← 尼西亚的帕尔塞尼乌斯

爱情故事集

§36.1-36.6

珀索斯与阿尔干托涅的结合与死亡

珀索斯假托同样厌恶世俗,巧妙追求隐居狩猎的阿尔干托涅并娶其为妻,后来他不顾妻子的挽留前往特洛伊参战战死,阿尔干托涅极度悲伤,在他们初遇的河畔死去。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36.1

Λέγεται δὲ καὶ Ῥῆσον, πρὶν ἐς Τροίαν ἐπίκουρον ἐλθεῖν, ἐπὶ πολλὴν γῆν ἰέναι προσαγόμενόν τε καὶ δασμὸν ἐπιτιθέντα. Ἔνθα δὴ καὶ εἰς Κίον ἀφικέσθαι κατὰ κλέος γυναικὸς καλῆς· Ἀργανθώνη αὐτῇ ὄνομα.

据说勒索斯在作为援军前往特洛伊之前,也曾巡行许多土地,予以征服并课以贡赋。当时他也因一位美貌女子的声名而来到喀俄斯;她的名字叫阿尔干托涅。

§36.2

Αὕτη τὴν μὲν κατ’ οἶκον δίαιταν καὶ μονὴν ἀπεστύγει, ἀθροισαμένη δὲ κύνας πολλοὺς ἐθήρευεν οὐ μάλα τινὰ προσιεμένη. Ἐλθὼν οὖν ὁ Ῥῆσος εἰς τόνδε τὸν χῶρον βίᾳ μὲν αὐτὴν οὐκ ἦγεν, ἔφη δὲ θέλειν αὐτῇ συγκυνηγεῖν· καὶ αὐτὸς γὰρ ὁμοίως ἐκείνῃ τὴν πρὸς ἀνθρώπους ὁμιλίαν ἐχθαίρειν· ἡ δὲ ταῦτα λέξαντος ἐκείνου κατῄνεσε πειθομένη αὐτὸν ἀληθῆ λέγειν.

她深恶居家生活与安居度日,聚集了许多猎犬进行打猎,几乎不容许任何人接近。珀索斯来到此地,并未强行掳掠她,而是声称愿与她一同狩猎;因为他说自己也正如她一样,厌恶与人类交际。听了他说的这些话,她相信他说的是实话,便应允了下来。

§36.3

Χρόνου δὲ πολλοῦ διαγενομένου εἰς πολὺν ἔρωτα παραγίνεται τοῦ Ῥήσου· καὶ τὸ μὲν πρῶτον ἡσυχάζει αἰδοῖ κατεχομένη· ἐπειδὴ δὲ σφοδρότερον ἐγίνετο τὸ πάθος, ἀπετόλμησεν εἰς λόγους ἐλθεῖν αὐτῷ, καὶ οὕτως ἐθέλων αὐτὴν ἐκεῖνος ἠγάγετο γυναῖκα.

历经长久岁月之后,她对珀索斯产生了极其热烈的爱恋。起初由于羞怯的束缚,她保持沉默;及至这股激情变得愈发猛烈,她便鼓起勇气与他倾谈,于是他也满心欣喜地娶她为妻。

§36.4

Ὕστερον δέ, πολέμου γενομένου τοῖς Τρωσί, μετῄεσαν αὐτὸν οἱ βασιλεῖς ἐπίκουρον· ἡ δὲ Ἀργανθώνη, εἴτε καὶ δι’ ἔρωτα, ὃς πολὺς ὑπῆν αὐτῇ, εἴτε καὶ ἄλλως καταμαντευομένη τὸ μέλλον, βαδίζειν αὐτὸν οὐκ εἴα.1

后来特洛伊人爆发战争,诸王便前来请他去作援军;然而阿尔干托涅或是出于内心深沉的爱意,或是另因预占到了未来,不肯容他前去。

§36.5

Ῥῆσος δὲ μάλα κακιζόμενος ἐπὶ μονῇ2 οὐκ ἠνέσχετο, ἀλλὰ ἦλθεν εἰς Τροίαν καὶ μαχόμενος ἐπὶ ποταμῷ τῷ νῦν ἀπ’ ἐκείνου Ῥήσῳ καλουμένῳ, πληγεὶς ὑπὸ Διομήδους ἀποθνήσκει.

但珀索斯无法忍受因留守而被斥为极其懦弱,遂奔赴特洛伊,在如今以他命名的珀索斯河畔战斗,被狄俄墨得斯击中身亡。

§36.6

Ἡ δὲ ὡς ᾔσθετο τεθνηκότος αὐτοῦ,3 αὖτις ἀπεχώρησεν εἰς τὸν τόπον, ἔνθα ἐμίγη πρῶτον αὐτῷ, καὶ περὶ αὐτὸν ἀλωμένη θαμὰ ἐβόα τοὔνομα τοῦ Ῥήσου· τέλος δὲ σῖγα τῷ ποταμῷ προσημένη διὰ λύπην ἐξ ἀνθρώπων ἀπηλλάγη.4 Παρθενίου Νικαέως περὶ ἐρωτικῶν παθημάτων τέλος

当她得知他已阵亡,便再次退回最初与他结合的地方,在四周游荡,频频呼喊珀索斯的名字;最终,她默默地坐在河畔,因悲痛而离弃了人世。尼西亚的帕耳忒尼俄斯《恋情集》终

语法注4 条
  1. 36.4βαδίζειν αὐτὸν οὐκ εἴα

    带有否定词的未完成过去时 οὐκ εἴα(源自 ἐάω)表示意图性拒绝或阻拦(“不容许他前去”),体现出她对珀索斯出发的持续阻止。

  2. 36.5κακιζόμενος ἐπὶ μονῇ

    κακιζόμενος 取为被动分词,意为“被责难为懦夫”(而非中动态的“自愧软弱”),介词短语 ἐπὶ μονῇ 表原因(“因滞留留守”),这契合前文特洛伊诸王前来征召援军的舆论压力背景。

  3. 36.6ᾔσθετο τεθνηκότος αὐτοῦ

    知觉动词 αἰσθάνομαι 在表示察知某一事实时,接“属格+分词”结构(τεθνηκότος αὐτοῦ)作为补足语,意为“察知他已经死亡”。

  4. 36.6ἐξ ἀνθρώπων ἀπηλλάγη

    动词 ἀπαλλάττομαι(此处用被动过去时 ἀπηλλάγη,具不及物意义)与介词短语 ἐξ ἀνθρώπων 连用,字面意为“从人群中离去”,是表示“离开人世/死去”的委婉习语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0655.tlg001.humanitext-grc2:36.1-36.6