← 阿斯帕修斯

亚里士多德《尼各马可伦理学》评注

§83.15-84.35

懦弱的界定以及公民勇敢与经验勇敢

阿斯帕西乌斯将懦弱界定为在痛苦和恐惧上的过度,重申了为了高尚而直面死亡的真正勇敢,并阐释了两种虚假的勇敢:公民勇敢(包括被迫的勇敢)以及基于经验的勇敢(如雇佣军在战场上的表现)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.3#9

παράδειγμα δὲ καὶ τούτων οἱ Ἕλληνες, “οἳ δ’ ἄρ’ ἴσαν σιγῇ μένεα πνέοντες”. δειλὸς δέ ἐστιν ὁ τῷ μὲν φοβεῖσθαι ὑπερβάλλων, ἐλλείπων δὲ τῷ θαρρεῖν· μᾶλλον δέ φησι καταφανής ἐστιν ἐν ταῖς λύπαις ὑπερβάλλων, τουτέστιν ἐν τῷ φόβῳ. λύπη γάρ τις ὁ φόβος· οὐχ οὕτω γὰρ λέγεται τὸ μὴ θαρρεῖν καὶ τὸ φοβεῖσθαι· τὸ μὲν γὰρ θαρρεῖν κατὰ τὸ τολμητικὸν εἶναι εἰς τοὺς κινδύνους λέγεται, ἔτι δὲ καταφρονεῖν τῶν ἐχθρῶν· τὸ δὲ λυπεῖσθαι δηλοῖ τὸν τῇ ψυχῇ καταπεπτωκότα καὶ δύσελπιν καὶ προσδοκῶντα μεγάλα κακά. Καθάπερ οὖν εἴρηται, φησίν, ἡ ἀνδρεία μεσότης ἐστὶ περὶ θαρραλέα καὶ φοβερά, ἐν οἷς εἴρηται· οὐ γὰρ ὁ περὶ πάντα τὰ κακὰ ὡς ἐλέγετο θαρραλέως ἔχων καὶ ἀδεῶς ἀνδρεῖος, ἀλλ’ ὁ πρὸς θάνατον ἀδεὴς τὸν ὑπὲρ τοῦ καλοῦ. διὰ γὰρ τὸ καλὸν ὑπομένει τὰ δεινὰ ὁ ἀνδρεῖος, καὶ ὅτι αἰσχρὸν τὸ μὴ ὑπομένειν· ἔνια δὲ φαντασίαν παρέχει ἀνδρείων, ἔτι δὲ δειλῶν καὶ ἀσθενῶν1 οἷον τὸ ἀποθνήσκειν φεύγοντα πενίαν ἢ ἔρωτα ἢ ἄλλο τι λυπηρόν· μαλακία γὰρ τὸ φεύγειν τὰ ἐπίπονα. ἀντίκειται μὲν οὖν ἡ μαλακία τῇ καρτερίᾳ, ἀλλ’ ὅμως καὶ τοῦ ἀνδρείου ἐστὶν ἀλλοτρία. λέγει δὲ καὶ ἄλλας πέντε ἀνδρείας ὀνομάζεσθαι ὁμωνύμως τῇ κυρίως λεγομένῃ ἀνδρείᾳ· εἰσὶ δὲ τοῦ εἴδους τῶν ὁμωνύμων τοῦ καθ’ ὁμοιότητα λεγομένου· ὅμοιαι γὰρ δοκοῦσιν εἶναι τῇ ἀνδρείᾳ, ἀλλ’ ἡ μὲν μᾶλλον, ἡ δὲ ἧττον. Πρῶτον δὲ ἐκτίθεται τὴν λεγομένην πολιτικὴν ἀνδρείαν· ὑπομένουσι γὰρ οἱ πολῖται τοὺς κινδύνους διὰ τὰ ἐκ τῶν νόμων πρόστιμα καὶ ὀνείδη καὶ διὰ τὰς προκειμένας τοῖς καλῶς κινδυνεύσασι τιμάς. μάλιστα δ’ αὕτη ὁμοία ἐστὶ τῇ δι’ αἰδῶ, ἥ γε εἰ καὶ μή ἐστιν ἀρετὴ ἀλλ’ ὅμοιόν τι ἀρετῇ· διάθεσις γάρ ἐστι παθητική. ὅτι δέ ἐστιν ἐπαινετή, λεχθήσεται ἐν τοῖς περὶ αὐτῆς λόγοις. οὐ μόνον δὲ δι’ αἰδῶ γίνεται τὰ κατὰ τὴν πολιτικὴν ἀνδρείαν ἀλλὰ καὶ διὰ τιμῆς ὄρεξιν καὶ φυγὴν ὀνείδους, ὧν ἡ μὲν τιμὴ καλόν τι, τὸ δ’ ὄνειδος αἰσχρόν. σχεδὸν οὖν καὶ ὁ κατὰ τὴν πολιτικὴν ἀνδρείαν ποιῶν διά [τε] τὸ καλὸν ποιεῖ, εἴπερ διὰ τιμὴν πράττει· ἡ δὲ τιμὴ καλὸν ἢ δι’ αἰσχροῦ φυγήν, εἴπερ τὸ ὄνειδος αἰσχρόν. οὐ μὴν ὅ γε τῷ ὄντι ἀνδρεῖος διὰ τὴν τιμὴν ποιήσει ἢ φεύγων τὸ ὄνειδος, ἀλλὰ κἂν μὴ ἐλπίζῃ τιμηθήσεσθαι διὰ τὸ καλὸν αὐτὸ ποιήσει (τὸ δὲ καλόν ἐστι, ὅπερ καὶ ὁ λόγος ὑπαγορεύει) καὶ οὐ φεύγων τὸ ὄνειδος ἀλλὰ τὸ τῷ ὄντι αἰσχρόν· αἰσχρὸν δὲ μὴ ποιεῖν τὰ κατὰ τὸν λόγον. πλὴν ἔοικέ γε μάλιστα αὕτη ἡ πολιτικὴ ἀνδρεία, τῷ ὑπὸ τῶν ἀρχόντων ἀναγκαζομένους δρᾶν2 τὰ τῶν ἀνδρείων ἔργα ἢ ὅσοι διὰ φόβον θανάτου τοῦ ὑπὸ τῶν ἀρχόντων ἀναγκάζονται μέλλοντες κινδυνεύειν. τάξαι μὲν ἄν τις, ὥς φησιν, ὑπὸ τὴν πολιτικὴν ἀνδρείαν, ἐπειδὴ καὶ οὗτοι προστάγματι ἄρχοντος ὥσπερ νόμου ὄντος ὑπηρετοῦσι, χείρους δ’ εἰσὶ τῶν προειρημένων· οἱ μὲν γὰρ δι’ αἰδῶ καὶ τιμῆς ὄρεξιν πράττουσιν, οἱ δὲ διὰ φόβον. φεύγοντες οὖν τὸ λυπηρόν, οὐκ ἐφιέμενοι τοῦ ἐντίμου, κινδυνεύουσιν. Ἄλλο δ’ εἶδος ἀνδρείας, γενομένης ὁμωνύμου τῆς ὡς ἀληθῶς ἀνδρείας τῇ κατ’ ἐμπειρίαν·3 δοκεῖ γὰρ ἡ περὶ ἕκαστον ἐμπειρία ἀνδρεία εἶναι. ἐν γοῦν θαλάττῃ οἱ ἔμπειροι τῆς θαλάττης ἀδεῶς φέρουσι τοὺς κινδύνους καὶ ἡνιοχοῦσιν ἀδεῶς οἱ ἔμπειροι ἡνιοχείας, καὶ ἐν ταῖς ἀγωνίαις δὲ ἀγωνίζονται ἀδεῶς οὗ ἂν τύχωσιν ἀγωνίσματος ἔμπειροι ὄντες. διὸ καὶ Σωκράτης ᾠήθη, φησί, τὴν ἀνδρείαν ἐπιστήμην εἶναι. ταῦτα δὲ λέγει, ὡς τοῦ Σωκράτους τοὺς ἐμπείρους τῶν δεινῶν καὶ ἐπιστήμονας αὐτῶν νομίζοντος. σκεπτέον δὲ εἰ οὕτως λέγουσιν οἵ τε ἄλλοι Σωκράτους ἑταῖροι περὶ ἀνδρείας καὶ ὁ ἐν τῷ Λάχητι τῷ Πλάτωνος Σωκράτης. τοιοῦτοι δέ φησιν ἄλλοι μὲν ἐν ἄλλοις, τουτέστιν ἔμπειροι καὶ διὰ τοῦτο ὑπομενητικοί, ἐν τοῖς πολεμικοῖς δὲ οἱ στρατιῶται· στρατιώτας δὲ λέγει τοὺς ἀεὶ μισθοφοροῦντας· οὗτοι γὰρ διὰ τὴν ἐμπειρίαν μένοντες πολλάκις ἐν ταῖς μάχαις δοκοῦσιν ἀνδρεῖοι εἶναι· ἃ δὲ ποιεῖ αὐτοὺς μένειν, ἐξηγεῖται· πρῶτον μὲν ἴσασι τὰ κενὰ τοῦ πολέμου· ἔστι γάρ τινα ἃ φοβερὰ μὲν δοκεῖ, ἔχει δὲ οὐδέν, ἃ λέγεται κενά· ἔπειτα ἐκ τῆς ἐμπειρίας καὶ φυλάξασθαι καὶ πατάξαι δύνανται ὥσπερ οἱ ἀγαθοὶ πύκται, καὶ τοῖς ὅπλοις χρῆσθαί εἰσιν ἔμπειροι· ἔτι δὲ αὐτοῖς τοῖς ὅπλοις ἄριστά εἰσι παρεσκευασμένοι.

