← 希波克拉底

论风

§10-12

气所致流液出血与水肿的病机

阐明因气体导致流液和胸部出血的机制,将其归因于头部血管内的空气压力和液体积聚,并论证肌肉破裂及水肿积液的迅速再积聚也完全是由于气所致。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10

Ἴσως δ’ ἄν τις εἴποι· πῶς οὖν τὰ ῥεύματα γίνεται διὰ τὰς φύσας; ἢ τίνα τρόπον τῶν αἱμοῤῥαγιῶν τῶν περὶ τὰ στέρνα τοῦτο αἴτιόν ἐστιν; οἶμαι δὲ καὶ ταῦτα δηλώσειν διὰ τωὐτὸ γινόμενα. Ὅταν αἱ περὶ τὴν κεφαλὴν φλέβες γεμισθῶσιν ἠέρος, πρῶτον μὲν ἡ κεφαλὴ βαρύνεται τῶν φυσέων ἐγκειμένων· ἔπειτα εἰλεῖται τὸ αἷμα, οὐ διαχέειν δυναμένων1 διὰ τὴν στενότητα τῶν ὁδῶν· τὸ δὲ λεπτότατον τοῦ αἵματος διὰ τῶν φλεβῶν ἐκθλίβεται· τοῦτο δὴ τὸ ὑγρὸν ὅταν ἀθροισθῇ, ῥεῖ δι’ ἄλλων πόρων· ὅποι δ’ ἂν ἀθρόον ἀφίκηται τοῦ σώματος, ἐνταῦθα ξυνίσταται ἡ νοῦσος· ἢν μὲν οὖν ἐπὶ τὴν ὄψιν ἔλθῃ, ταύτης ὁ πόνος·2 ἢν δὲ ἐς τὰς ἀκοὰς, ἐνταῦθ’ ἡ νοῦσος· ἢν δὲ ἐς τὰς ῥῖνας, κόρυζα γίνεται· ἢν δὲ ἐς τὰ στέρνα, βράγχος καλέεται. Τὸ γὰρ φλέγμα δριμέσι χυμοῖσι μεμιγμένον, ὅποι ἂν προσπέσῃ ἐς ἀήθεας τόπους, ἑλκοῖ· τῇ δὲ φάρυγγι ἁπαλῇ ἐούσῃ ῥεῦμα προσπῖπτον τρηχύτητας ἐμποιέει· τὸ γὰρ πνεῦμα τὸ διαπνεόμενον διὰ τῆς φάρυγγος ἐς τὰ στέρνα βαδίζει, καὶ πάλιν ἐξέρχεται διὰ τῆς ὁδοῦ ταύτης· ὅταν οὖν ἀπαντήσῃ τῷ ῥεύματι τὸ πνεῦμα κάτωθεν ἰὸν κάτω ἰόντι, βὴξ ἐπιγίνεται, καὶ ἀναῤῥίπτεται ἄνω τὸ φλέγμα· τουτέων δὲ τοιουτέων ἐόντων, ἡ φάρυγξ ἑλκοῦται, καὶ τρηχύνεται, καὶ θερμαίνεται, καὶ ἕλκει τὸ ἐκ τῆς κεφαλῆς ὑγρὸν θερμὴ ἐοῦσα· ἡ δὲ κεφαλὴ πάλιν παρὰ τοῦ ἄλλου σώματος λαμβάνουσα ταύτῃ διδοῖ· ὁκόταν γοῦν ἐθισθῇ τὸ ῥεῦμα ταύτῃ ῥέειν καὶ χαραδρωθέωσιν οἱ πόροι, διαδιδοῖ ἤδη καὶ ἐς τὰ στέρνα, δριμὺ δὲ ἐὸν τὸ φλέγμα προσπῖπτόν τε τῇ σαρκὶ ἑλκοῖ καὶ ἀναῤῥηγνύει τὰς φλέβας. Ὁκόταν δὲ ἐκχυθῇ τὸ αἷμα ἐς ἀλλότριον τόπον, χρονιζόμενον καὶ σηπόμενον γίνεται πῦον, καὶ οὔτε ἄνω δύναται ἀνελθεῖν, οὔτε κάτω ὑπελθεῖν· ἄνω γὰρ οὐκ εὔπορος ἡ πορείη προσάντης τις οὖσα ὑγρῷ χρήματι καὶ ἑτέρῳ παντὶ βάρος ἔχοντι· κάτω δὲ κωλύει φραγμὸς ὁ τῶν φρενῶν. Διὰ τί δὲ δήποτε τὸ ῥεῦμα ἀναῤῥήγνυται τὸ μὲν αὐτόματον, τὸ δὲ διὰ πόνους; αὐτόματον μὲν οὖν, ὅταν αὐτόματος ὁ ἀὴρ ἐλθὼν ἐς τὰς φλέβας στενοχωρίην ποιήσῃ τῇσι τοῦ αἵματος διεξόδοισιν· τότε γὰρ πιεζεύμενον τὸ αἷμα πουλὺ γενόμενον ἀναῤῥηγνύει τοὺς πόρους, ᾗ ἂν ὡς τὰ μάλιστα βρίσῃ· ὅσοι δὲ διὰ πόνων πλῆθος ἡμοῤῥάγησαν, καὶ τούτοισιν οἱ πόνοι πνεύματος ἐνέπλησαν τὰς φλέβας, ἀνάγκη γὰρ τὸν πονέοντα τόπον κατέχειν τὸ πνεῦμα, τὰ δὲ ἄλλα τοῖσιν εἰρημένοισιν ὅμοια γίνεται.

