- 底本
- Onasander. Aeneas Tacticus, Asclepiodotus, Onasander. Oldfather, William Abbott, editor. London: William Heinemann Ltd.; New York: G. P. Putnam's Sons, 1923 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0648.tlg001.humanitext-grc2:6.7-6.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
奥纳桑德论述了行军时派遣骑兵侦察的必要性、夜行军与战前行军速度的调整、在盟邦领土维持军纪以及对敌国实施破坏与恐吓的策略,并强调应迅速进入敌境及保护商人的补给线。
Προπεμπέτω δὲ ἱππεῖς τοὺς διερευνησομένους1 τὰς ὁδούς, καὶ μάλισθ̓, ὅτʼ ἂν ὑλώδεις καὶ περικεκλασμένας λόφοις ἐρημίας διεξίῃ· πολλάκις γὰρ ἐνέδραι πολεμίων ὑποκαθέζονται, καὶ λαθοῦσαι μὲν ἔστιν ὅτε τὰ ὅλα συνέτριψαν τῶν ἐναντίων πράγματα, μὴ λαθοῦσαι δὲ διὰ μικρᾶς φροντίδος φρόνησιν μεγάλην ἐμαρτύρησαν τῷ πολεμίῳ στρατηγῷ.
主将应当派遣骑兵前去侦察道路,尤其是在穿过树木丛生、丘陵起伏的荒野之时;因为敌人的伏兵往往潜伏于此,若未被察觉,有时会彻底摧毁对手的全局,但若凭着微小的警惕而被察觉,就会向敌方将领证实其巨大的远见。
τὴν μὲν γὰρ πεδιάδα καὶ ψιλὴν ἡ πάντων ὄψις ἱκανὴ προερευνήσασθαι· καὶ γὰρ κονιορτὸς ἀναφερόμενος μεθʼ ἡμέραν ἐμήνυσεν τὴν τῶν πολεμίων ἔφοδον, καὶ πυρὰ καιόμενα νύκτωρ ἐπύρσευσεν τὴν ἐγγὺς στρατοπεδείαν.
因为对于平坦开阔的土地,所有人的视力就足以提前侦察了;白天扬起的尘埃预示着敌军的突袭,夜晚燃烧的火光则以烽烟示意附近的营地。
Ἀγέτω δὲ τὰς δυνάμεις, μὴ μέλλων μὲν ἐκτάξειν εἰς μάχην, ἐὰν ἐπείγηταί τι φθάνειν συντομώτερον, εἰ ἀσφαλὲς εἶναι νομίζοι, καὶ νύκτωρ· μέλλων δὲ κρίνειν ἅμα τῷ σύνοπτον γενέσθαι τοῖς πολεμίοις2 εὐθὺς τὰ πράγματα διὰ μάχης σχολῇ προΐτω καὶ μὴ πολλὴν ἀνυέτω· πολλάκις γὰρ πρὸ τῶν κινδύνων ὁ κόπος ἐδαπάνησεν τὴν ἀκμὴν τῶν σωμάτων.
如果主将并非打算列阵迎敌,而是急于更快赶赴某处,且认为安全稳妥,他甚至可以在夜间率军前行;但若打算一俟进入敌人的视界便立刻通过交战决出胜负,就应当从容行进,不要跋涉过远;因为在面临危险之前,疲劳往往已耗尽了战士肉体的活力。
Διοδεύων δὲ συμμαχίδα γῆν παραγγελλέτω τοῖς στρατεύμασιν ἀπέχεσθαι τῆς χώρας, καὶ μήτ̓ ἄγειν τι μήτε φθείρειν· ἀφειδὲς γὰρ πλῆθος ἅπαν ἐν ὅπλοις, ὅτʼ ἂν ἔχῃ τὴν τοῦ δύνασθαί τι ποιεῖν ἐξουσίαν, καὶ ἡ ἐγγὺς ὄψις ἀγαθῶν δελεάζει τοὺς ἀλογίστους ἐπὶ πλεονεξίαν· μικραὶ δὲ προφάσεις ἢ ἀπηλλοτρίωσαν συμμάχους ἢ καὶ παντελῶς ἐξεπολέμωσαν.
