακλᾶται, ὅκως τοῖς ἀπὸ τῆς κόμης ἑλκομένοισι βίῃ,2 εὖτε ἔνθα ἢ ἔνθα ἐπὶ τοὺς ὤμους ἱζάνει. χάσκουσι μέγα, στόμα ξηρὸν, γλῶσσα προμήκης, ὡς καὶ κίνδυνον τρώματος μεγάλου γίγνεσθαι, ἢ ἀποτομῆς, εἴ κοτε σπασμῷ ξυνερείσουσιν οἱ ὀδόντες. ὀφθαλμοὶ ἐνδεδινημένοι, βλέφαρα τὰ πολλὰ διέχοντα ξὺν παλμῷ· ἢν δὲ ἐπιμύσαι κοτὲ ἐθέλοιεν, οὐ ξυμβάλλουσι τὰ βλέφαρα, ὡς καὶ τὰ λευκὰ ὁρῆσθαι ἐξ ὑποφάσιος. ὀφρύες ἄλλοτε μὲν ἐς τὸ μεσόφρυον ἀνειμέναι, ὅκως τοῖς χαλεπαίνουσι, ἄλλοτε δὲ ἐς τοὺς κροτάφους ἀπηγμέναι, πολλόν τι μᾶλλον, ὡς τὸ δέρμα περὶ τὸ μέτωπον σφόδρα περιτετάσθαι καὶ τὰς τοῦ μεσοφρύου Ῥυτίδας ἐξαληλίφθαι· μῆλα ἐρυθρὰ, παλλόμενα· χείλεα, κοτὲ μὲν ἄμφω ἐς ὀξὺ μεμυκότα, ἄλλοτε δὲ ἐς τὰ πλάγια ἀπηγμένα, εὖτε τοῖσι ὀδοῦσι περιτείνεται, τοῖσι μειδιῶσι ὁμοίως. ἐν αὔξῃ δὲ τοῦ κακοῦ καὶ πελιδνότης τοῦ προσώπου προσγίγνεται, ἀγγείων τῶν ἐν τῷ αὐχένι διάτασις, ὡς ἐν πνιγὶ ἀφωνίη, ἀναισθησίη, καὶ εἰ μέγα ἐμβοῇς· μυγμὸς δὲ καὶ στεναγμὸς ἡ φωνὴ, καὶ ἡ ἀναπνοὴ πνὶξ, ὡς ἀπαγχομένῳ· σφυγμοὶ σφοδροὶ καὶ ταχέες, καὶ σμικροὶ ἐν τῇσι ἀρχῇσι· μεγάλοι δὲ καὶ βραδέες καὶ νωθροὶ ἐπὶ τῷ τέλει, ἄτακτοι δὲ ἐς τὸ ξύνολον· αἰδοίων ξύντασις. τάδε μὲν οὖν ἐς τέλος τῆς σημασίης πάσχουσι. ἢν δὲ ἐς ἄφεσιν ἀφικνέωνται τοῦ κακοῦ, οὖρα αὐτόματα, κοιλίης περίπλυσις· μετεξετέροισι δὲ καὶ γονῆς ἀπόκρισις τῇ θλίψι καὶ πιέσι τῶν ἀγγείων, ἢ γαργαλισμῷ τοῦ πόνου, καὶ ὑγρασίης προκλήσι. γίγνονται γὰρ ἐν νεύροισι πόνοι καὶ τοῖσδε. στόμα δίυγρον, φλέγμα πολλὸν, παχὺ καὶ ψυχρὸν, καὶ εἰ ἕλκοις αὐτὸ, ἐπὶ μᾶλλον ἂν πλῆθος αὐτέου μηρύσαιο. ἢν δὲ χρόνῳ μακρῷ καὶ πόνῳ πολλῷ βρασθῇ μὲν τὰ ἔνδον τοῦ θώρηκος, πνεῦμα δὲ ἐγκατειρχθὲν τὰ πάντα σείσῃ, σπασμὸς δὲ καὶ τάραχος τῶν αὐτέων ἔῃ, κλύδων δὲ ὑγρῶν ἀναπλέῃ ἐς τὰς διαπνοὰς, στόμα καὶ Ῥῖνα, σὺν ὑγρῷ δὲ τὸ πνεῦμα, ἄνεσις δὴ τῆς πρόσθεν πνίξιος ἁπάντων ἔοικε.3 ἀφρὸν δὲ ἀποπτύουσι ὥσπερ ἐπὶ τοῖσι μεγάλοισι πνεύμασι ἡ θάλασσα τὴν ἄχνην· εὖτε καὶ ἐξανίστανται δῆθεν ὡς τελευτήσαντος τοῦ κακοῦ· ἐπὶ δὲ τῇ ἀποπαύσι νωθροὶ τὰ μέλεα τὰ πρῶτα, καρηβαρικοὶ, διαλελυμένοι, πάρετοι, ὠχροὶ, δύσθυμοι, κατηφέες, καμάτῳ καὶ αἰσχύνῃ τοῦ δεινοῦ.

