- 底本
- Parthenius. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0655.tlg001.humanitext-grc2:1.1-1.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
吕耳克斯奉命寻找伊俄未果,遂定居卡乌诺斯;他在求得求子神谕归途中遭斯塔费洛斯设计,与赫米忒亚同宿生子。历经与岳父埃癸阿罗斯的内战后,吕耳克斯认领了前来寻亲的成年之子巴西洛斯,并立其为领袖。
Ἁρπασθείσης Ἰοῦς τῆς Ἀργείας ὑπὸ λῃστῶν, ὁ πατὴρ αὐτῆς Ἴναχος μαστῆράς τε καὶ ἐρευνητὰς ἄλλους καθῆκεν, ἐν δὲ αὐτοῖς Λύρκον τὸν Φορωνέως, ὃς μάλα πολλὴν γῆν ἐπιδραμὼν καὶ πολλὴν θάλασσαν περαιωθείς, τέλος, ὡς οὐχ εὕρισκεν, ἀπεῖπε τὸν κάματον· καὶ εἰς μὲν Ἄργος δεδοικὼς τὸν Ἴναχον οὐ μάλα τι κατῄει, ἀφικόμενος δὲ εἰς Καῦνον πρὸς Αἰγιαλὸν γαμεῖ αὐτοῦ τὴν θυγατέρα Εἱλεβίην· ἔφασαν γὰρ τὴν κόρην ἰδοῦσαν τὸν Λύρκον εἰς ἔρωτα ἐλθεῖν καὶ πολλὰ τοῦ πατρὸς δεηθῆναι κατασχεῖν αὐτόν· ὁ δὲ τῆς τε βασιλείας μοῖραν οὐκ ἐλαχίστην ἀποδασάμενος καὶ τῶν λοιπῶν ὑπαργμάτων γαμβρὸν εἶχεν.
当阿尔戈斯的伊俄被盗匪拐走时,她的父亲伊那科斯派出了寻找者和其他搜查之人,福罗纽斯之子吕耳克斯亦在其中。在踏遍广袤的大地、渡过无垠的大海之后,吕耳克斯终因未能寻获她而放弃了辛劳。因畏惧伊那科斯,他全无返回阿尔戈斯之意,反而前往卡乌诺斯来到埃癸阿罗斯处,娶了后者的女儿希勒比娅;据说这是因为少女一见吕耳克斯便坠入爱河,恳求父亲将他留住。埃癸阿罗斯分给他王国不小的份额以及其余财产,留他为婿。
Χρόνου δὲ πολλοῦ προϊόντος ὡς τῷ Λύρκῳ παῖδες οὐκ ἐγίνοντο, ἦλθεν εἰς Διδυμέως χρησόμενος περὶ γονῆς τέκνων· καὶ αὐτῷ θεσπίζει ὁ θεὸς παῖδας φύσειν, ᾗ ἂν ἐκ τοῦ ναοῦ χωρισθεὶς πρώτῃ συγγένηται·1 ὁ δὲ μάλα γεγηθὼς ἠπείγετο πρὸς τὴν γυναῖκα πειθόμενος κατὰ νοῦν αὐτῷ χωρήσειν τὸ μαντεῖον.
过了很久,因吕耳克斯膝下无子,他便前往狄狄玛求神谕,询问生育子嗣之事。神明向他预言,他自神殿离开后与哪一位女子最初交合,便将与她生下儿女。他大为欢喜,急忙赶往妻子身边,深信神谕定会如其心愿实现。
Ἐπεὶ δὲ πλέων ἀφίκετο ἐς Βύβασσον πρὸς Στάφυλον τὸν Διονύσου, μάλα φιλοφρόνως ἐκεῖνος αὐτὸν ὑποδεχόμενος εἰς πολὺν οἶνον προυτρέψατο, κἀπειδὴ πολλῇ μέθῃ παρεῖτο, συγκατέκλινεν αὐτῷ Ἡμιθέαν τὴν θυγατέρα. Ταῦτα δὲ ἐποίει προπεπυσμένος τὸ τοῦ χρηστηρίου καὶ βουλόμενος ἐκ ταύτης αὐτῷ παῖδας γενέσθαι.