而这些人的范例也是希腊人,“他们随后在静默中前行,呼吸着刚勇”。而懦夫则是那种在恐惧上过度而在信心上不足的人;但他指出,懦夫在痛苦上过度更为明显,即在恐惧中[过度]。因为恐惧乃是某种痛苦;因为缺乏信心与恐惧并非以相同的方式被言说;因为充满信心乃是按照面对危险时的大胆以及对敌人的蔑视而言说的;而感到痛苦则表明此人精神沮丧、心怀绝望且预料着巨大的祸患。 因此正如所说过的,他说,在已经言及的范围内,勇敢乃是关于令人充满信心之事与令人恐惧之物的中道;因为并非如前所述,在所有坏事上都充满信心且毫无惧色的人就是勇敢的,而是针对为了高尚之故的死亡毫无惧色的人才是[勇敢的]。因为勇敢者是为了高尚之故才忍受可怕之事,且因为不去忍受是可耻的;然而某些事情虽然呈现出勇敢者的假象,实则属于懦弱与软弱之人,例如为了逃避贫困、爱情或其他某种令人痛苦之事而死去;因为逃避劳苦乃是柔弱。柔弱固然与坚忍相对立,但无论如何它也与勇敢者毫不相干。 他又说,还有其他五种勇敢与本义上所说的勇敢同名异义地被称呼;它们属于依循相似性而被言说的同名异义之类别;因为它们看似与勇敢相似,但有的较多[相似],有的则较少。 首先,他阐明了所谓的公民勇敢;因为公民们忍受危险乃是由于法律规定的惩罚与羞辱,以及为那些善于涉险者所设定的荣誉。而这种勇敢最相似于出于羞耻的[勇敢],羞耻即便不是德性,也至少是某种类似于德性的东西;因为它是一种受动性的性向。至于它是值得称赞的,将在关于它的论述中予以说明。依照公民勇敢所产生的行为不仅是出于羞耻,也是由于对荣誉的渴望和对羞辱的逃避,其中荣誉是某种高尚之物,而羞辱则是可耻之物。因此,依照公民勇敢而行的人几乎也是为了高尚而行,如果他确实是为荣誉而行动(而荣誉乃是高尚之物),或者是为了逃避可耻,如果羞辱确实是可耻的。然而,真正勇敢的人既不会为了荣誉而行,也不会为了逃避羞辱,而是哪怕不指望获得荣誉,也会为了高尚本身而行(而高尚正是理性所指示的东西),并且不是逃避羞辱,而是逃避真正可耻之事;而不按理性行事乃是可耻的。 只是,这种公民勇敢最类似于那些受到统治者强迫而践行勇敢者事业的人,或是那些在将要涉险时由于惧怕统治者施加的死亡而受到强迫的人。他说,人们或许可以把他们归入公民勇敢之下,因为这些人也是服从统治者的命令犹如服从法律一般,但他们比前面提到的人更为低劣;因为前者是出于羞耻和对荣誉的渴望而行,而后者则是出于恐惧。因此他们逃避痛苦之事,并不向往尊荣之物,而甘冒危险。 另一种勇敢的形式,是真正意义上的勇敢与依凭经验的勇敢成为了同名异义;因为在各个具体事务上的经验似乎就是勇敢。至少在海上,经验丰富的水手毫无惧色地承受危险,经验丰富的驭手毫无惧色地驾驭战车,在竞技中,无论碰巧在哪种竞技上有经验的人都会毫无惧色地去竞争。他说,因此苏格拉底也认为勇敢即是知识。他说这话的根据是,苏格拉底把对可怕之事富有经验者视为了拥有其知识的人。但必须考察的是,苏格拉底的其他同伴以及柏拉图《拉凯斯篇》中的苏格拉底是否也是这样谈论勇敢的。他说,其他人在其他行业中是如此的——即富有经验并因此能够忍受——而在战事中士兵们则是如此的;他所说的士兵乃指那些始终领受军饷的佣兵;因为这些人凭借经验屡屡在战斗中坚守,因而看似勇敢;而究竟是什么促使他们坚守,他解释道:首先,他们懂得战争中的虚妄之象;因为有些事情看似可怕,实则空无一物,这些被称为虚妄;其次,凭借经验,他们既能防守又能攻击,就像出色的拳手一样,并且他们精于使用武器;再者,在武器本身上他们也装备得最为精良。

