← 尼西亚的帕尔塞尼乌斯

爱情故事集

§26.1-26.4

特兰贝洛斯害死阿普里阿忒与战死

忒拉蒙之子特兰贝洛斯因求欢遭拒而将阿普里阿忒抛入海中致其溺毙,后来他在莱斯博斯岛与阿喀琉斯交战身亡,阿喀琉斯得知其身世后在海边为他筑冢哀悼。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26.1

Ἐν Λέσβῳ παιδὸς Ἀπριάτης Τράμβηλος ὁ Τελαμῶνος ἐρασθεὶς πολλὰ ἐποιεῖτο εἰς τὸ προσαγαγέσθαι τὴν κόρην· ὡς δὲ ἐκείνη οὐ πάνυ ἐνεδίδου, ἐνενοεῖτο δόλῳ καὶ ἀπάτῃ περιγενέσθαι αὐτῆς. Πορευομένην οὖν ποτε σὺν θεραπαινιδίοις ἐπί τι τῶν πατρῴων χωρίων, ὃ πλησίον τῆς θαλάσσης ἔκειτο, λοχήσας εἷλεν.

在莱斯博斯岛,忒拉蒙之子特兰贝洛斯爱上了少女阿普里阿忒,千方百计想要赢得这姑娘的芳心;但由于她坚决不从,他便企图以诡计和欺骗来制服她。于是有一次,当她带着侍女们前往父亲临海的一处庄园时,他设伏捕获了她。

§26.2

Ὡς δὲ ἐκείνη πολὺ μᾶλλον ἀπεμάχετο περὶ τῆς παρθενίας, ὀργισθεὶς Τράμβηλος ἔρριψεν αὐτὴν εἰς τὴν θάλασσαν· ἐτύγχανεν δὲ ἀγχιβαθὴς οὖσα.1 Καὶ ἡ μὲν ἄρα οὕτως ἀπολώλει· τινὲς μέντοι ἔφασαν διωκομένην ἑαυτὴν ῥῖψαι.

然而,由于她为了保全贞操更加激烈地抗争,特兰贝洛斯恼羞成怒,将她投入海中;那里的海水恰好近岸即深。于是她便这般丧了命;不过也有人说,她是在被追赶时自己跳入海中的。

§26.3

Τράμβηλον δὲ οὐ πολὺ μετέπειτα τίσις ἐλάμβανεν ἐκ θεῶν· ἐπειδὴ γὰρ Ἀχιλλεὺς ἐκ τῆς Λέσβου πολλὴν λείαν ἀποτεμόμενος ἤγαγεν, οὗτος, ἐπαγαγομένων αὐτὸν τῶν ἐγχωρίων βοηθόν, συνίσταται αὐτῷ.

不久之后,神明的惩罚降临在特兰贝洛斯身上。原来,当阿喀琉斯从莱斯博斯岛掠得大量战利品押运离去时,当地人请来特兰贝洛斯作为救兵,他便与阿喀琉斯交战。

§26.4

Ἔνθα δὴ πληγεὶς εἰς τὰ στέρνα παραχρῆμα πίπτει· ἀγάμενος δὲ τῆς ἀλκῆς αὐτὸν2 Ἀχιλλεὺς ἔτι ἔμπνουν ἀνέκρινεν ὅστις τε ἦν καὶ ὁπόθεν· ἐπεὶ δὲ ἔγνω παῖδα Τελαμῶνος ὄντα, πολλὰ κατοδυράμενος ἐπὶ τῆς ἠιόνος μέγα χῶμα ἔχωσε. Τοῦτο ἔτι νῦν ἡρῷον Τραμβήλου καλεῖται.

就在那里,他胸部中击,立即倒地。阿喀琉斯钦佩他的英勇,趁他尚存一息之际,盘问他是何人、来自何方;当得知他是忒拉蒙之子时,阿喀琉斯极度悲恸,在海岸上为他筑起一座巨大的土冢。这处古迹至今仍被称为“特兰贝洛斯英雄冢”。

语法注2 条
  1. 26.2ἀγχιβαθὴς οὖσα

    作动词 ἐτύγχανεν 的补充性分词。其省略的主语承前指代 εἰς τὴν θάλασσαν 中的“海(ἡ θάλασσα)”,意为“水在岸边就很深”,描述抛投之处的地势险恶,而非修饰少女本人。

  2. 26.4ἀγάμενος δὲ τῆς ἀλκῆς αὐτὸν

    动词 ἄγαμαι 兼带双重支配成分:被赞赏的人物作宾格(αὐτόν),而受赞赏的品质或原因作属格(τῆς ἀλκῆς,“因其勇武”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0655.tlg001.humanitext-grc2:26.1-26.4