第五章论癫痫病人的发作 出现视力减退、眩晕、肌腱沉重、颈部静脉充盈与扩张,饭后剧烈的恶心,以及空腹时亦绝不少见且微弱的恶心,频繁呕吐痰涎,微量食物便引起厌食与消化不良,腹胀气,季肋部膨满。这些确实是持续不断的症状。 若已临近发作,眼前便有紫光或黑光、或诸色杂陈的光芒旋绕,以致宛若天空中的彩虹舒展开来。耳鸣,嗅及恶臭;毫无道理地易怒、暴躁;有些人确实因某种诱因、由于沮丧而跌倒;另一些人则因凝视河水奔流,或旋转的轮子,或旋转的陀螺而倒下;而在其他时候,闻到沉重的气味,如黑玉石的气味,便使人倒下。因此,在这些人身上,疾患确立于头部,并自彼处受损而起始;但在另一些人身上,它亦始于距头部更远的神经,凡与起点同感者皆然。实际上,手的大拇指或脚的大趾发生抽搐,痛感、麻木与战栗随之而来,这些冲力直冲头部。若那蠕动的疾患到达头部,他们便如受木石重击般产生一声轰鸣;起身之后,他们便详细叙述,宛如被人蓄意击中一般。然而,这种幻觉发生在初次罹患此疾者身上;至于对此疾已习惯的人,若疾病发作且已达手指,或从某处起始,便凭经验对将至之事的预知,呼唤在场的熟人作为救助者;他们请求将起始的部位紧紧勒住、扳转并拉直;他们自己亦牵拉自身的肢体,宛如要将疾病拔除一般;而他们这种相助,有时甚至能将发作推迟一天。然而对许多人而言,存在宛如猛兽袭来般的恐惧,或阴影的幻象,他们便如此跌倒。 在发作期间,人毫无知觉地躺着,双手因痉挛而紧握,他们的双腿不仅张开,且被肌腱甩向各处。此种灾难宛如被屠宰的公牛:颈部弯曲,头部呈各种扭曲;盖时而向前弓曲,当颌部压向胸部时;时而向后脊屈折,宛若被人用力揪住头发者,此时便倒向这一侧或那一侧的肩膀。他们张大嘴巴,口干,舌伸长,以致若牙齿因痉挛而咬合,便有造成巨大创伤或咬断的危险。眼球转动,眼睑多伴随抽搐而张开;若他们有时想闭上眼睛,眼睑却合不拢,以致白眼球自缝隙中露出。眉毛时而向眉间松弛聚拢,宛若发怒之人,时而向太阳穴极度拉开,以致额部皮肤被极度紧绷,眉间的皱纹被抹平;双颊发红而悸动;双唇时而双双紧闭呈尖状,时而向两侧拉开,此时紧绷在牙齿周围,与微笑之人相似。 在疾患的高峰期,面部更添青紫,颈部血管扩张,如窒息般失语,纵然大声呼喊亦毫无知觉;声音呈哼声与呻吟,呼吸如受绞刑者般窒息;脉搏初起时剧烈、急速且细小,临近终了时则宏大、迟缓且迟钝,总括而言是紊乱的;阴茎持续勃起。这些便是他们直至发作结束所遭受的痛苦。 若他们到达疾患的缓解期,便会不自主地排尿,肠道剧烈排泄;在另一些人身上,由于血管的受压与紧逼,或因痛苦的刺激及体液的诱发,亦会排泄精液;盖在这些神经中亦会产生痛苦。口中极度湿润,痰涎稠厚而冰冷且量多,若将其牵引出来,更会纺出极多的量。若历经漫长时间与极大痛苦之后,胸腔内部翻腾,内闭之气震动一切,各部位发生痉挛与骚动,体液的狂潮涌入呼吸道——即口与鼻,气息随体液而出,这确实宛若此前一切窒息的解脱。他们吐出泡沫,正如大风中的大海喷吐浪沫一般;此时他们亦宛如疾患已告终结般站立起来;然而在停歇之时,他们起初四肢迟钝,头重,虚脱,瘫软,面色苍白,沮丧,垂头丧气,因剧烈折磨之疲惫与羞愧而颓唐。

语法注3 条
  1. 1.5ὡς δοκέειν τὴν ἐν οὐρανῷ τετανύσθαι ἶριν

    由 ὡς 引导不定式 δοκέειν 的结果从句(功能等同于 ὥστε 搭配不定式)。这是伊奥尼亚方言散文中以 ὡς 代替 ὥστε 引导表示结果的不定式从句的典型用法。不定式 δοκέειν 既可作非人称理解(“以致看似……”),亦可承前以 μαρμαρυγαί 为隐含主语。

  2. 1.5ὅκως τοῖς ἀπὸ τῆς κόμης ἑλκομένοισι βίῃ

    由 ὅκως 引导的比较从句,其谓语被省略,仅保留与被修饰状态相符的与格分词短语 τοῖς... ἑλκομένοισι(“宛若在被抓着头发拉扯的人身上那样”)。此简略比较结构生动地限定了前述头部向后脊反折的样态。

  3. 1.5ἄνεσις δὴ τῆς πρόσθεν πνίξιος ἁπάντων ἔοικε

    归结句的核心结构,呼应前面漫长的条件从句(ἢν δὲ... βρασθῇ μὲν... σείσῃ... ἔῃ... ἀναπλέῃ...)。动词 ἔοικε(“看似/仿佛”)以名词 ἄνεσις(“缓解/解脱”)为主语。ἁπάντων 既可修饰 πνίξιος 作中性复数属格(“此前一切的窒息”),亦可作阳性复数属格(“对所有人而言”),依上下文以前者为优。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0719.tlg001.humanitext-grc2:1.5