← 希波克拉底

论风

§13-15

气所致的卒中与圣病机理及病因结论

作者解释了卒中和“圣病”(癫痫)是如何由体内气体与血液相互作用引起的,并宣告气体是所有疾病的主要原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13

Τὸ μὲν οὖν αἴτιον τοῦ ὕδρωπος ἤδη εἴρηται· αἱ δὲ ἀποπληξίαι γίνονται καὶ αὐταὶ διὰ τὰς φύσας· ὅταν γὰρ αἱ φῦσαι ψυχραὶ οὖσαι καὶ πολλαὶ διαδύνωσι καὶ ἐμφυσήσωσι τὰς σάρκας, ἀναίσθητα ταῦτα γίνεται τοῦ σώματος· ἢν μὲν οὖν πολλαὶ φῦσαι ἐν ὅλῳ τῷ σώματι διατρέχωσιν, ὅλος ὥνθρωπος ἀπόπληκτος γίνεται· ἢν δὲ ἐν μέρει τινὶ, τοῦτο τὸ μέρος· καὶ ἢν μὲν ἀπέλθωσιν αὗται, παύεται ἡ νοῦσος· ἢν δὲ παραμείνωσι, παραμένει· ὅτι δὲ ταῦτα οὕτως ἔχει, χασμῶνται συνεχῶς.1

​13. 因此,水肿的原因已经阐明;而卒中本身也是由于气体产生的。因为当寒冷且大量的气体渗入并吹胀肌肉时,身体的这些部分就会变得失去知觉。因此,如果大量的气体在全身游走,整个人就会完全卒中;如果只在某一部分,那就是这一部分卒中。如果这些气体散去,疾病就会痊愈;但如果它们残留,疾病就会持续。而这些情况确实如此的证据,是他们会不断打哈欠。

