← 尼西亚的帕尔塞尼乌斯

爱情故事集

§35.1-35.4

尤利墨涅被献祭与吕卡斯托斯之死

屈冬之女尤利墨涅被神谕抽中为祭品,情人吕卡斯托斯虽告发其怀孕以求免死,她仍被诛杀,未婚夫阿普忒罗斯随后刺杀吕卡斯托斯并出逃。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§35.1

Ἐν δὲ Κρήτῃ ἠράσθη Λύκαστος τῆς Κύδωνος θυγατρὸς Εὐλιμένης, ἣν ὁ πατὴρ Ἀπτέρῳ καθωμολόγητο πρωτεύοντι τότε Κρητῶν· ταύτῃ κρύφα συνὼν ἐλελήθει.1 Ὡς δὲ τῶν Κρητικῶν τινες πόλεων ἐπισυνέστησαν Κύδωνι καὶ πολὺ περιῆσαν, πέμπει τοὺς πευσομένους εἰς θεοῦ,2 ὅ τι ἂν ποιῶν κρατήσειεν3 τῶν πολεμίων.

在克里特,吕卡斯托斯爱上了屈冬的女儿尤利墨涅;其父此前已将她许配给当时在克里特人中居首位的阿普忒罗斯,但吕卡斯托斯却背地里与她暗通款曲而不为人知。及至克里特的某些城邦联合起来抗击屈冬并大占优势时,屈冬便派遣使者前往神庙请示,看做何事才能战胜敌人。

§35.2

Καὶ αὐτῷ θεσπίζεται τοῖς ἐγχωρίοις ἥρωσι σφαγιάσαι παρθένον. Ἀκούσας δὲ τοῦ χρηστηρίου Κύδων διεκλήρου τὰς παρθένους πάσας, καὶ κατὰ δαίμονα ἡ θυγάτηρ λαγχάνει.

神谕降示于他,命他向本地的英雄们献祭一名处女。屈冬听从了神谕,让所有的少女抓阄,而在神意的驱使下抽中了其女。

§35.3

Λύκαστος δὲ δείσας περὶ αὐτῆς μηνύει τὴν φθορὰν καὶ ὡς ἐκ πολλοῦ χρόνου συνείη αὐτῇ· ὁ δὲ πολὺς ὅμιλος πολὺ μᾶλλον ἐδικαίου αὐτὴν τεθνάναι.

吕卡斯托斯因担忧她的性命,便揭发了她的失贞,坦白自己与她交好已久;然而众人却格外认为应当将她处死。

§35.4

Ἐπειδὴ δὲ ἐσφαγιάσθη, ὁ Κύδων τὸν ἱερέα κελεύει αὐτῆς διατεμεῖν τὸ ἐπομφάλιον, καὶ οὕτως εὑρέθη ἔγκυος. Ἄπτερος δὲ δόξας ὑπὸ Λυκάστου δεινὰ πεπονθέναι λοχήσας αὐτὸν ἀνεῖλε καὶ διὰ ταύτην τὴν αἰτίαν ἔφυγε πρὸς Ξάνθον εἰς Τέρμερα.

当她被献祭后,屈冬命祭司剖开她的下腹,由此发现她怀有身孕。阿普忒罗斯认为自己在吕卡斯托斯手中遭受了奇耻大辱,遂设伏将其杀死,并因这一缘由逃亡至忒耳墨拉的克珊托斯处。

语法注3 条
  1. 35.1συνὼν ἐλελήθει

    λανθάνω 的过去完成时(ἐλελήθει)与补充分词(συνών)连用的惯用句式,意为“背地里行某事而不为人知”,表示吕卡斯托斯与她幽会之事在当时并未被旁人察觉。

  2. 35.1εἰς θεοῦ

    介词 εἰς 后接所属格 θεοῦ 的惯用省略表达,省略了受词 ἱερόν 或 οἶκον(“圣所”或“神庙”),意为“前往神(的殿宇/神谕所)”。

  3. 35.1ὅ τι ἂν ποιῶν κρατήσειεν

    间接疑问句中保留了直接引语里的潜能希求法加 ἄν(即 τί ἂν ποιῶν κρατήσαιμι; “做什么才能克敌制胜”)。现在分词 ποιῶν 带有条件状语色彩(“通过做什么”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0655.tlg001.humanitext-grc2:35.1-35.4