- 底本
- Onasander. Aeneas Tacticus, Asclepiodotus, Onasander. Oldfather, William Abbott, editor. London: William Heinemann Ltd.; New York: G. P. Putnam's Sons, 1923 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0648.tlg001.humanitext-grc2:6.1-6.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阐述了不论在友方还是敌方领土行军皆须保持队列的必要性,指出行军纵队拉得过长所带来的战术隐患,并建议将辎重置于中央且以后卫精锐殿后。
Ἀγέτω δὲ τὸ στράτευμα πᾶν ἐν τάξει, κἂν μήπω μέλλῃ συμβάλλειν, ἀλλὰ διὰ μακρᾶς ὁδοῦ περαιοῦσθαι καὶ πολλῶν ἡμερῶν ἀνύειν πορείαν, καὶ ἐν τῇ φιλίᾳ καὶ ἐν τῇ πολεμίᾳ· διὰ μὲν τῆς φιλίας, ἵνα ἐθίζηται τὰ στρατεύματα μένειν ἐν τάξει καὶ συμφυλάττειν τοὺς ἰδίους λόχους καὶ ἕπεσθαι τοῖς ἡγεμόσιν, διὰ δὲ τῆς πολεμίας πρὸς τὰς ἐξαίφνης ἐπιβουλὰς γιγνομένας, ἵνα μὴ ἐν ὀξεῖ καιρῷ θορυβούμενοι καὶ ἐπαναθέοντες καὶ ἄλλοι πρὸς ἄλλους φερόμενοι μηδὲν μὲν ἀνύσωσι φθασθέντες, πολλὰ δὲ καὶ δεινὰ πάθωσιν, ἀλλʼ ἅμα καὶ εἰς πορείαν ὦσιν ἐπιδέξιοι καὶ εἰς μάχην εὐτρεπεῖς, ἔχοντες καὶ τὸ σύνθημα καὶ ἀλλήλους ἐν τάξει βλέποντες.
此外,即使尚未打算交战,而是在友方领土或敌方领土上穿过长途、完成连日的行军,主将也当率领全军保持队列行进。穿过友方领土,是为了让军队习惯于留在队列中、维持各自的连队并跟随长官;穿过敌方领土,则是为了防备突如其来的诡计,以免在危急时刻陷入混乱、来回奔突、彼此冲撞,被人抢得先机而一事无成,反倒遭受众多可怕的灾祸,而是使他们既善于行军又随时备战,握有口令并能在队列中互相望见。
συστέλλειν δὲ πειράσθω τὴν πορείαν τοῦ στρατεύματος, ὡς ἔνι μάλιστα, πρὸς ὀλίγον,1 καὶ διὰ τοιούτων, ἂν δυνατὸν ᾖ, χωρίων ἀγέτω τὰς τάξεις, διʼ ὧν οὐκ ἂν ἐκθλιβόμεναι στεναὶ καὶ οὐκ ἔχουσαι πλάτος ἐκ πλευρᾶς ἐπὶ μήκιστον ἐκταθεῖεν·
主将应当设法尽可能将军队的行军纵队紧缩在狭窄的间距内,并在可能的情况下,率领连队穿过那些不致使他们因受挤压而变窄、失去横向宽度以致被拉扯得极度狭长的地方。
καὶ γὰρ εὐπαθέστεραι γίγνονται πρὸς τὰς αἰφνιδίους τῶν πολεμίων ἐπιφανείας αἱ τοιαῦται καὶ ἥκιστα δραστήριοι· ἄν τε γάρ σφισι κατὰ μέτωπον ὑπαντήσωσιν οἱ πολέμιοι πλατύτεροι τεταγμένοι, ῥᾳδίως αὐτοὺς τρέπονται, καθάπερ οἱ τοὺς ἐπὶ κέρως ὄντας ἐν ταῖς μάχαις κυκλούμενοι, ἄν τε κατὰ μέσην τὴν δύναμιν ἐκ πλευρᾶς ἐπιβάλωσι, ταχὺ διέσπασαν αὐτῶν τὴν πορείαν καὶ διέκοψαν — ἐπιστρεψάντων γὰρ αὐτῶν εἰς φάλαγγα πρὸς ἄμυναν ἀσθενὴς ἡ μάχη γίνεται καὶ οὐκ ἔχουσα βάθος— ἐάν τε τοῖς κατόπιν, ἡ κατὰ νώτου μάχη δεινὴ καὶ προφανῆ τὸν ὄλεθρον ἔχουσα, κἂν ἐπιστρέψαι δὲ τολμήσωσιν εἰς μέτωπον, ἡ αὐτὴ γίγνεται μάχη τοῖς ἐν τῇ πρωτοπορείᾳ τεταγμένοις· ταχὺ γὰρ αὐτοὺς περιστήσονται.
