← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§84.35-86.17

出于气概与乐观的勇敢及与真正勇敢的区别

阿斯帕修斯注释《尼各马可伦理学》卷三中几种同名异义的伪勇敢,对比依凭经验的勇敢(雇佣军)与公民勇敢,阐明出于气概的勇敢之特征与自然属性,并将乐观者的勇敢与基于品质的真正勇敢加以区分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.3#10

ὥσπερ οὖν ἀθληταὶ ἰδιώταις μάχονται· καὶ γὰρ ἐν τοῖς τοιούτοις ἀγῶσι, τουτέστι τοῖς γυμνικοῖς, οὐχ οἱ ἀνδρειότατοι μαχιμώτατοί εἰσιν, ἀλλ’ οἱ μάλιστα ἰσχύοντες καὶ τὰ σώματα ἄριστα ἔχοντες· ἢ περὶ τῶν στρατιωτικῶν εἴρηκε τὸ ἐν τοῖς τοιούτοις ἀγῶσι, τουτέστι τοῖς πολεμικοῖς, οὐχ οἱ ἀνδρειότατοί εἰσι μαχιμώτατοι καὶ τὰ ἑξῆς· οἱ πλεῖστοι γὰρ αὐτῶν στρατεύονται καὶ τοῖς σώμασιν ἰσχύοντες καὶ ἐν ἀκμῇ τῆς ἡλικίας· διὰ ταῦτα οὖν μένουσιν· οὐδεὶς δ’ αὐτῶν διὰ τὸ καλόν. μάλιστα δὲ ἐλέγχονται οἱ στρατιῶται, ὅταν μέγας ὁ κίνδυνος γένηται καὶ λείπωνται πλήθεσιν ἢ παρασκευαῖς. πρῶτοι γὰρ φεύγουσι· τὰ δὲ πολιτικὰ1 μένοντα, φησίν, ἀποθνήσκει. ἐν οἷς ἐνδείκνυσιν, ὅτι πολὺ ἀμείνων ἡ πολιτικὴ ἀνδρεία τῆς δι’ ἐμπειρίαν· ἔοικε δὲ καὶ αὕτη τῇ ἀνδρείᾳ. διὸ καὶ μένουσιν ὥσπερ οἱ ἀνδρεῖοι ἐν τοῖς κινδύνοις στρατιῶται καὶ οὔτε φοβοῦνται καὶ θαρροῦσιν ὥσπερ καὶ οἱ ἀνδρεῖοι, οὐ μέντοι διὰ τὸ καλὸν ἀλλὰ διὰ τὴν ἐμπειρίαν. Τρίτον δὲ εἶδος τῆς καθ’ ὁμωνυμίαν ἀνδρείας τὸ θυμικόν. καὶ γὰρ τὰ θηρία ἀνδρεῖα καλεῖται, ὅσα θυμοειδῆ καὶ φέρεται ὑπὸ θυμοῦ ἐπὶ τοὺς τρώσαντας· οἱ γὰρ ἀνδρεῖοι θυμοειδεῖς καὶ ἄγει μάλιστα πρὸς τοὺς κινδύνους ὁ θυμός· πράττουσι μὲν οὖν οἱ ἀνδρεῖοι διὰ τὸ καλόν, χρῶνται δὲ τῷ θυμῷ συνεργῷ· οἷον γὰρ ἐνθουσιᾶν ποιεῖ ὁ θυμὸς ἐν τοῖς κινδύνοις. ὁ μὲν οὖν ἀνδρεῖος μετὰ θυμοῦ· δραστικὸν γὰρ ὁ θυμός· οὐ μὴν ὁ μετὰ θυμοῦ δρῶν πάντως ἀνδρεῖός ἐστι· καθ’ ὁμωνυμίαν δὲ δεῖ λαβεῖν τὸν τοῦ ἀνδρείου θυμόν, οὐχὶ ἔκστασίν τινα, ἀλλὰ τοῦ λόγου κελεύοντος συνεξορμῶντα τὸν θυμόν. οὐ γὰρ ὁμοίως πράττομεν ἄθυμοι ὄντες καὶ διεγείροντος ἡμᾶς τοῦ θυμοῦ· τὰ θηρία δὲ οὐ κυρίως ἀνδρεῖα ἢ διὰ φόβον ἐπιόντα ἢ διὰ λύπην τὴν ἐκ τῆς πληγῆς. ὅλως δὲ οἱ διὰ πάθος μόνον παρακινδυνεύοντες οὔκ εἰσιν ἀνδρεῖοι· ἐπεὶ οὕτως γε καὶ οἱ μοιχοὶ ἀνδρεῖοι ἂν ἦσαν δι’ ἐπιθυμίαν τολμηρὰ δρῶντες. οὔτε οὖν οἱ δι’ ἐπιθυμίαν οὔτε οἱ διὰ θυμὸν ἐπικίνδυνα ὑπομένοντες ἀνδρεῖοι ὡς ἀληθῶς, ἀλλ’ οἱ διὰ τὸ καλόν. ἔοικε δὲ καὶ ἡ διὰ θυμὸν ἀνδρεία τῇ ὡς ἀληθῶς, ἐπεὶ καὶ ἡ αὐτῆς τῷ ὄντι ἐνέργεια μετὰ θυμοῦ καὶ ὅτι οἱ ἀνδρεῖοι θυμοειδεῖς. φυσικωτάτη δέ φησιν ἔοικεν εἶναι ἡ διὰ τὸν θυμὸν ἀνδρεία. ἴσως μὲν γὰρ πασῶν τῶν ὁμωνύμων κρείττων ἡ πολιτικὴ διὰ τὰ εἰρημένα· ἡ δὲ διὰ θυμὸν φυσική, ἐπειδὴ ὁ θυμὸς φυσικὸν καὶ δοκοῦμεν φύσει οἱ ἄνθρωποι ἐφίεσθαι τοῦ τιμωρεῖσθαι τοὺς ἀδικοῦντας ἡμᾶς, ὅπερ τοῦ θυμοῦ ἔργον ἐστί. φησὶ δὲ ὅτι προσλαβοῦσα ἡ τοιαύτη διάθεσις προαίρεσιν καὶ τὸ τοῦ καλοῦ ἕνεκα πράττειν, εἴη ἂν ἀνδρεία.2 ὁ γὰρ θυμοειδὴς προσλαβὼν προαίρεσιν καλὴν ἐξ ἔθους καὶ λόγον καὶ τὸ τοῦ καλοῦ ἕνεκα πράττειν τὰ ἐν τοῖς δεινοῖς εἴη ἂν ὡς ἀληθῶς ἀνδρεῖος. Τέταρτον δὲ εἶδος τῆς καθ’ ὁμωνυμίαν ἀνδρείας τὸ τῶν εὐελπίδων, οἳ διὰ 〈τὸ〉 πολλοὺς καὶ πολλάκις νενικηκέναι, ὥς φησι, θαρροῦσιν· ὅμοιοι δέ εἰσι καὶ οὗτοι τοῖς ἀνδρείοις, ἐπειδὴ καὶ οἱ ἀνδρεῖοι θαρροῦσιν ἐν τοῖς δεινοῖς· θαρροῦσι δὲ καὶ οἱ εὐέλπιδες, οὐ μὴν διὰ τὰ αὐτά, ἀλλ’ οἱ μὲν εὐέλπιδες διὰ τὸ οἴεσθαι κρείττους εἶναι καὶ μηδὲν ἂν παθεῖν. ἐοικέναι δ’ αὐτούς φησι τοῖς μεθυσκομένοις· καὶ γὰρ οἱ μεθύοντες εὐέλπιδες ὡς ἐπὶ τὸ πολὺ γίνονται, καὶ οὗτοι μεθύσκονταί πως ὑπὸ τῆς εὐελπιστίας καὶ διὰ τοῦτο θαρροῦσιν, ἐπεί, ἄν γέ τι συμβῇ αὐτοῖς παρὰ τὴν ἐλπίδα, φεύγουσιν. ὁ δὲ ἀνδρεῖος τὰ φοβερὰ ἀνθρώπῳ καὶ μάλιστα καὶ φαινόμενα ὑπομένει, ὅτι καλὸν τὸ ὑπομεῖναι, αἰσχρὸν δὲ τὸ μὴ ὑπομεῖναι. διὰ τοῦτο δὲ εἶπε τὰ φοβερὰ ἀνθρώπῳ, ἐπειδὴ τὰ ὑπὲρ ἄνθρωπον καὶ ἀνδρεῖος φοβεῖται, ὥσπερ εἴρηται πρότερον. εἰπὼν δὲ ὅτι τὸ ὑπομένειν τὰ φοβερὰ ἀνθρώπῳ ἀνδρείου ἐστίν, ὅταν διὰ τὸ καλὸν ὑπομένῃ, ἐπιφέρει· διὸ καὶ ἀνδρειοτέρου δοκεῖ εἶναι τὸ ἐν τοῖς αἰφνιδίοις φόβοις ἀτάραχον εἶναι, ἐνδεικνύμενος ὅτι ὁ τῷ ὄντι ἀνδρεῖος τῷ ἔχειν τὴν ἕξιν τῆς ἀνδρείας τοιοῦτός ἐστιν. ἡ δὲ ἕξις ἑτοίμους παρέχει πρὸς τὸ πράττειν τὰ κατ’ αὐτήν, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων πράξεων ἔχει. καὶ γὰρ ῥητορεύει προχείρως ὁ τὴν ῥητορικὴν ἕξιν ἔχων, ἐκ παρασκευῆς δ’ εἴποι ἂν καὶ ὁ μηδέπω ἔχων ἱκανῶς τὴν ἕξιν· οὕτως δὲ καὶ ὁ τὴν ἀνδρείαν ἔχων ῥᾳδίως ὑπομένει τὰ φοβερά, κἂν αἰφνίδια ᾖ, καὶ ταχέως γνωρίζεται3 ἃ δεῖ αὐτὸν καὶ πράττειν καὶ ὑπομένειν.

