- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:6.11#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼奥斯借其导师的比喻阐明毕达哥拉斯智慧的真正源头在于印度,将印度人对哲学的升华比作埃斯库罗斯对悲剧的改造,并揭露埃及贤士们隐秘的身世及其对印度人的不公诋毁,对其进行了严厉驳斥。
Ἀθηναίοις μὲν οὖν οὐ πάνυ προσήκων ἐφαίνετό μοι ὅδε ὁ λόγος, τὸν γὰρ Πλάτωνος λόγον, ὃν θεσπεσίως ἐκεῖ καὶ πανσόφως ὑπὲρ ψυχῆς ἀνεφθέγξατο, αὐτοὶ διέβαλλον ἐναντίας ταύτῃ καὶ οὐκ ἀληθεῖς δόξας ὑπὲρ ψυχῆς προσέμενοι, ἔδει δὲ σκοπεῖν, τίς μὲν εἴη πόλις, ποίων δὲ ἀνδρῶν ἔθνος, παρʼ οἷς οὐχ ὁ μέν τίς, ὁ δὲ οὔ, πᾶσα δὲ ἡλικία ταὐτὸν ὑπὲρ ψυχῆς φθέγγοιτο κἀγὼ μὲν νεότητός τε οὕτως ἀγούσης καὶ τοῦ μήπω ξυνιέναι πρὸς ὑμᾶς ἔβλεψα, ἐπειδὴ πλεῖστα ἐλέγεσθε ὑπερφυῶς εἰδέναι, καὶ πρὸς τὸν διδάσκαλον τὸν ἐμαυτοῦ διῄειν ταῦτα, ὁ δὲ ἐφιστάς με εἰ τῶν ἐρώντων εἶπεν ἐτύγχανες ὢν ἢ τὴν ἡλικίαν ἐχόντων τοῦ ἐρᾶν, εἶτα μειρακίῳ καλῷ ἐντυχὼν καὶ ἀγασθεὶς αὐτὸ τῆς ὥρας1 σὺ δὲ καὶ ὅτου εἴη παῖς ἐζήτεις, ἦν δὲ ὁ μὲν ἱπποτρόφου καὶ στρατηγοῦ πατρὸς καὶ χορηγοὶ οἱ πάπποι, σὺ δʼ αὐτὸν τριηράρχου τινὸς ἢ φυλάρχου ἐκάλεις, ἆρά γʼ ἂν οἴει προσάγεσθαι τὰ παιδικὰ τούτοις, ἢ κἂν ἀηδὴς δόξαι μὴ πατρόθεν ὀνομάζων τὸ μειράκιον, ἀλλʼ ἀπʼ ἐκφύλου σπορᾶς καὶ νόθου; σοφίας οὖν ἐρῶν, ἣν Ἰνδοὶ εὗρον, οὐκ ἀπὸ τῶν φύσει πατέρων ὀνομάζεις αὐτήν, ἀλλʼ ἀπὸ τῶν θέσει καὶ δίδως τι μεῖζον Αἰγυπτίοις, ἢ εἰ πάλιν αὐτοῖς, ὡς αὐτοὶ ᾅδουσι, μέλιτι ξυγκεκραμένος ἀναβαίη ὁ Νεῖλος; ταῦτά με πρὸ ὑμῶν ἐπʼ Ἰνδοὺς ἔτρεψεν ἐνθυμηθέντα περὶ αὐτῶν, ὡς λεπτότεροι μὲν τὴν ξύνεσιν οἱ τοιοίδε ἄνθρωποι καθαρωτέραις ὁμιλοῦντες ἀκτῖσιν, ἀληθέστεροι δὲ τὰς περὶ φύσεώς τε καὶ θεῶν δόξας, ἅτε ἀγχίθεοι καὶ πρὸς ἀρχαῖς τῆς ζῳογόνου καὶ θερμῆς οὐσίας οἰκοῦντες· ἐντυχών τε αὐτοῖς ἔπαθόν τι πρὸς τὴν ἐπαγγελίαν