← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§6.11#1

阿波罗尼奥斯的反驳与对毕达哥拉斯主义的抉择

针对泰斯佩西翁的演说,阿波罗尼奥斯宣称自己早已选定毕达哥拉斯式的生活道路,并追述了自己在拟人化的诸哲学派别中唯独选择了主张禁欲与沉默之智慧的经历。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.11#1

ταῦτα εἰπόντος1 ἐστράφησαν ἐς τὸν Ἀπολλώνιον πάντες, οἱ μὲν ἀμφʼ αὐτόν, ὡς ἀντιλέξοι, γιγνώσκοντες, οἱ δὲ ἀμφὶ τὸν Θεσπεσίωνα θαυμάζοντες, ὅ τι ἀντερεῖ. ὁ δὲ ἐπαινέσας αὐτὸν τῆς εὐροίας καὶ τοῦ τόνου μή τι ἔφη προστίθης; μὰ Δίʼ, εἶπεν εἴρηκα γάρ. τοῦ δʼ αὖ ἐρομένου μὴ τῶν ἄλλων τις Αἰγυπτίων; πάντων ἔφη δι’ ἐμοῦ ἤκουσας. ἐπισχὼν οὖν ὀλίγον καὶ τοὺς ὀφθαλμοὺς ἐρείσας ἐς τὰ εἰρημένα οὑτωσὶ ἔλεξεν· ἡ μὲν Ἡρακλέους αἵρεσις, ἥν φησι Πρόδικος ἐν ἐφήβῳ ἑλέσθαι αὐτόν, ὑγιῶς τε ὑμῖν λέλεκται καὶ κατὰ τὸν φιλοσοφίας νοῦν, ὦ σοφοὶ Αἰγυπτίων, προσήκει δέ μοι οὐδέν· οὔτε γὰρ ξυμβούλους ὑμᾶς βίου ποιησόμενος ἥκω πάλαι γε ᾑρημένος τὸν ἐμαυτῷ δόξαντα, πρεσβύτατός τε ὑμῶν πλὴν Θεσπεσίωνος ἀφιγμένος αὐτὸς ἂν μᾶλλον εἰκότως ξυνεβούλευον ὑμῖν σοφίας αἵρεσιν, εἰ μήπω ᾑρημένοις ἐνέτυχον. ὢν δʼ ὅμως τηλικόσδε καὶ σοφίας ἐπὶ τοσόνδε ἀφιγμένος οὐκ ὀκνήσω λογισταῖς ὑμῖν τῆς ἐμαυτοῦ βουλῆς χρήσασθαι διδάσκων, ὡς ὀρθῶς εἱλόμην ταῦτα, ὧν μήπω βελτίω ἐπὶ νοῦν ἦλθέ μοι. κατιδὼν γάρ τι ἐν Πυθαγόρου μέγα καὶ ὡς ὑπὸ σοφίας ἀρρήτου μὴ μόνον γιγνώσκοι ἑαυτόν, ὅστις εἴη, ἀλλὰ καὶ ὅστις γένοιτο, βωμῶν τε ὡς καθαρὸς ἅψαιτο καὶ ὡς ἀχράντῳ μὲν ἐμψύχου βρώσεως γαστρὶ χρήσαιτο, καθαρῷ δὲ σώματι πάντων ἐσθημάτων, ὁπόσα θνησειδίων ξύγκειται, γλῶττάν τε ὡς πρῶτος ἀνθρώπων ξυνέσχε βοῦν ἐπʼ αὐτῇ σιωπῆς εὑρὼν δόγμα,2 καὶ τὴν ἄλλην φιλοσοφίαν ὡς χρησμώδη καὶ ἀληθῆ κατεστήσατο, ἔδραμον ἐπὶ τὰς ἐκείνου δόξας, οὐ μίαν σοφίαν ἐκ δυοῖν ἑλόμενος, ὡς σύ, βέλτιστε Θεσπεσίων, ξυμβουλεύεις. παραστήσασα γάρ μοι φιλοσοφία τὰς ἑαυτῆς δόξας, ὁπόσαι εἰσί, περιβαλοῦσά τε αὐταῖς κόσμον, ὃς ἑκάστῃ οἰκεῖος, ἐκέλευσεν ἐς αὐτὰς βλέπειν καὶ ὑγιῶς αἱρεῖσθαι· ὥρα μὲν οὖν σεμνή τε ἁπασῶν ἦν καὶ θεία, καὶ κατέμυσεν ἄν τις πρὸς ἐνίας αὐτῶν ὑπʼ ἐκπλήξεως, ἐμοὶ δὲ εἱστήκει τὸ ὄμμα ἐς πάσας, καὶ γάρ με καὶ παρεθάρρυνον αὐταὶ προσαγόμεναί τε καὶ προκηρύττουσαι, ὁπόσα δώσουσιν, ἐπεὶ δʼ ἡ μέν τις αὐτῶν οὐδὲν μοχθήσαντι πολὺν ἐπαντλήσειν ἔφασκεν ἡδονῶν ἐσμόν, ἡ δʼ αὖ μοχθήσαντα ἀναπαύσειν, ἡ δʼ ἐγκαταμίξειν εὐφροσύνας τῷ μόχθῳ, πανταχοῦ δὲ ἡδοναὶ διεφαίνοντο καὶ ἄνετοι μὲν ἡνίαι γαστρός, ἑτοίμη δὲ χεὶρ ἐς πλοῦτον, χαλινὸς δὲ οὐδεὶς ὀμμάτων, ἀλλʼ ἔρωτές τε καὶ ἵμεροι καὶ τὰ τοιαῦτα πάθη ξυνεχωρεῖτο, μία δὲ αὐτῶν ἴσχειν μὲν τῶν τοιούτων ἐκόμπαζε, θρασεῖα δὲ ἦν καὶ φιλολοίδορος καὶ ἀπηγκωνισμένη πάντα,3 εἶδον σοφίας εἶδος ἄρρητον, οὗ καὶ Πυθαγόρας ποτὲ ἡττήθη, καὶ εἱστήκει δὲ ἄρα οὐκ ἐν ταῖς πολλαῖς, ἀλλʼ ἀπετέτακτο αὐτῶν καὶ ἐσιώπα, ξυνεῖσα δέ, ὡς ταῖς μὲν ἄλλαις οὐ ξυντίθεμαι, τὰ δὲ ἐκείνης οὔπω οἶδα μειράκιον, εἶπεν, ἀηδὴς ἐγὼ καὶ μεστὴ πόνων· εἰ γὰρ ἀφίκοιτό τις ἐς ἤθη τὰ ἐμά, τράπεζαν μέν, ὁπόση ἐμψύχων, ἀνῃρῆσθαι πᾶσαν ʽἂνʼ ἕλοιτο, οἴνου δὲ ἐκλελῆσθαι καὶ τὸν σοφίας μὴ ἐπιθολοῦν κρατῆρα, ὃς ἐν ταῖς ἀοίνοις ψυχαῖς ἕστηκεν, οὐδὲ χλαῖνα θάλψει αὐτόν, οὐδὲ ἔριον, ὃ ἀπʼ ἐμψύχου ἐπέχθη, ὑπόδημα δὲ αὐτοῖς βύβλου δίδωμι καὶ καθεύδειν ὡς ἔτυχε, κἂν ἀφροδισίων ἡττηθέντας αἴσθωμαι, βάραθρά ἐστί μοι, καθʼ ὧν σοφίας ὀπαδὸς δίκη φέρει τε αὐτοὺς καὶ ὠθεῖ, χαλεπὴ δʼ οὕτως ἐγὼ τοῖς τἀμὰ αἱρουμένοις, ὡς καὶ δεσμὰ γλώττης ἐπʼ αὐτοὺς ἔχειν. ἃ δʼ ἐστί σοι καρτερήσαντι ταῦτα, ἐμοῦ μάθε· σωφροσύνη μὲν καὶ δικαιοσύνη αὐτόθεν, ζηλωτὸν δὲ ἡγεῖσθαι μηδένα τυράννοις τε φοβερὸν εἶναι μᾶλλον ἢ ὑπʼ αὐτοῖς κεῖσθαι, θεοῖς τε ἡδίω φαίνεσθαι μικρὰ θύσαντα ἢ οἱ προχέοντες αὐτοῖς τὸ τῶν ταύρων αἷμα,4 καθαρῷ δὲ ὄντι σοι καὶ προγιγνώσκειν δώσω καὶ τοὺς ὀφθαλμοὺς οὕτω τι ἐμπλήσω ἀκτῖνος, ὡς διαγιγνώσκειν μὲν θεόν, γιγνώσκειν δὲ ἥρωα, σκιοειδῆ δʼ ἐλέγχειν φαντάσματα, ὅτε ψεύδοιντο εἴδη ἀνθρώπων. ἥδε μοι βίου αἵρεσις, ὦ σοφοὶ Αἰγυπτίων, ἣν ὑγιῶς τε καὶ κατὰ τὸν Πυθαγόραν ἑλόμενος οὔτε ἐψευσάμην οὔτε ἐψεύσθην, ἐγενόμην μὲν γὰρ ἃ χρὴ τὸν φιλοσοφήσαντα, φιλοσοφοῦντι δὲ ὁπόσα δώσειν ἔφη, πάντʼ ἔχω. ἐφιλοσόφησα γὰρ ὑπὲρ γενέσεως τῆς τέχνης καὶ ὁπόθεν αὐτῆς αἱ ἀρχαί, καί μοι ἔδοξεν ἀνδρῶν εἶναι περιττῶν τὰ θεῖα ψυχήν τε ἄριστα ἐσκεμμένων, ἧς τὸ ἀθάνατόν τε καὶ ἀγέννητον πηγαὶ γενέσεως.

泰斯佩西翁说毕这番话,所有人都转向阿波罗尼奥斯;跟从他的人确信他必将反驳,而围在泰斯佩西翁身边的人则惊奇于他将如何作答。阿波罗尼奥斯赞许了他言辞的流畅与力量,说道: “你还有什么要补充的吗?” “指宙斯起誓,没有了,”他说道,“因为我已经说完了。” 阿波罗尼奥斯又问道: “其他埃及人中可有人要补充?” “通过我,”他说道,“你已听到了所有人的意见。” 于是阿波罗尼奥斯停顿片刻,凝视着方才所说的那些话,这样说道: “普罗狄克斯所言赫拉克勒斯在青年时期所作的抉择,埃及的贤士们啊,你们的陈述诚然健全且切合哲学的本旨,但与我毫无干系。因为我来到此地并非要让你们成为我人生的参谋,我早已选定了自己认为正确的道路;况且我来到这里,年齿长于你们中除泰斯佩西翁之外的所有人,若我遇到的是尚未作出抉择之人,本该由我更合理地向你们建议对智慧的抉择。然而,尽管我已达如此年岁,在智慧上也已达至如此境地,我仍不吝于将你们作为我意图的评判者,向你们申明,我如何正确地选定了这些事物——迄今为止我的脑海中尚未出现过更优之选。 因为我在毕达哥拉斯身上看到了伟大之处,他凭着不可言说的智慧,不仅知晓自己是谁,而且知晓自己曾经是谁;他以何等圣洁之态触摸祭坛,何等使腹中不染动物之食,使身体免受任何由动物尸骸所制之衣的沾染;他又是如何作为人类第一人钳制自己的舌头,创制了舌上之牛这一沉默的法则,并将他其余的哲学确立为如神谕般真确——因见及此,我奔赴了他的学说,却非如至善的泰斯佩西翁你所建议的那样,在两者之中选其一。 因为哲学将她所有的学说陈列于我面前,并为每种学说饰以各自身份相宜的装束,命我审视它们并作出健全的抉择。所有的学说都展现出庄严而神圣的风采,面对其中某些,人们甚至会因惊叹而阖目;然而我的目光却坚定地注视着全部,因为它们自己也在招徕我,预先宣告它们将赋予何物来鼓励我。其中一种学说宣称,对未曾付出劳苦之人将倾注大群的享乐;另一种则说将使劳苦之人得享安歇;又一种说要在劳苦中掺入欢愉;处处都显露着享乐,腹部的缰绳被松开,求财之手随时伸出,双目毫无羁绊,情爱、渴望与诸般情欲皆受准许;而其中一种学说虽自夸戒绝此类事物,却粗暴好斗、恶言相向,双肘外张横冲直撞。此时,我望见了一种不可言说的智慧形态,连毕达哥拉斯当年亦曾为其折服。原来她并未立于众人之中,而是独立一旁,保持静默。她察觉到我并不认同其余学说,却又尚未明了她的道途, 便说道: ‘青年啊,我是不讨人欢喜且饱含劳苦的。若有人来到我的门下,他必将选择彻底撤除一切由生灵构成的宴席,忘却美酒,不玷污立于绝酒之灵魂中的智慧调酒缸;羊毛斗篷不能温暖他,从活物身上剪下的羊毛亦不能温暖他;我赐予他们纸莎草鞋履并随遇而眠;若我发觉他们屈服于情欲,我自有万丈深渊,智慧的侍从正义将把他们推入并掷下;我对选择我道途之人如此严厉,甚至在他们的舌头上施加锁链。但你若能忍受这些,请从我这里知晓你将获得的赏赐:节制与正义立时可得,不羡慕任何人,对僭主而言令其生畏而非屈居其下,以微薄的祭品献给神明却比倾倒公牛鲜血之人更蒙喜悦;对于纯洁的你,我还将赐予预知之能,使你的双目充满光芒,得以分辨神明,识认英雄,并在阴影般的幻象伪装成人形时将其揭露。’ 埃及的贤士们啊,这便是我人生的抉择。我健全地、依照毕达哥拉斯之道作此选择,既未曾说谎,亦未曾受骗;因为我已成为从事哲学之人理当成为的模样,而凡是她声称将赐予哲学者的,我如今皆已拥有。因为我曾探讨此术的起源及其原则出自何处,在我看来,它正属于那些通晓神圣之事、对灵魂作了最深沉思索的不凡之人;而灵魂的不朽与非受造之本性,正是万物生成的源泉。”