这正如运动员与常人较量一样;因为在这样的竞技中,即在体操竞技中,并非最勇敢的人最善战,而是最有力气且身体状态最好的人;或者,关于军事方面他说“在这样的竞技中”,即在战争竞技中,“并非最勇敢的人最善战”等等;因为他们中大多数人参军时既体魄强健又正值盛年;因此他们是由于这些因素而坚守的,而他们中没有一人是为了高尚之故。士兵们在危险变得巨大且在人数或装备上处于劣势时最见分晓。他说,因为他们最先逃跑,而公民军队则坚守至死。借此他表明,公民勇敢远胜于依凭经验的勇敢;然而后者也类似于勇敢。因此士兵们在危险中也像勇敢者那样坚守,既不畏惧又充满信心正如勇敢者一样,然而并不是为了高尚,而是出于经验。 依同名异义而称的第三种勇敢是出于气概的勇敢。因为野兽只要是富有气概的,并且被气概驱使着扑向致伤者,也会被称为勇敢;因为勇敢者富有气概,而气概最能引人涉险;勇敢者固然是为了高尚而行动,但他们把气概用作合作者;因为气概在危险中仿佛令人热血沸腾。因此勇敢者伴随气概而行,因为气概是富有行动力的;然而并非所有伴随气概而行的人都是勇敢的;应当把勇敢者的气概理解为同名异义的,并非指某种狂乱,而是在理性发出指令时共同奋起的气概。因为我们在缺乏气概时与在气概激发我们时的行动是不一样的;但野兽并非本义上的勇敢,它们或是出于恐惧,或是出于伤痛引起的痛苦而发起进攻。总之,纯粹出于情感而涉险的人并不是勇敢的;否则奸夫们也会因欲望而行大胆之事而成为勇敢的人了。因此,无论出于欲望还是出于气概而忍受危险之事的人,都不是真正的勇敢者,只有为了高尚而忍受的人才是。然而出于气概的勇敢也类似于真正的勇敢,因为真正勇敢的现实活动本身就伴随着气概,且勇敢者都是富有气概的。 他说,出于气概的勇敢似乎是最自然的。因为由前述理由可知,在所有同名异义的勇敢中,公民勇敢或许更为优越;但出于气概的勇敢则是自然的,因为气概是自然的,且我们人类似乎天生就渴望惩罚伤害我们的人,这正是气概的功用。他又说,这种性向若是再加上决意和为了高尚而行动,便会成为勇敢。因为富有气概的人若是从习惯中获得了良好的决意、理性以及在可怕处境中为了高尚而行动,就会成为真正的勇敢者。 依同名异义而称的第四种勇敢是乐观者的勇敢,他说,这些人由于多次战胜过许多对手而充满信心;这些人也类似于勇敢者,因为勇敢者在可怕处境中同样充满信心;乐观者也充满信心,然而并不是出于相同的原因,乐观者是因为认为自己更胜一筹且不会遭受任何伤害。他说,他们类似于醉汉;因为醉汉多半也会变得乐观,而这些人可以说是在某种程度上被乐观所陶醉并因此充满信心,既然一旦遭遇出乎意料之事,他们便会逃跑。然而勇敢者忍受对于人而言可怕的事物,尤其是那些显现为可怕的事物,因为忍受是高尚的,而不忍受则是可耻的。他之所以说“对于人而言可怕的事物”,是因为超越人类能力的事物连勇敢者也会畏惧,正如前面所说的那样。 他在说明了当为了高尚而忍受时、忍受对人而言可怕之事属于勇敢者的特征之后,接着补充道:“因此在突发的恐惧中保持镇定,似乎属于更勇敢者的特征”,以此表明真正的勇敢者是由于拥有勇敢的品质才成为这样的。而这种品质使人随时准备好依照它来行动,正如在其他行为上一样。因为拥有修辞品质的人能够信手拈来地演讲,而尚未充分拥有该品质的人也可以通过准备来发言;同样,拥有勇敢的人即使面对突如其来的可怕事物也能轻易忍受,并能迅速识别出自己既应当做什么又应当忍受什么。

语法注3 条
  1. 3.3τὰ δὲ πολιτικά

    中性复数主语 τὰ πολιτικά 在与前文 οἱ στρατιῶται(雇佣军)的对比中指代“公民军队”或“公民兵”。动词 ἀποθνήσκει 采用单数形式,与中性复数主语一致。

  2. 3.3προσλαβοῦσα ἡ τοιαύτη διάθεσις προαίρεσιν καὶ τὸ τοῦ καλοῦ ἕνεκα πράττειν, εἴη ἂν ἀνδρεία

    分词 προσλαβοῦσα 作条件分词使用,相当于条件从句(如 εἰ προσλάβοι),与主句的潜在希求语气 εἴη ἄν 呼应,构成“若这种性向加上……便会成为勇敢”的条件句。

  3. 3.3γνωρίζεται

    主语为前文的 ὁ τὴν ἀνδρείαν ἔχων。虽然 γνωρίζεται 在句法上可作被动态解(“被认识”),但此处最好理解为中动态,带直接宾语从句 ἃ δεῖ...,延续前面分句(ῥᾳδίως ὑπομένει)中主语的能动动作:“轻易耐受……并迅速识别出”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:84.35-86.17