τῶν ἀνδρῶν, ὁποῖον λέγονται πρὸς τὴν Αἰσχύλου σοφίαν παθεῖν Ἀθηναῖοι· ποιητὴς μὲν γὰρ οὗτος τραγῳδίας ἐγένετο, τὴν τέχνην δὲ ὁρῶν ἀκατάσκευόν τε καὶ μήπω κεκοσμημένην εἰ μὲν ξυνέστειλε τοὺς χοροὺς ἀποτάδην ὄντας, ἢ τὰς τῶν ὑποκριτῶν ἀντιλέξεις εὗρε παραιτησάμενος τὸ τῶν μονῳδιῶν μῆκος, ἢ τὸ ὑπὸ σκηνῆς ἀποθνήσκειν ἐπενόησεν, ὡς μὴ ἐν φανερῷ σφάττοι, σοφίας μὲν μηδὲ ταῦτα ἀπηλλάχθω, δοκείτω δὲ κἂν ἑτέρῳ παρασχεῖν ἔννοιαν ἧττον δεξιῷ τὴν ποίησιν,2 ὁ δʼ ἐνθυμηθεὶς μὲν ἑαυτόν, ὡς ἐπάξιον τοῦ τραγῳδίαν ποιεῖν φθέγγοιτο, ἐνθυμηθεὶς δὲ καὶ τὴν τέχνην, ὡς προσφυᾶ τῷ μεγαλείῳ μᾶλλον ἢ τῷ καταβεβλημένῳ τε καὶ ὑπὸ πόδα, σκευοποιίας μὲν ἥψατο εἰκασμένης τοῖς τῶν ἡρώων εἴδεσιν, ὀκρίβαντος δὲ τοὺς ὑποκριτὰς ἐνεβίβασεν, ὡς ἴσα ἐκείνοις βαίνοιεν, ἐσθήμασί τε πρῶτος ἐκόσμησεν, ἃ πρόσφορον ἥρωσί τε καὶ ἡρωίσιν ἠσθῆσθαι, ὅθεν Ἀθηναῖοι πατέρα μὲν αὐτὸν τῆς τραγῳδίας ἡγοῦντο, ἐκάλουν δὲ καὶ τεθνεῶτα ἐς Διονύσια, τὰ γὰρ τοῦ Αἰσχύλου ψηφισαμένων ἀνεδιδάσκετο καὶ ἐνίκα ἐκ καινῆς· καίτοι τραγῳδίας μὲν εὖ κεκοσμημένης ὀλίγη χάρις, εὐφραίνει γὰρ ἐν σμικρῷ τῆς ἡμέρας, ὥσπερ ἡ τῶν Διονυσίων ὥρα, φιλοσοφίας δὲ ξυγκειμένης μέν, ὡς Πυθαγόρας ἐδικαίωσεν, ὑποθειαζούσης δέ, ὡς πρὸ Πυθαγόρου Ἰνδοί, οὐκ ἐς βραχὺν χρόνον ἡ χάρις, ἀλλʼ ἐς ἄπειρόν τε καὶ ἀριθμοῦ πλείω. οὐ δὴ ἀπεικός τι παθεῖν μοι δοκῶ φιλοσοφίας ἡττηθεὶς εὖ κεκοσμημένης, ἣν ἐς τὸ πρόσφορον Ἰνδοὶ στείλαντες ἐφʼ ὑψηλῆς τε καὶ θείας μηχανῆς ἐκκυκλοῦσιν· ὡς δὲ ἐν δίκῃ μὲν ἠγάσθην αὐτούς, ἐν δίκῃ δὲ ἡγοῦμαι σοφούς τε καὶ μακαρίους, ὥρα μανθάνειν· εἶδον ἄνδρας οἰκοῦντας ἐπὶ τῆς γῆς καὶ οὐκ ἐπʼ αὐτῆς καὶ ἀτειχίστως τετειχισμένους καὶ οὐδὲν κεκτημένους ἢ τὰ πάντων. εἰ δʼ αἰνιγμάτων ἅπτομαι, σοφία Πυθαγόρου ξυγχωρεῖ ταῦτα, παρέδωκε γὰρ καὶ τὸ αἰνίττειν διδάσκαλον εὑρὼν σιωπῆς λόγον· σοφίας δὲ ταύτης ἐγένεσθε μὲν καὶ αὐτοὶ Πυθαγόρᾳ ξύμβουλοι χρόνον, ὃν τὰ Ἰνδῶν ἐπῃνεῖτε, Ἰνδοὶ τὸ ἀρχαῖον πάλαι ὄντες· ἐπεὶ δʼ αἰδοῖ τοῦ λόγου, διʼ ὃν ἐκ μηνιμάτων τῆς γῆς ἀφίκεσθε δεῦρο, ἕτεροι μᾶλλον ἐβούλεσθε δοκεῖν ἢ Αἰθίοπες οἱ ἀπὸ Ἰνδῶν ἥκοντες, πάντα ὑμῖν ἐς τοῦτο ἐδρᾶτο· ὅθεν ἐγυμνώθητε μὲν σκευῆς, ὁπόση ἐκεῖθεν, ὥσπερ ξυναποδυόμενοι τὸ Αἰθίοπες εἶναι, θεοὺς δὲ θεραπεύειν ἐψηφίσασθε τὸν Αἰγύπτιον μᾶλλον ἢ τὸν ὑμέτερον τρόπον, ἐς λόγους τε οὐκ ἐπιτηδείους ὑπὲρ Ἰνδῶν κατέστητε, ὥσπερ οὐκ αὐτοὶ διαβεβλημένοι τῷ ἀφʼ οἵων διαβεβλῆσθαι ἥκειν,3 καὶ οὐδὲ μετερρύθμισθέ πώ γε τοῦτο, οἳ καὶ τήμερον ἐπίδειξιν αὐτοῦ πεποίησθε φιλολοίδορόν τε καὶ ἰαμβώδη, χρηστὸν οὐδὲν ἐπιτηδεύειν Ἰνδοὺς φάσκοντες, ἀλλʼ ἢ ἐκπλήξεις καὶ ἀγωγάς,4 καὶ τὰς μὲν ὀφθαλμῶν, τὰς δὲ ὤτων, σοφίαν δὲ οὔπω ἐμὴν εἰδότες ἀναίσθητοι φαίνεσθε τῆς ἐπʼ αὐτῇ δόξης, ἐγὼ δʼ ὑπὲρ ἐμαυτοῦ μὲν λέξω οὐδέν, εἴην γάρ, ὅ με Ἰνδοὶ ἡγοῦνται, Ἰνδῶν δὲ οὐ ξυγχωρῶ ἅπτεσθαι.
依我之见,这番话对雅典人而言并不完全相称;因为柏拉图在彼处以神妙绝伦的智慧论及灵魂的言论,他们自己却由于采纳了相反且不真实的灵魂观念而予以诋毁。因此,必须去探求究竟存在怎样的城邦、何种族群之人,在他们那里并非一人如此说而另一人不如此说,而是所有年龄层的人在灵魂问题上都发出同一种声音。我当时由于年少气盛,又因尚未完全明察,便把目光投向了你们,因为传说你们拥有非凡博洽的知识;于是我向自己的导师陈述了这些。然而他制止了我,说道: ‘设若你正巧是热恋中的人,或正值谈情说爱的年岁,偶遇一位俊美的青年,为其风华所倾倒,并且探询他是谁的儿子;其父本是养马名流兼将领,祖父们亦曾任歌队赞助人,你却称他为某位三列桨座战船长或部落首领的子嗣,你以为借此能赢得心上人的欢心吗?抑或,你不按其本生父亲来称呼这青年,反而从异族且庶出的血统来指认他,难道不会显得招人嫌厌吗?既然你热爱的是印度人所开创的智慧,你却不按其天然的生父来称呼她,反而按收养她的父亲来称呼,并且给予埃及人比倘若尼罗河如他们自己所歌咏的那样再次混和着蜂蜜为他们泛滥还要重大的东西吗?’ 这番话使我先于你们而转向了印度人,因为我思忖到,这类人由于与更为纯净的光辉交游,在理解力上更为敏锐;又因他们亲近神明,居住在孕育生命的温暖本原之发源地,因而在关于自然与神明的见解上更为真实。而当我遇见他们时,面对这些人的宣称,我油然生出一种感慨,正如人们传说雅典人面对埃斯库罗斯的智慧时所感受到的那样。