语法注4 条
  1. 6.11ταῦτα εἰπόντος

    属格独立结构,其逻辑主语(刚结束发言的泰斯佩西翁)被省略,由上下文顺理成章地补充。

  2. 6.11βοῦν ἐπʼ αὐτῇ σιωπῆς εὑρὼν δόγμα

    化用了希腊成语“舌上负牛”(βοῦς ἐπὶ γλώσσῃ,意指严格保持缄默),并加上同位语性质的“作为沉默的法则”,指代毕达哥拉斯学派著名的静默誓约。

  3. 6.11ἀπηγκωνισμένη πάντα

    中被动态分词 ἀπηγκωνισμένη 后接宾格 πάντα,作关系宾格(“在各方面”)。该词字面意为“张开手肘横冲直撞”,生动刻画了犬儒学派哲学家的挑衅与好斗姿态。

  4. 6.11ἢ οἱ προχέοντες αὐτοῖς τὸ τῶν ταύρων αἷμα

    比较结构中的格不一致(错格现象)。前项是修饰不定式未表达主语的宾格分词(μικρὰ θύσαντα),但在比较连词 ἤ 之后,句法转变为如同独立限定分句主语的主格分词(οἱ προχέοντες,相当于 ἢ [φαίνονται] οἱ προχέοντες)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:6.11#1