§14

Δοκέει δέ μοι καὶ τὴν ἱερὴν καλεομένην νοῦσον τοῦτο εἶναι τὸ παρεχόμενον· οἷσι δὲ λόγοισιν ἐμαυτὸν ἔπεισα, τούτοισιν αὐτέοισι καὶ τοὺς ἀκούοντας πείσειν πειράσομαι. Ἡγεῦμαι δὲ ἔμπροσθεν, μηδὲν εἶναι μᾶλλον τῶν ἐν τῷ σώματι ξυμβαλλόμενον ἐς φρόνησιν, ἢ τὸ αἷμα· τοῦτο δὲ ὅταν μὲν ἐν τῷ καθεστεῶτι μένῃ, μένει καὶ ἡ φρόνησις· ἐξαλλάσσοντος δὲ τοῦ αἵματος, μεταπίπτει καὶ ἡ φρόνησις. Ὅτι δὲ ταῦθ’ ὧδ’ ἔχει, πολλὰ τὰ μαρτυρέοντα· πρῶτον μὲν, ὅπερ ἅπασι ζώοισι κοινόν ἐστιν, ὁ ὕπνος, οὗτος μαρτυρέει τοῖσιν εἰρημένοισιν· ὅταν γὰρ ἐπέλθῃ τῷ σώματι ὁ ὕπνος, τότε τὸ αἷμα ψύχεται, φύσει γὰρ πέφυκεν ὁ ὕπνος ψύχειν· ψυχθέντι δὲ τῷ αἵματι νωθρότεραι γίνονται αἱ διέξοδοι· δῆλον δέ· ῥέπει γὰρ τὰ σώματα καὶ βαρύνεται (πάντα γὰρ τὰ βαρέα πέφυκεν ἐς βυθὸν φέρεσθαι), καὶ τὰ ὄμματα συγκλείεται, καὶ ἡ φρόνησις ἀλλοιοῦται, δόξαι δέ τινες ἕτεραι ἐνδιατρίβουσιν, ἃ δὴ ἐνύπνια καλέονται.2 Πάλιν ἐν τῇσι μέθῃσι, πλέονος ἐξαίφνης γενομένου τοῦ αἵματος, μεταπίπτουσιν αἱ ψυχαὶ καὶ τὰ ἐν τῇσι ψυχῇσι φρονήματα, καὶ γίνονται τῶν μὲν παρεόντων κακῶν ἐπιλήσμονες, τῶν δὲ μελλόντων εὐέλπιδες ἀγαθῶν. Ἔχοιμι δ’ ἂν πολλὰ τοιαῦτα εἰπεῖν, ἐν οἷσιν αἱ τοῦ αἵματος ἐξαλλαγαὶ τὴν φρόνησιν ἐξαλλάσσουσιν. Ἢν μὲν οὖν παντελῶς ἅπαν ἀναταραχθῇ τὸ αἷμα, παντελῶς ἡ φρόνησις ἐξαπόλλυται· τὰ γὰρ μαθήματα καὶ τὰ ἀναγνωρίσματα ἐθίσματά ἐστίν· ὅταν οὖν ἐκ τοῦ εἰωθότος ἔθεος μεταστέωμεν, ἀπόλλυται ἡμῖν ἡ φρόνησις. Φημὶ δὲ τὴν ἱερὴν νοῦσον ὧδε γίνεσθαι· ὅταν πουλὺ πνεῦμα κατὰ πᾶν τὸ σῶμα παντὶ τῷ αἵματι μιχθῇ, πολλὰ ἐμφράγματα γίνεται πολλαχῆ ἀνὰ τὰς φλέβας· ἐπειδὰν οὖν ἐς τὰς παχείας καὶ πολυαίμους τῶν φλεβῶν πολὺς ἀὴρ βρίσῃ, βρίσας δὲ μένῃ, κωλύεται τὸ αἷμα διεξιέναι· τῇ μὲν οὖν ἐνέστηκε, τῇ δὲ νωθρῶς διεξέρχεται, τῇ δὲ θᾶσσον· ἀνομοίης δὲ τῆς πορείης τῷ αἵματι διὰ τοῦ σώματος γενομένης, παντοῖαι αἱ ἀνομοιότητες· πᾶν γὰρ τὸ σῶμα πανταχόθεν ἕλκεται, καὶ τετίνακται τὰ μέρη τοῦ σώματος ὑπηρετοῦντα τῷ θορύβῳ καὶ ταράχῳ τοῦ αἵματος,3 διαστροφαί τε παντοῖαι παντοίως γίνονται· κατὰ δὲ τοῦτον τὸν καιρὸν ἀναίσθητοι πάντων εἰσὶ, κωφοί τε τῶν λεγομένων, καὶ τυφλοὶ τῶν γινομένων, ἀνάλγητοί τε πρὸς τοὺς πόνους· οὕτως ὁ ἀὴρ ταραχθεὶς ἀνετάραξε τὸ αἷμα καὶ ἐμίηνε. Καὶ ἀφροὶ διὰ τοῦ στόματος ἀνατρέχουσιν εἰκότως· διὰ γὰρ τῶν σφαγιτίδων φλεβῶν διαδύνων ὁ ἀὴρ, ἀνέρχεται μὲν αὐτὸς, ἀνάγει δὲ μεθ’ ἑωυτοῦ τὸ λεπτότατον τοῦ αἵματος· τὸ δὲ ὑγρὸν τῷ ἠέρι μιγνύμενον λευκοῦται· διὰ λεπτῶν γὰρ ὑμένων καθαρὸς ἐὼν ὁ ἀὴρ διαφαίνεται· διὸ δὴ λευκοὶ φαίνονται πάντες οἱ ἀφροί. Πότε μὲν οὖν παύονται τῆς νούσου καὶ τοῦ παρεόντος χειμῶνος οἱ ὑπὸ τούτου τοῦ νοσήματος ἁλισκόμενοι, ἐγὼ φράσω. Ὁκόταν γυμνασθὲν ὑπὸ τῶν πόνων τὸ σῶμα θερμανθῇ, θερμαίνεται καὶ τὸ αἷμα· τὸ δὲ αἷμα θερμανθὲν ἐξεθέρμηνε τὰς φύσας· αὗται δὲ διαθερμανθεῖσαι διαλύονται καὶ διαλύουσι τὴν ξύστασιν τοῦ αἵματος, αἱ μὲν συνεξελθοῦσαι μετὰ τοῦ πνεύματος, αἱ δὲ μετὰ τοῦ φλέγματος·4 ἀποζέσαντος δὲ τοῦ ἀφροῦ, καὶ καταστάντος τοῦ αἵματος, καὶ γαλήνης ἐν τῷ σώματι γενομένης, πέπαυται τὸ νόσημα.