因为埃斯库罗斯成为悲剧诗人后,见这门艺术未经雕琢且尚未饰以文采,他即使缩减了原本漫长拖沓的歌队,或省去长篇独唱而创制了演员之间的对白,抑或构想出在幕后死亡以避免在众人面前杀戮——这些做法虽不可谓不具智慧,但亦可被视为任何一个诗才较逊之人皆能想到的巧思。然而,埃斯库罗斯深思自身,意欲发出无愧于创作悲剧的声音,又深思这门艺术更宜于崇高宏伟而非卑下平庸,于是他着手制作了仿照英雄形貌的舞台道具,使演员登上厚底靴以迈出与英雄相埒的步伐,并首创了英雄与女杰所宜穿戴的华服。雅典人因此尊他为悲剧之父,甚至在他死后仍召请他参与酒神节;因为依民众决议,埃斯库罗斯的作品得以重新上演并屡屡获胜。然而,一部修饰完备的悲剧所赐予的恩泽毕竟微薄,它仅如酒神节的时令一般,在一天中短暂的时光里令人欢愉;但若是按照毕达哥拉斯所确立的规范组建、又如毕达哥拉斯之前的印度人那般受神感召的哲学,其恩泽则非历时短暂,而是及于无穷且不可胜数的岁月。因此,我觉得自己为修饰完备的哲学所倾倒,并未经历任何反常之事,那是印度人将其装配得当后,自崇高而神圣的机械上呈现出来的。 至于我为何理所当然地赞美他们,又为何理所当然地视他们为睿智与至福之人,如今正是你们得知的时候了:我见到了居住在大地之上却又不在其上、未筑城垣却固若金汤、一无所有却拥有一切的人们。倘若我诉诸隐语,毕达哥拉斯的智慧亦允许如此;因为他发现了作为沉默之师的学说,亦将隐语传授于人。当你们昔日赞赏印度人的建树时,你们自己也曾作为这种智慧的顾问陪伴在毕达哥拉斯身旁,因你们自古原本就是印度人。然而,由于导致你们因大地的愤怒而流亡至此的那段往事令人生羞,你们宁愿显得是任何其他人,也不愿被视作来自印度的埃塞俄比亚人,你们的一切行径皆服务于此目的。因此,你们褪去了来自彼处的一切行头,仿佛同时也蜕去了作为埃塞俄比亚人的身份;你们决议按照埃及而非你们自己的方式敬奉神明,并对印度人妄加非议,就如同你们自身并未因出自这般遭人非议之辈而同样蒙受非议一般;而你们至今仍未改弦更张,甚至在今日仍对此大肆炫耀,极尽诽谤讽刺之能事,宣称印度人除了一些或惑人眼目、或摄人双耳的惊骇与诱惑之术之外毫无真才实学。你们尚不了解我的智慧,便表现得对其声望麻木不仁。关于我自己,我无须多言,但愿我能成为印度人所期许的模样;但我决不容许你们对印度人妄加诋毁。”
- 6.11ἀγασθεὶς αὐτὸ τῆς ὥρας
动词 ἄγαμαι 的支配结构:直接宾语用宾格(αὐτό),表示赞赏、倾倒的原因或依据则用原因属格(τῆς ὥρας,“因其青春姿容”)。
- 6.11σοφίας μὲν μηδὲ ταῦτα ἀπηλλάχθω, δοκείτω δὲ κἂν ἑτέρῳ παρασχεῖν ἔννοιαν ἧττον δεξιῷ τὴν ποίησιν
由第三人称祈使语气 ἀπηλλάχθω(完成时被动态)和 δοκείτω(现在时主动态)构成的让步祈使结构。前句中 σοφίας 为分离属格(“即便这些做法并非完全与智慧无缘”);κἄν 是 καὶ ἄν 的缩合,其中的 ἄν 与不定式 παρασχεῖν 连用,表示潜在可能性(“亦可视作即便对于在诗艺上逊色者亦能产生的巧思”)。
- 6.11ὥσπερ οὐκ αὐτοὶ διαβεβλημένοι τῷ ἀφʼ οἵων διαβεβλῆσθαι ἥκειν
由 ὥσπερ 引导分词 διαβεβλημένοι 的从属结构。中性与格定冠词 τῷ 引出表示原因的不定式短语(τῷ... ἥκειν,“因……而蒙羞”)。短语内部的 ἀφʼ οἵων 则是关系代词的吸收融合与不定式连用(相当于 ἀπὸ τοιούτων οἵους διαβεβλῆσθαι,“由于出自这般遭人非议之辈”)。
- 6.11ἀλλʼ ἢ ἐκπλήξεις καὶ ἀγωγάς
紧承前文否定短语 χρηστὸν οὐδὲν 的习语 ἀλλʼ ἤ(意为“除……之外”),与否定词呼应,表示“断言印度人除了令人惊愕惑溺的把戏外,不从事任何有益之事”。