穿过盟邦领土时,主将应当命令部队不得侵犯该地,既不可掠夺任何财物,也不得破坏;因为任何荷枪实弹的群体,一旦拥有任意妄为的权力,便会毫无顾忌,眼前的物资景象更会诱惑鲁莽之人走向贪婪;而微小的借口往往会使盟友离心离德,甚至完全反目成仇。
τὴν δὲ τῶν πολεμίων φθειρέτω καὶ καιέτω καὶ τεμνέσθω· ζημία γὰρ χρημάτων καὶ καρπῶν ἔνδεια μειοῖ πόλεμον, ὡς περιουσία τρέφει. προανατεινέσθω μέντοι πρῶτον, ὃ μέλλει ποιεῖν· πολλάκις γὰρ ἡ τοῦ μέλλοντος ἔσεσθαι δεινοῦ προσδοκία συνηνάγκασε, πρὶν ἢ παθεῖν, ὑποσχέσθαι τι τοὺς κινδυνεύοντας ὧν πρότερον οὐκ ἐβουλήθησαν ποιεῖν·3 ἐπειδὰν δʼ ἅπαξ πάθωσιν, ὡς οὐδὲν ἔτι χεῖρον ὀψόμενοι τῶν λοιπῶν καταφρονοῦσιν.
对于敌人的土地,则当予以破坏、焚烧和砍伐;因为资财的损失与农产的匮乏会削弱战争,正如丰饶能滋养战争一样。然而,他应当首先发出威吓,表明自己将要采取的行动;因为对即将来临之灾祸的预期,往往在受害之前就迫使处于危境之人答应某些他们原先不愿做的事;可一旦受害,他们以为不会再遭遇更坏的处境,便对余下的一切轻蔑不顾了。
εἰ δὲ πολὺν ἐν τῇ πολεμίᾳ μέλλει καταστρατοπεδεύειν χρόνον, τοσαῦτα καὶ τοιαῦτα φθειρέτω τῆς χώρας ὧν αὐτὸς οὐχ ἕξει χρείαν, ἅττα δὲ ἀναγκαῖα φυλαχθέντα τοῖς φιλίοις ἔσται, τούτων φειδέσθω.
如果主将打算在敌国境内长期驻扎,就应当只破坏该地区中自己用不着的那一部分和种类,而对那些为己方保留下来乃属必需之物,则应予以爱惜。
Τῶν δὲ δυνάμεων ἐκπεπληρωμένων μήτʼ ἐπὶ τῆς ἰδιοκτήτου μήτʼ ἐπὶ τῆς ὑπηκόου μήτʼ ἐπὶ τῆς συμμαχίδος καθεζόμενος ἐγχρονιζέτω χώρας· τοὺς γὰρ ἰδίους ἀναλώσει καρποὺς καὶ ζημιώσει πλέον τοὺς φίλους ἢ τοὺς πολεμίους· μεταγέτω δʼ ὡς θᾶττον, ἐὰν ἀκίνδυνα ᾖ τὰ οἴκοι, τὰς δυνάμεις· ἐκ γὰρ τῆς πολεμίας, εἰ μὲν εἴη δαψιλὴς καὶ εὐδαίμων, τροφὴν ἕξει καὶ ἄφθονον, εἰ δὲ μή, τήν γε φιλίαν οὐ λυμανεῖται, πολλὰ δʼ ὅμως καὶ ἀπὸ λυπρᾶς τῆς ἀλλοτρίας ἕξει πλεονεκτήματα.
当兵力集结完毕后,他绝不可在本土、属地或盟邦领土上驻扎延宕;因为这样会消耗自家的农产,给朋友造成的损害甚于对敌人。如果后方安全无虞,他应当尽快调动部队;因为若从敌境取粮,如果那里丰饶富庶,他将获得充裕的给养;即使不然,他也至少不会祸害友邦,并且即便从贫瘠的敌国土地上,也仍能获取许多利益。
Φροντιζέτω δὲ περί τε ἀγορᾶς καὶ τῆς τῶν ἐμπόρων καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν παραπομπῆς, ἵνʼ ἀκινδύνου τῆς παρουσίας σφίσιν οὔσης ἀόκνως παρακομίζωσι τὸν εἰς τὰ ἐπιτήδεια φόρτον.
他还当留心集市交易,并关注商人在陆路与海路上的护送,以便他们在到来毫无危险的情况下,毫不迟疑地运送必需物资的货物。
- 6.7τοὺς διερευνησομένους
带定冠词的将来时分词,表目的(“前去侦察的骑兵”),作为定语修饰 ἱππεῖς,说明其负有的任务。
- 6.9ἅμα τῷ σύνοπτον γενέσθαι τοῖς πολεμίοις
由介词 ἅμα 支配与格定冠词不定式(τῷ γενέσθαι)构成的同时性时间状语结构,意为“一俟被敌人望见(进入敌军视界)之时”。形容词 σύνοπτον 作 γενέσθαι 的表语补足语。
- 6.11ὧν πρότερον οὐκ ἐβουλήθησαν ποιεῖν
关系代词的引申(格同化)。省略的先行词为动词 ὑποσχέσθαι 之后的属格 [τούτων](或修饰不定代词 τι 的部分属格);关系代词本应作为 ποιεῖν 的直接宾语而用宾格 ἅ,受先行词影响同化为属格 ὧν。
