- 底本
- Parthenius. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0655.tlg001.humanitext-grc2:0.contents-0.dedication
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
列举三十六个情爱传说篇目的目录,以及帕耳忒尼俄斯致诗人科尔涅利乌斯·加卢斯的献词,说明这些概要旨在作为创作史诗与哀歌的素材笔记。
ταῦτα ἐν τῷδε τῷ συγγράμματι περιέχεται· α περὶ Λύρκου β περὶ Πολυμήλης γ περὶ Εὐίππης δ περὶ Οἰνώνης ε περὶ Λευκίππου ς περὶ Παλλήνης ζ περὶ Ἱππαρίνου η περὶ Ἡρίππης θ περὶ Πολυκρίτης ι περὶ Λευκώνης ια περὶ Βυβλίδος ιβ περὶ Κάλχου ιγ περὶ Ἁρπαλύκης ιδ περὶ Ἀνθέως ιε περὶ Δάφνης ις περὶ Λαοδίκης ιζ περὶ τῆς Περιάνδρου μητρός ιη περὶ Νεαίρας ιθ περὶ Παγκρατοῦς κ περὶ Αἰροῦς κα περὶ Πεισιδίκης κβ περὶ Νανίδος κγ περὶ Ἰωνίδος κδ περὶ Ἱππαρίνου κε περὶ Φαΰλλου κς περὶ Ἀπριάτης κζ περὶ Ἀλκινόης κη περὶ Κλείτης κθ περὶ Δάφνιδος λ περὶ Κελτίνης λα περὶ Διμοίτου λβ περὶ Ἀνθίππης λγ περὶ Αἰσάονος λδ περὶ Κορύθου λε περὶ Εὐλιμένης λς περὶ Ἀργανθώνης ΠΑΡΘΕΝΙΟΣ ΚΟΡΝΗΛΙΩι ΓΑΛΛΩι ΧΑΙΡΕΙΝ. μάλιστα σοὶ δοκῶν ἁρμόττειν, Κορνήλιε Γάλλε, τὴν ἄθροισιν τῶν ἐρωτικῶν παθημάτων, ἀναλεξάμενος ὡς ὅτι μάλιστα ἐν βραχυτάτοις ἀπέσταλκα. Τὰ γὰρ παρά τισι τῶν ποιητῶν κείμενα,1 τούτων μὴ αὐτοτελῶς λελεγμένων, κατανοήσεις ἐκ τῶνδε τὰ πλεῖστα, αὐτῷ τε σοὶ παρέσται εἰς ἔπη καὶ ἐλεγείας ἀνάγειν τὰ μάλιστα ἐξ αὐτῶν ἁρμόδια διὰ τὸ μὴ παρεῖναι τὸ περιττὸν αὐτοῖς, ὃ δὴ σὺ μετέρχῃ, χεῖρον περὶ αὐτῶν ἐνενοήθης·2 οἱονεὶ γὰρ ὑπομνηματίων τρόπον αὐτὰ συνελεξάμεθα, καὶ σοὶ νυνὶ τὴν χρῆσιν ὁμοίαν, ὡς ἔοικε, παρέξεται.
本书包含以下内容: 1 论吕耳克斯2 论波吕墨勒3 论欧伊珀4 论俄诺涅5 论琉喀波斯6 论帕勒涅7 论希帕里诺斯8 论赫里珀9 论波吕克丽忒10 论琉科涅11 论拜布丽斯12 论卡耳科斯13 论哈耳帕吕客14 论安透斯15 论达佛涅16 论拉俄狄客17 论珀里安德洛斯之母18 论奈艾拉19 论潘克拉托20 论埃罗21 论佩西狄客22 论纳尼斯23 论伊俄尼斯24 论希帕里诺斯25 论法迂罗斯26 论阿普里阿忒27 论阿尔喀诺厄28 论克勒忒29 论达佛尼斯30 论凯尔蒂涅31 论狄摩伊忒斯32 论安蒂珀33 论埃萨翁34 论科律托斯35 论欧利墨涅36 论阿尔甘托涅 帕耳忒尼俄斯致科尔涅利乌斯·加卢斯问候。科尔涅利乌斯·加卢斯,我认为这部情爱苦难的结集最适合于你,故而以最简短的篇幅将其编订并寄奉给你。因为对于某些诗人那里所载的内容,即使他们叙述得不够完备,你也能从本书中理解其大部;而你本人亦将能够把其中最合适的部分提炼为史诗与哀歌体诗。切莫因这些故事欠缺你所追求的繁缛修饰便看轻它们;因为我们是将其作为备忘录之类搜集起来的,而它们想来如今亦会为你提供类似的功用。
- 0.dedicationΤὰ γὰρ παρά τισι τῶν ποιητῶν κείμενα
以中性复数宾格置于句首,但在后文并未直接充当紧随动词的宾语,而是被属格绝对结构 τούτων 以及动词 κατανοήσεις 的宾语 τὰ πλεῖστα 所承接。此为悬空宾格(accusativus pendens)或提前陈述(prolepsis),起到预先提出话题的作用。
- 0.dedicationδιὰ τὸ μὴ παρεῖναι τὸ περιττὸν αὐτοῖς, ὃ δὴ σὺ μετέρχῃ, χεῖρον περὶ αὐτῶν ἐνενοήθης
传抄文本作直说法过去时 ἐνενοήθης,但在语境中实际含有禁止或告诫之意(“切莫看轻它们”)。若按字面直说法解读,则带有反实或坚信的口吻(“想必你并未将它们视为下品”),学界常推定其带有省略的 μή 或原为连接法(ἐννοηθῇς)。无论如何,全句是作者向加卢斯表示谦抑与辩解的修辞表达。