语法注3 条
  1. 3.3ἔνια δὲ φαντασίαν παρέχει ἀνδρείων, ἔτι δὲ δειλῶν καὶ ἀσθενῶν

    以 ἔνια(某些事情)为主语的谓述结构。修饰 φαντασίαν παρέχει(呈现……的外貌/假象)的宾语的属格 ἀνδρείων 为阳性复数,意为“勇敢者们的[外貌]”。随后的 ἔτι δὲ δειλῶν καὶ ἀσθενῶν 是表示对比的属格短语,说明实际上这些事情乃是属于“懦弱与软弱之人”的。

  2. 3.3πλὴν ἔοικέ γε μάλιστα αὕτη ἡ πολιτικὴ ἀνδρεία, τῷ ὑπὸ τῶν ἀρχόντων ἀναγκαζομένους δρᾶν

    动词 ἔοικε(相似)支配与格带冠词不定式 τῷ ... δρᾶν,其中宾格分词 ἀναγκαζομένους 作不定式 δρᾶν 的逻辑主语。其构词意指“最类似于[那种]受统治者强迫而行动的人们[的状况]”。

  3. 3.3Ἄλλο δ’ εἶδος ἀνδρείας, γενομένης ὁμωνύμου τῆς ὡς ἀληθῶς ἀνδρείας τῇ κατ’ ἐμπειρίαν

    句首的 Ἄλλο δ’ εἶδος ἀνδρείας 为主格,在省略系动词 ἐστί 的情况下构成主句骨架。插入的从属短语 γενομένης... 为属格独立结构(genitive absolute),用以说明“真正意义上的勇敢与依凭经验的勇敢成为了同名异义”这一背景情况。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:83.15-84.35