也许有人会说:“那么,流液是如何因气体而产生的呢?或者,这又是如何成为胸部出血的原因呢?”我想,我同样可以证明这些也是由于相同的原因产生的。当头部周围的血管充满空气时,首先,由于气体封闭其中,头部会变得沉重;接着,由于通道狭窄,血管无法分散血液,血液便会淤积;而血液中最稀薄的部分就会通过血管被挤压出来。当这种液体积聚时,它就会流经其他的孔道;无论它一举到达身体的哪个部位,疾病就在那里形成。因此,如果流向眼睛,那里就会产生疼痛;如果流向耳朵,疾病就在那里;如果流向鼻子,就会形成鼻塞;如果流向胸部,则被称为声音嘶哑。因为混合了辛辣体液的粘液,无论落到哪里不习惯它的部位,都会引起溃疡;而咽喉娇嫩,流液落到上面就会引起粗糙不适。因为通过咽喉呼吸的气流向胸部,又通过这条通道返回;因此,当自下而上的气与向下的流液相遇时,就会引起咳嗽,粘液被向上吐出。在这些情况的作用下,咽喉发生溃疡,变得粗糙并受热,因其变热,又吸引了来自头部的液体;而头部则轮流从身体其他部位吸收液体,并将其输送到这里。总之,一旦流液习惯于流向这里,通道被冲刷成沟渠,它就已经扩散到胸部;而粘液是辛辣的,当它落到肌肉上时,就会引起溃疡并使血管破裂。当血液流出到异常的部位,久置腐烂便化为脓,既不能上升,也不能下降;因为向上流动的通道并不容易,对于液体以及其他所有具有重量的东西来说,那是一条上坡路;而向下流动则有横膈膜的障壁阻挡。但是,为什么血管破裂有些是自发的,有些是因为劳累呢?自发地破裂,是当空气自发地进入血管,给血液的通道造成狭窄时;因为那时受压而变多的血液,会在压力最大的地方撑破孔道;而凡是因为劳累过度而出血的人,也是劳累使他们的血管里充满了气——因为气必然会占据疼痛的部位——而其他的情况则与已述的相似。

§11

Τὰ δὲ ῥήγματα πάντα γίνεται διὰ τάδε· ὁκόταν ὑπὸ βίης διαστέωσιν αἱ σάρκες ἀπ’ ἀλλήλων, ἐς δὲ τὴν διάστασιν ὑποδράμῃ πνεῦμα, τοῦτο τὸν πόνον παρέχει.