因为这类长队面对敌人的猝然出现会变得更加脆弱,也最无作为。因为敌军若以更宽广的阵列正面迎击,就能轻而易举地击溃他们,正如战斗中包抄两翼部队者那样;而敌军若从侧翼袭击主力部队的中段,就会迅速冲散并截断他们的行军路线——因为即使他们转为方阵进行防御,其战力也是薄弱且缺乏纵深的——;若袭击后尾,背面的战斗则是可怕且带着显而易见的毁灭,而即使他们敢于转面向前,也只会遭遇与前锋部队相同的战斗,因为敌人很快就会包围他们。
συμβαίνει δὲ καὶ τὰς παραβοηθείας δυσχερεῖς καὶ ἀπράκτους γίνεσθαι· τῶν γὰρ ἀπὸ τῆς οὐραγίας τοῖς εἰς τὴν πρωτοπορείαν βουλομένων βοηθεῖν ἢ τῶν πρώτων τοῖς κατόπιν βραδεῖα ἡ ἄφιξις καὶ οὐ κατὰ καιρὸν γίγνεται, διὰ πολλῶν, ὧν ὑστεροῦσιν ἢ προηγοῦνται, σταδίων2 ἰέναι προθυμουμένων.
彼此增援也会因而变得困难而徒劳;因为当后卫部队想要支援前锋,或者前锋想要支援后卫时,到达总是迟缓且不合时宜,因为他们必须勉力跋涉自己落后或领先的众多斯塔德。
Ἡ δὲ συνεσταλμένη πορεία καὶ τετράγωνος ἡ μὴ πάνυ παραμήκης εἰς πάντα καιρὸν εὐμεταχείριστός ἐστι καὶ ἀσφαλής. ἔστι δʼ ὅτε καὶ συνέβη τι τοιοῦτον ἐκ τῶν ἐκτεινομένων στρατευμάτων, ὥστε Πανικὰ καὶ πτοίας ἀμφιδόξους ἐμπίπτειν· ἐνίοτε γὰρ οἱ πρῶτοι καταβεβηκότες ἐξ ὀρεινῶν εἰς ψιλὰ καὶ ἐπίπεδα χωρία θεασάμενοι τοὺς κατόπιν ἐπικαταβαίνοντας ἔδοξαν εἶναι πολεμίων ἔφοδον, ὥστε μελλῆσαι προσβάλλειν ὡς ἐχθροῖς, τινὰς δὲ καὶ εἰς χεῖρας ἐλθεῖν ἤδη.3
相反,紧缩且不甚修长的方形行军纵队,在任何危急情况下都便于调遣且安全稳妥。由过度拉长的军队有时也会产生这样一种情况,以致陷入恐慌与莫名的惊骇;因为有时率先从山区下到开阔平坦地带的人,看见随后下山的人,以为是敌人的袭击,以至于险些把他们当作仇敌发起进攻,有些人甚至已经交上了手。
Λαμβανέτω δὲ τὴν θεραπείαν καὶ τὰ ὑποζύγια καὶ τὴν ἀποσκευὴν ἅπασαν ἐν μέσῃ τῇ δυνάμει καὶ μὴ χωρίς· ἂν δὲ μὴ τὰ κατόπιν ἀσφαλῆ πάνυ καὶ εἰρηναῖα νομίζῃ, καὶ τὴν οὐραγίαν ἐκ τῶν ἐρρωμενεστάτων καὶ ἀνδρειοτάτων συνιστάσθω, μηθὲν διαφέρειν αὐτὴν οἰόμενος πρὸς τὰ συμβαίνοντα τῆς πρωτοπορείας.
主将应当把随从、驮畜以及一切辎重置于部队正中,而不放在外侧;如果他不认为后方十分安全和平静,就应当用最强壮和最勇敢的人组成后卫,认为后卫在应对可能发生的突发情况方面与前锋毫无二致。
- 6.2πρὸς ὀλίγον
副词性短语,意为“在狭窄的空间内”或“紧凑地”,与前面的 ὡς ἔνι μάλιστα(尽可能)一同修饰不定词 συστέλλειν(紧缩)。
- 6.4διὰ πολλῶν, ὧν ὑστεροῦσιν ἢ προηγοῦνται, σταδίων
离隔结构,关系从句 ὧν ὑστεροῦσιν ἢ προηγοῦνται 嵌在介词短语 διὰ πολλῶν ... σταδίων(穿过许多斯塔德)之间。关系代词 ὧν 受其先行词 σταδίων 的吸引而变为属格(或受动词 ὑστερέω/προηγέομαι 支配表距离)。
- 6.5ὥστε μελλῆσαι προσβάλλειν ὡς ἐχθροῖς, τινὰς δὲ καὶ εἰς χεῖρας ἐλθεῖν ἤδη
在 ὥστε 引导的结果从句中并列了两个不定词结构。前半部分不定词 μελλῆσαι 的主语承接前文主格的 οἱ πρῶτοι καταβεβηκότες,而由 δέ 引导的后半部分则引入宾格 τινάς 作为不定词 ἐλθεῖν 的逻辑主语。