​14. 在我看来,所谓“圣病”也是由这个原因引起的。我将尝试用说服我自己的那些论证,来同样说服我的听众。首先,我认为在体内的所有东西中,没有比血液更能促进智慧的了。当血液保持在稳定的状态时,智慧也会保持不变;而当血液发生改变时,智慧也会随之转变。至于这些情况确实如此,有许多证据可以证实。首先,所有动物所共有的睡眠,就为已述的观点提供了证据。因为当睡眠降临到身体时,血液便会变冷,因为睡眠在本性上就具有冷却的作用。当血液变冷时,通道中的流动就会变得更加迟缓。这是显而易见的:因为身体会下沉并变重(因为所有重物在本性上都会向底部运动),双眼闭合,智慧发生改变,而其他一些观念逗留其中,这些正是被称为“梦”的东西。此外,在醉酒中,由于血液突然增多,灵魂以及灵魂中的想法随之改变,人们便忘记了眼前的痛苦,而对未来的美好充满希望。我还可以列举许多类似的例子,在这些例子中,血液的改变使智慧发生改变。因此,如果血液完全被扰乱,智慧就会彻底丧失;因为学习和认知识别都是习惯;因此,当我们脱离惯常的习惯时,我们的智慧就会丧失。我认为圣病是这样产生的:当大量的气在全身与所有的血液混合时,血管的许多地方就会产生许多阻塞。因此,当大量的空气涌入粗大且多血的血管,并停留在那里时,血液的通过就会受到阻碍。于是,血液在有的地方停滞,在有的地方缓慢通过,在有的地方则较快通过。当血液穿过身体的运动变得不均匀时,就会产生各种各样的不均匀状态。因为全身从四面八方被牵引,身体的各个部分随着血液的骚乱和动荡而剧烈震颤,各种各样的变形以各种方式产生。在这个时候,他们对一切事物都失去知觉,听不见别人的说话,看不见发生的事情,对痛苦也没有感觉。空气就是这样被扰乱后,又扰乱并污染了血液。泡沫从口中涌出也是理所当然的。因为空气渗入颈静脉,其自身上升,并随之带起血液中最稀薄的部分。这种液体与空气混合后变白;因为纯净的空气透过薄膜显露出来;因此,所有的泡沫都显得发白。那么,遭受这种疾病侵害的人何时能从该病和眼前的暴风雨中解脱出来,我将予以说明。当身体因痛苦挣扎而得到锻炼并变热时,血液也随之变热。变热的血液彻底加热了气体;这些气体被彻底加热后便消散,并融解了血液的凝结,其中一部分随呼吸一同排出,另一部分则随粘液一同排出。当泡沫停止沸腾,血液沉淀下来,身体恢复平静时,疾病就停止了。

§15

Φαίνονται οὖν αἱ φῦσαι διὰ πάντων τῶν νοσημάτων μάλιστα πολυπραγμονοῦσαι· τὰ δ’ ἄλλα πάντα συναίτια καὶ μεταίτια, τὸ δὲ αἴτιον τῶν νούσων ἐὸν τοῦτο ἐπιδέδεικταί μοι. Ὑπεσχόμην δὲ τὸ αἴτιον τῶν νουσημάτων φράσαι, ἐπέδειξα δὲ τὸ πνεῦμα καὶ ἐν τοῖσιν ἄλλοισι πρήγμασι δυναστεῦον καὶ ἐν τοῖσι σώμασι τῶν ζώων· ἤγαγον δὲ τὸν λόγον ἐπὶ τὰ γνώριμα τῶν ἀῤῥωστημάτων, ἐν οἷσιν ἀληθὴς ἡ ὑπόθεσις ἐφάνη· εἰ γὰρ περὶ πάντων τῶν ἀῤῥωστημάτων λέγοιμι, μακρότερος μὲν ὁ λόγος ἂν γένοιτο, ἀτρεκέστερος δὲ οὐδαμῶς, οὐδὲ πιστότερος.

​15. 因此,气体似乎在所有疾病中都起着最活跃的作用;而所有其他事物不过是协同原因和间接原因,只有这个才被我证实是疾病的真正原因。我曾承诺要说明疾病的原因,并且我已经证明了气无论在其他事物中还是在动物体内都起着主导作用。我将论证引导到那些广为人知的疾病上,在这些疾病中,假设显得是真实的。因为如果我谈论所有的疾病,论证确实会变得更长,但绝不会更准确,也不会更令人信服。

语法注4 条
  1. 13ὅτι δὲ ταῦτα οὕτως ἔχει, χασμῶνται συνεχῶς.

    此句中,ὅτι δὲ ταῦτα οὕτως ἔχει(至于这些情况确实如此)这一陈述句后直接并列了作为证据的事实,省去了如 μαρτύριόν ἐστιν(……就是证据)之类的主句谓语,是一种紧缩结构。

  2. 14ἃ δὴ ἐνύπνια καλέονται

    关系代名词 ἃ(中性复数)在性、数上并未与作为先行词的女性复数名词 δόξαι τινες ἕτεραι 一致,而是受到了关系从句中作为表语的中性名词 ἐνύπνια 的同化(吸引)。

  3. 14ὑπηρετοῦντα τῷ θορύβῳ καὶ ταράχῳ τοῦ αἵματος

    中性复数现在分词 ὑπηρετοῦντα 修饰前文的主语 τὰ μέρη(身体的各个部分,中性复数)。由于动词 ὑπηρετέω(服从、服务于)支配与格,因此它带了与格补足语 τῷ θορύβῳ καὶ ταράχῳ。

  4. 14αἱ μὲν συνεξελθοῦσαι μετὰ τοῦ πνεύματος, αἱ δὲ μετὰ τοῦ φλέγματος

    在以 αὗται(这些气体,女性复数)为主语的句子中,αἱ μὲν... αἱ δὲ... 作为表示部分的主格结构插入,并各自带有分词 συνεξελθοῦσαι(一同排出)。在文法上,这形成了一种省去限定动词的分配性主格同位语结构。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 原文 1 处
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0627.tlg021.humanitext-grc1:13-15