所有的破裂都是由于这个原因产生的:当肌肉在强力下彼此分离,而气乘虚进入这分离的缝隙中时,这就会引起疼痛。

§12

Ἢν δὲ διὰ τῶν σαρκῶν αἱ φῦσαι διεξιοῦσαι τοὺς πόρους τοῦ σώματος ἀραιοὺς ποιήσωσιν, ἕπεται δὲ τῇσι φύσῃσιν ὑγρασίη, ἧς τὴν ὁδὸν ὁ ἀὴρ ἀπειργάσατο· διαβρόχου δὲ γενομένου τοῦ σώματος, ὑπεκτήκονται μὲν αἱ σάρκες, οἰδήματα δὲ ἐς τὰς κνήμας καταβαίνει· καὶ λέγεται τὸ τοιοῦτον νόσημα ὕδρωψ. Μέγιστον δὲ σημεῖον, ὅτι φῦσαι τοῦ νουσήματός εἰσιν αἴτιαι, τόδε ἐστίν· ἤδη τινὲς ὀλεθρίως ἔχοντες ἐκαύθησαν καὶ ἐκενώθησαν τοῦ ὕδατος· παραυτίκα μὲν τὸ ἐξιὸν ἐκ τῆς κοιλίης ὕδωρ πολὺ φαίνεται, χρονιζόμενον δὲ ἔλασσον γίνεται. Διὰ τί οὖν γίγνεται καὶ τοῦτο, δῆλον· ὅτι παραυτίκα μὲν τὸ ὕδωρ ἠέρος πλῆρές ἐστιν· ὁ δὲ ἀὴρ ὄγκον παρέχεται μέγαν· ἀπιόντος δὲ τοῦ πνεύματος, ὑπολείπεται τὸ ὕδωρ αὐτό· διὸ δὴ φαίνεται μὲν μικρὸν ἐὸν, ἔστι δὲ ἴσον. Ἄλλο δὲ αὐτέων τόδε σημεῖον· κενωθείσης γὰρ παντελῶς τῆς κοιλίης, οὐδ’ ἐν τρισὶν ἡμέρῃσιν ὕστερον πάλιν πλήρεις γίνονται. Τί οὖν ἄρα ἐστὶ τὸ πληρῶσαν, ἀλλ’ ἢ πνεῦμα;3 τί γὰρ ἂν οὕτως ἄλλο ταχέως ἐξεπλήρωσεν; οὐ γὰρ δήπου ποτόν γε τοσοῦτον ἐσῆλθεν ἐς τὸ σῶμα· καὶ μὴν οὐδὲ σάρκες ὑπάρχουσιν ἔτι αἱ τηξόμεναι· λείπεται γὰρ ὀστέα καὶ νεῦρα καὶ ἶνες, ἀφ’ ὧν οὐδενὸς οὐδεμίη δύναιτ’ ἂν αὔξησις ὕδατος γεγενῆσθαι.

如果气体穿过肌肉使身体的孔道变得稀疏,而水分紧随这些气体其后,空气已为其开辟了道路;当身体变得湿透时,肌肉便从下方融化,肿胀下降到小腿,这种疾病被称为水肿。气体是该病原因的最大证据如下:已经有一些病入膏肓的人接受了灼术,并排空了积水;起初,从腹部排出的水显得很多,但久置后就变少了。这究竟是为什么,显而易见:因为起初水里充满了空气,而空气提供了巨大的体积;但当气散去后,就只剩下了水本身;因此它虽然显得变小了,但其实量是相等的。关于他们的另一个证据是:当腹部被完全排空后,甚至在三天之后腹部又会再次变满。那么,除了气之外,究竟是什么填满了它呢?还有什么别的东西能如此迅速地填满呢?因为绝不是有那么多饮料进入了体内;而且也已经没有可以融化的肌肉了;只剩下了骨头、筋腱和纤维,而从这些东西中,无论如何也不可能产生任何积水的增加。

语法注3 条
  1. 10οὐ διαχέειν δυναμένων

    属格复数现在分词。此处可能与前文的 αἱ περὶ τὴν κεφαλὴν φλέβες(阴性复数)一致,或修饰 τῶν ὁδῶν(阴性复数),表示血管(或通道)无法分散血液。无论哪种情况,均指通道无法使液体循环。

  2. 10ἢν μὲν οὖν ἐπὶ τὴν ὄψιν ἔλθῃ, ταύτης ὁ πόνος

    后半句中的 ταύτης 为阴性单数属格,指代前文的 τὴν ὄψιν(眼/视力)。此处省略了谓语动词(如 γίνεται),意为“此(眼)的疼痛(发生)”。

  3. 12ἀλλ’ ἢ πνεῦμα

    在否定词或疑问句后使用的习惯用法 ἀλλ’ ἤ,意为“除了……之外”。它回应了前文的疑问“是什么填满了它”,构成了反问语气:“除了气还能是什么?”

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-24)
  • 2026-11-24 AI校阅 — number 3 处
urn:cts:greekLit:tlg0627.tlg021.humanitext-grc1:10-12