- 底本
- Parthenius. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0655.tlg001.humanitext-grc2:27.1-27.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿尔喀诺厄招致雅典娜的愤怒,与客人克珊托斯私奔,却在航程中途因悔恨投海自尽。
Ἔχει δὲ λόγος καὶ Ἀλκινόην, τὴν Πολύβου μὲν τοῦ Κορινθίου θυγατέρα, γυναῖκα δὲ Ἀμφιλόχου τοῦ Δρύαντος, κατὰ μῆνιν Ἀθηνᾶς ἐπιμανῆναι ξένῳ Σαμίῳ·
传说科林斯人波吕玻斯之女、德律阿斯之子安菲罗科斯之妻阿尔喀诺厄,也因雅典娜的愤怒而狂热地恋慕上一位萨摩斯客人。
Ξάνθος αὐτῷ ὄνομα. Ἐπὶ μισθῷ γὰρ αὐτὴν ἀγαγομένην χερνῆτιν γυναῖκα Νικάνδρην καὶ ἐργασαμένην ἐνιαυτὸν ὕστερον ἐκ τῶν οἰκίων ἐλάσαι, μὴ ἐντελῆ τὸν μισθὸν ἀποδοῦσαν·1 τὴν δὲ ἀράσασθαι πολλὰ Ἀθηνᾷ τίσασθαι αὐτὴν2 ἀντ’ ἀδίκου στερήσεως· ὅθεν εἰς τοσοῦτον ἐλθεῖν, ὥστε ἀπολιπεῖν οἶκόν τε καὶ παῖδας ἤδη γεγονότας, συνεκπλεῦσαί τε τῷ Ξάνθῳ·
其名叫克珊托斯。原来,她曾出资雇佣女工尼坎德烈,在对方劳作满一年后,却未如数付给报酬就将她逐出家门。于是尼坎德烈向雅典娜恳切祈求,愿女神为这不公的盘剥惩罚她。由此,阿尔喀诺厄陷入如此境地,竟抛弃家室与已有的儿女,同克珊托斯一同泛海而去。
γενομένην δὲ κατὰ μέσον πόρον ἔννοιαν λαβεῖν τῶν εἰργασμένων, καὶ αὐτίκα πολλά τε δάκρυα προΐεσθαι καὶ ἀνακαλεῖν ὁτὲ μὲν ἄνδρα κουρίδιον, ὁτὲ δὲ τοὺς παῖδας· τέλος δὲ πολλὰ τοῦ Ξάνθου παρηγοροῦντος καὶ φαμένου γυναῖκα ἕξειν, μὴ πειθομένην ῥῖψαι ἑαυτὴν εἰς θάλασσαν.
然而行至航程中途,她意识到自己的所作所为,顿时泪如雨下,时而呼唤结发之夫,时而呼唤儿女;最后,尽管克珊托斯极力劝慰,并声称要娶她为妻,她却不为所动,纵身投海自尽。
- 27.2Ἐπὶ μισθῷ γὰρ αὐτὴν ἀγαγομένην χερνῆτιν γυναῖκα Νικάνδρην καὶ ἐργασαμένην ἐνιαυτὸν ὕστερον ἐκ τῶν οἰκίων ἐλάσαι, μὴ ἐντελῆ τὸν μισθὸν ἀποδοῦσαν
此句承接篇首 ἔχει δὲ λόγος 所引出的间接引语(“宾格加不定式”结构)。不定式 ἐλάσαι 的主语是宾格代词 αὐτήν(指阿尔喀诺厄),由分词 ἀγαγομένην 与 ἀποδοῦσαν 修饰。其间插入的 χερνῆτιν γυναῖκα Νικάνδρην καὶ ἐργασαμένην 是 ἐλάσαι 的宾语成分,分词 ἐργασαμένην 修饰的是宾语尼坎德烈(即工作了一年的是女工,而非雇主阿尔喀诺厄)。
- 27.2ἀράσασθαι πολλὰ Ἀθηνᾷ τίσασθαι αὐτὴν
不定式 τίσασθαι 依附于 ἀράσασθαι(祈求),表达祈愿的具体内容。该不定式的动作主体是与格神名 Ἀθηνᾷ,宾格 αὐτήν 则指阿尔喀诺厄(即“祈求雅典娜惩罚她”)。