然而,当他乘船来到比巴索斯的狄奥尼索斯之子斯塔费洛斯处时,后者极为殷勤地款待他,劝他畅饮美酒;待他陷入大醉、不省人事之际,斯塔费洛斯便让自己的女儿赫米忒亚与他同榻而卧。斯塔费洛斯之所以这样做,是因为他事先探知了神谕的内容,渴望能借吕耳克斯让女儿生下子嗣。
δι’ ἔριδος μέντοι ἐγένοντο Ῥοιώ τε καὶ Ἡμιθέα αἱ τοῦ Σταφύλου τίς αὐτῶν μιχθείη τῷ ξένῳ·2 τοσοῦτος ἀμφοτέρας κατέσχε πόθος. Λύρκος δὲ ἐπιγνοὺς τῇ ὑστεραίᾳ οἷα ἐδεδράκει τὴν Ἡμιθέαν ὁρῶν συγκατακεκλιμένην ἐδυσφόρει τε καὶ πολλὰ κατεμέμφετο τὸν Στάφυλον, ὡς ἀπατεῶνα γενόμενον αὐτοῦ· ὕστερον δέ, μηδὲν ἔχων ὅ τι ποιῇ,3 περιελόμενος τὴν ζώνην δίδωσι τῇ κόρῃ κελεύων ἡβήσαντι τῷ παιδὶ φυλάττειν, ὅπως ἔχῃ γνώρισμα, ὁπόταν ἀφίκοιτο πρὸς τὸν πατέρα αὑτοῦ εἰς Καῦνον, καὶ ἐξέπλευσεν.
然而,斯塔费洛斯的两个女儿罗伊俄和赫米忒亚之间却为了谁能与客人同房而发生争执;二人竟被如此强烈的欲望所占据。翌日,吕耳克斯见赫米忒亚睡在身旁,省悟到自己所行之事,极度懊恼并痛斥斯塔费洛斯对他施加欺骗。但此后,因无计可施,他解下自己的腰带赠予少女,嘱咐她为成年后的孩子妥善保管,以便他日后前往卡乌诺斯寻父时作为相认的信物;随后他便扬帆启程。
Αἰγιαλὸς δὲ ὡς ᾔσθετο τά τε κατὰ τὸ χρηστήριον καὶ τὴν Ἡμιθέαν, ἤλαυνεν τῆς γῆς αὐτόν. Ἔνθα δὴ μάχη συνεχὴς ἦν τοῖς τε τῷ Λύρκῳ προσθεμένοις καὶ τοῖς τὰ Αἰγιαλοῦ φρονοῦσι· μάλιστα δὲ συνεργὸς ἐγίνετο Εἱλεβίη· οὐ γὰρ ἀπεῖπεν τὸν Λύρκον.
埃癸阿罗斯得知了神谕及赫米忒亚之事,便欲将他逐出国境。于是,归附吕耳克斯者与拥护埃癸阿罗斯者之间爆发了持久的战事。在此期间希勒比娅成为了他最有力的相助者,因为她并未背弃吕耳克斯。
Μετὰ δὲ ταῦτα ἀνδρωθεὶς ὁ ἐξ Ἡμιθέας καὶ Λύρκου ʽΒασίλος αὐτῷ ὄνομἀ ἦλθεν εἰς τὴν Καυνίαν, καὶ αὐτὸν γνωρίσας ὁ Λύρκος ἤδη γηραιὸς ὢν ἡγεμόνα καθίστησι τῶν σφετέρων λαῶν.
此后,赫米忒亚与吕耳克斯所生之子(其名为巴西洛斯)长大成人,来到了卡乌诺斯地区;此时已年老的吕耳克斯认出了他,立他为本部民众的首领。
- 1.2παῖδας φύσειν, ᾗ ἂν ἐκ τοῦ ναοῦ χωρισθεὶς πρώτῃ συγγένηται
在间接引语中,不定式 φύσειν 在语境中省略了作主语的宾格代词 αὐτόν(吕耳克斯),且作及物动词使用,以 παῖδας 为宾语(意为“生养子嗣”)。关系从句 ᾗ ἂν ... πρώτῃ συγγένηται 中省略了与格阴性单数先行词(ταύτῃ),配合虚拟式 συγγένηται 与小词 ἄν 构成对未来一般情况的假定(“与离殿后最初同房的那位女子”)。
- 1.4δι’ ἔριδος μέντοι ἐγένοντο Ῥοιώ τε καὶ Ἡμιθέα αἱ τοῦ Σταφύλου τίς αὐτῶν μιχθείη τῷ ξένῳ
短语 δι’ ἔριδος γίγνεσθαι 是一固定惯用表达,意为“陷入争执/纠纷”。随后的间接疑问从句 τίς αὐτῶν μιχθείη 表达审议性内容,因主句动词为过去时态(ἐγένοντο),故从句采用从属祈愿语气(optative)。
- 1.4μηδὲν ἔχων ὅ τι ποιῇ
带有否定词 μηδέν 的分词 ἔχων 带出由虚拟式构成的审议性关系从句 ὅ τι ποιῇ。这属于动词 ἔχω 构成的习语(ἔχω ὅ τι ποιῶ 指“有计可施/知晓当行何事”),全句意为“束手无策/无计可施”。
